Δίων
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Bernadotte Perrin
- Edition reference
- Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1918
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg060.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
ἆρά γε, ὥσπερ ὁ Σιμωνίδης φησίν, ὦ Σόσσιε Σενεκίων, τοῖς Κορινθίοις οὐ μηνίειν τὸ Ἴλιον ἐπιστρατεύσασι μετὰ τῶν Ἀχαιῶν, ὅτι κἀκείνοις οἱ περὶ Γλαῦκον ἐξ ἀρχῆς Κορίνθιοι γεγονότες συνεμάχουν προθύμως, οὕτως εἰκὸς τῇ Ἀκαδημείᾳ μήτε Ῥωμαίους μήτε Ἕλληνας ἐγκαλεῖν ἴσον φερομένους ἐκ τῆς γραφῆς ταύτης, ἣ τόν τε Βρούτου περιέχει βίον καὶ τόν Δίωνος,
ὧν ὁ μὲν αὐτῷ Πλάτωνι πλησιάσας, ὁ δὲ τοῖς λόγοις ἐντραφεὶς τοῖς Πλάτωνος, ὥσπερ ἐκ μιᾶς ὥρμησαν ἀμφότεροι παλαίστρας ἐπὶ τοὺς μεγίστους ἀγῶνας.
καὶ τὸ μὲν ὅμοια πολλὰ καὶ ἀδελφὰ πράξαντας μαρτυρῆσαι τῷ καθηγεμόνι τῆς ἀρετῆς ὅτι δεῖ φρονήσει καὶ δικαιοσύνῃ δύναμιν ἐπὶ τὸ αὐτὸ καὶ τύχην συνελθεῖν, ἵνα κάλλος ἅμα καὶ μέγεθος αἱ πολιτικαὶ πράξεις λάβωσιν, οὐ θαυμαστόν ἐστιν.
ὡς γὰρ Ἱππόμαχος ο ἀλείπτης ἔλεγε τοὺς γεγυμνασμένους παρʼ αὐτῷ καὶ κρέας ἐξ ἀγορᾶς ἰδὼν φέροντας ἐπιγνῶναι πόρρωθεν, οὕτω τόν λόγον ἐστὶν εἰκὸς τῶν πεπαιδευμένων ὁμοίως ἕπεσθαι ταῖς πράξεσιν, ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐπιφέροντα μετὰ τοῦ πρέποντος.
Chapter 2
αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα.
προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους, εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες.
ὃ δὲ πάντων θαυμασιώτατον, ὅτι καὶ τὸ δαιμόνιον ἀμφοτέροις ὑπεδήλωσε τὴν τελευτήν, ὁμοίως ἑκατέρῳ φάσματος εἰς ὄψιν οὐκ εὐμενοῦς παραγενομένου.
καίτοι λόγος τίς ἐστι τῶν ἀναιρούντων τὰ τοιαῦτα, μηδενὶ ἂν νοῦν ἔχοντι προσπεσεῖν φάντασμα δαίμονος μηδὲ εἴδωλον, Ἀλλὰ παιδάρια καὶ γύναια καὶ παραφόρους διʼ ἀσθένειαν ἀνθρώπους ἔν τινι πλάνῳ ψυχῆς ἢ δυσκρασίᾳ σώματος γενομένους δόξας ἐφέλκεσθαι κενὰς καὶ ἀλλοκότους, δαίμονα πονηρὸν ἐν αὑτοῖς τὴν δεισιδαιμονίαν τὴν δεισιδαιμονίαν Coraës and Bekker, instead of the εἶναι δεισιδαιμονίαν of the MSS.: δεισιδαιμονίαν. ἔχοντας.
εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδʼ εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον, ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα,
προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.
ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον. ἐν τούτῳ δέ, δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.
Chapter 3
Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα,
ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφʼ αἷς προήκατο τὸν βίον ἑκουσίως.
Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός.
λέγεται δʼ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.
καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης· ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος.
ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.
Chapter 4
ταύτης ἀδελφὸς ὢν ὁ Δίων ἐν ἀρχῇ μὲν εἶχε τιμὴν ἀπὸ τῆς ἀδελφῆς, ὕστερον δὲ τοῦ φρονεῖν διδοὺς πεῖραν, ἤδη καθʼ ἑαυτὸν ἠγαπᾶτο παρὰ τῷ τυράννῳ.
καὶ πρὸς ἅπασι τοῖς ἄλλοις εἴρητο τοῖς ταμίαις ὅ τι ἂν αἰτῇ Δίων διδόναι, δόντας δὲ πρὸς αὐτὸν αὐθημερὸν φράζειν.
ὢν δὲ καὶ πρότερον ὑψηλὸς τῷ ἤθει καὶ μεγαλόφρων καὶ ἀνδρώδης, ἔτι μᾶλλον ἐπέδωκε πρὸς ταῦτα θείᾳ τινὶ τύχῃ Πλάτωνος εἰς Σικελίαν παραβαλόντος,
κατʼ οὐδένα λογισμὸν ἀνθρώπινον· ἀλλὰ δαίμων τις, ὡς ἔοικε, πόρρωθεν ἀρχὴν ἐλευθερίας βαλλόμενος Συρακουσίοις, καὶ τυραννίδος κατάλυσιν μηχανώμενος, ἐκόμισεν ἐξ Ἰταλίας εἰς Συρακούσας Πλάτωνα καὶ Δίωνα συνήγαγεν εἰς λόγους αὐτῷ,
νέον μὲν ὄντα κομιδῇ, πολὺ δὲ εὐμαθέστατον ἁπάντων τῶν Πλάτωνι συγγεγονότων καὶ ὀξύτατον ὑπακοῦσαι πρὸς ἀρετήν,
ὡς αὐτὸς γέγραφε Πλάτων, καὶ τὰ πράγματα μαρτυρεῖ. τραφεὶς γὰρ ἐν ἤθεσιν ὑπὸ τυράννῳ ταπεινοῖς, καὶ βίου μὲν ἀνίσου καὶ καταφόβου, θεραπείας δὲ νεοπλούτου καὶ τρυφῆς ἀπειροκάλου καὶ διαίτης ἐν ἡδοναῖς καὶ πλεονεξίαις τιθεμένης τὸ καλὸν ἐθὰς καὶ μεστὸς γενόμενος,
ὡς πρῶτον ἐγεύσατο λόγου καὶ φιλοσοφίας ἡγεμονικῆς πρὸς ἀρετήν, ἀνεφλέχθη τὴν ψυχὴν ταχύ, καὶ τῇ περὶ αὐτὸν εὐπειθείᾳ τῶν καλῶν ἀκάκως πάνυ καὶ νεωτερικῶς προσδοκήσας ὑπὸ τῶν αὐτῶν λόγων ὅμοια πείσεσθαι Διονύσιον, ἐσπούδασε καὶ διεπράξατο ποιησάμενος σχολὴν αὐτὸν ἐντυχεῖν Πλάτωνι καὶ ἀκοῦσαι.
Chapter 5
γενομένης δὲ τῆς συνουσίας αὐτοῖς τὸ μὲν ὅλον περὶ ἀνδρὸς ἀρετῆς, πλείστων δὲ περὶ ἀνδρείας διαπορηθέντων, ὡς πάντας πάντας Coraës and Bekker, after Reiske: πάντα. μᾶλλον ὁ Πλάτων ἢ τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους, ἐκ δὲ τούτου τραπόμενος περὶ δικαιοσύνης ἐδίδασκεν ὡς μακάριος μὲν ὁ τῶν δικαίων, ἄθλιος δὲ ὁ τῶν ἀδίκων βίος,
οὔτε τοὺς λόγους ἔφερεν ὁ τύραννος ὥσπερ ἐξελεγχόμενος, ἤχθετό τε τοῖς παροῦσι θαυμαστῶς ἀποδεχομένοις τὸν ἄνδρα καὶ κηλουμένοις ὑπὸ τῶν λεγομένων.
τέλος δὲ θυμωθεὶς καὶ παροξυνθείς ἠρώτησεν αὐτόν ὅ τι δὴ βουλόμενος εἰς Σικελίαν παραγένοιτο.
τοῦ δὲ φήσαντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὑπολαβὼν ἐκεῖνος, ἀλλὰ νὴ τοὺς θεοὺς, εἶπε, καὶ φαίνῃ μήπω τοιοῦτον εὑρηκώς.
οἱ μὲν οὖν περὶ τὸν Δίωνα τοῦτο τέλος ᾤοντο τῆς ὀργῆς γεγονέναι, καὶ τὸν Πλάτωνα σπεύδοντα συνεξέπεμπον ἐπὶ τριήρους, ἣ Πόλλιν ἐκόμιζεν εἰς τὴν Ἑλλάδα τὸν Σπαρτιάτην
ὁ δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι· βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλʼ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται.
διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ὁ ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.
οὐ μὴν ὅ γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς ἢ πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει καὶ πεμπόμενος πρὸς Καρχηδονίους ἐθαυμάσθη διαφερόντως· καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν.
χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας, καὶ μὴν, ἔφη, σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς· διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.
τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.
Chapter 6
ὄντων δὲ Διονυσίῳ παίδων τριῶν μὲν ἐκ τῆς Λοκρίδος, τεττάρων δὲ ἐξ Ἀριστομάχης, ὧν δύο ἦσαν θυγατέρες, Σωφροσύνη καὶ Ἀρέτη, Σωφροσύνη μὲν Διονυσίῳ τῷ υἱῷ συνῴκησεν, Ἀρέτη δὲ Θεαρίδῃ τῷ ἀδελφῷ. τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ Θεαρίδου Δίων ἔλαβε τὴν Ἀρετήν ἀδελφιδῆν οὖσαν.
ἐπεὶ δὲ νοσῶν ἔδοξεν ὁ Διονύσιος ἀβιώτως ἔχειν, ἐπεχείρησεν αὐτῷ διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης τέκνων ὁ Δίων, οἱ δʼ ἰατροὶ τῷ μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμενοι καιρὸν οὐ παρέσχον·
ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον.
οὐ μὴν ἀλλὰ συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν ὁ Δίων ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας,
μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας. εὖ πλεούσας van Herwerden: πλεούσας.
Chapter 7
ὁ μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν·
οἱ δὲ ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες, οὐδεμιᾶς ἐφείδοντο φωνῆς ᾗ τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας, ἀδελφιδοῦς ὄντας αὐτῷ.
φανερώταται δὲ καὶ μέγισται τῶν εἰς φθόνον καὶ μῖσος αἰτιῶν ὑπῆρχον ἡ τοῦ βίου διαφορὰ καὶ τὸ τῆς διαίτης ἄμικτον.
οἱ μὲν γὰρ, εὐθὺς ἐξ ἀρχῆς νέου τυράννου καὶ τεθραμμένου φαύλως ὁμιλίαν καὶ συνήθειαν ἡδοναῖς καὶ κολακείαις καταλαμβάνοντες, ἀεί τινας ἔρωτας καὶ διατριβὰς ἐμηχανῶντο ῥεμβώδεις περὶ πότους καὶ γυναῖκας, καὶ παιδιὰς ἑτέρας ἀσχήμονας,
ὑφʼ ὧν ἡ τυραννὶς, ὥσπερ σίδηρος, μαλασσομένη, τοῖς μὲν ἀρχομένοις ἐφάνη φιλάνθρωπος, καὶ τὸ λίαν ἀπάνθρωπον ὑπανῆκεν, οὐκ ἐπιεικείᾳ τινὶ μᾶλλον ἢ ῥᾳθυμίᾳ τοῦ κρατοῦντος ἀμβλυνομένη.
ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν.
ἡμέρας γὰρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.
Chapter 8
ἦν οὖν, ὡς εἰκὸς, ὁ Δίων ἐπαχθής εἰς οὐδὲν ἡδὺ καὶ νεωτερικὸν ἐνδιδοὺς ἑαυτόν, διὸ καὶ πιθανὰ κακιῶν προσρήματα ταῖς ἀρεταῖς ἐπιφέροντες αὐτοῦ διέβαλλον, ὑπεροψίαν τὴν σεμνότητα καὶ τὴν παρρησίαν αὐθάδειαν ἀποκαλοῦντες· καὶ νουθετῶν κατηγορεῖν ἐδόκει καὶ μὴ συνεξαμαρτάνων καταφρονεῖν.
ἀμέλει δὲ καὶ φύσει τινὰ τὸ ἦθος ὄγκον εἶχεν αὐτοῦ καὶ τραχύτητα δυσπρόσοδον ἐντεύξει καὶ δυσξύμβολον.
οὐ γὰρ μόνον ἀνδρὶ νέῳ καὶ διατεθρυμμένῳ τὰ ὦτα κολακείαις ἄχαρις ἦν συγγενέσθαι καὶ προσάντης, πολλοὶ δὲ καὶ τῶν πάνυ χρωμένων αὐτῷ καὶ τὴν ἁπλότητα καὶ τὸ γενναῖον ἀγαπώντων τοῦ τρόπου κατεμέμφοντο τῆς ὁμιλίας, ὡς ἀγροικότερον καὶ βαρύτερον πολιτικῶν χρειῶν τοῖς δεομένοις συναλλάσσοντα.
περὶ ὧν καὶ Πλάτων ὕστερον ὥσπερ ἀποθεσπίζων ἔγραψε πρὸς αὐτόν ἐξευλαβεῖσθαι τὴν αὐθάδειαν ὡς ἐρημίᾳ συνοικοῦσαν.
οὐ μὴν ἀλλὰ τότε πλείστου δοκῶν ἄξιος ὑπάρχειν διὰ τὰ πράγματα καὶ μόνος ἢ μάλιστα τὴν τυραννίδα σαλεύουσαν ἀνορθοῦν καὶ διαφυλάττειν, ἐγίνωσκεν οὐ πρὸς χάριν, ἀλλʼ ἄκοντος ὑπὸ χρείας τοῦ τυράννου πρῶτος ὢν καὶ μέγιστος.
Chapter 9
αἰτίαν δέ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη.
φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλʼ ὁ πατὴρ, δεδοικώς μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, διʼ ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων, ὥς φασιν, ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον.
οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν ἀφελεῖν Bekker, after Coraës, has ἀφαιρεῖν. κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν.
εἰσῄει δὲ πρὸς αὐτὸν εἰς τὸ δωμάτιον οὔτε ἀδελφὸς οὔθʼ υἱὸς ὡς ἔτυχεν ἠμφιεσμένος, ἀλλʼ ἔδει πρὶν εἰσελθεῖν ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων.
ἐπεὶ δὲ Λεπτίνης ὁ ἀδελφὸς αὐτῷ ποτε χωρίου φύσιν ἐξηγούμενος λαβὼν λόγχην παρά τινος τῶν δορυφόρων ὑπέγραψε τὸν τόπον, ἐκείνῳ μὲν ἰσχυρῶς ἐχαλέπηνε, τὸν δέ δόντα τὴν λόγχην ἀπέκτεινεν.
ἔλεγε δέ τοὺς φίλους φυλάττεσθαι νοῦν ἔχοντας εἰδὼς καὶ βουλομένους μᾶλλον τυραννεῖν ἢ τυραννεῖσθαι.
καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπʼ αὐτοῦ καὶ τεταγμένων ἐφʼ ἡγεμονίας ἀνεῖλε δόξαντα κατὰ, τοὺς ὕπνους σφάττειν αὐτόν, ὡς ἀπʼ ἐννοίας μεθημερινῆς καὶ διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης.
ὁ μὲν δὴ Πλάτωνι θυμωθείς ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον ὄντα ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.
Chapter 10
τὸν δʼ υἱὸν αὐτοῦ, καθάπερ εἴρηται, διαλελωβημένον ἀπαιδευσίᾳ καὶ συντετριμμένον τὸ ἦθος ὁ Δίων ὁρῶν παρεκάλει πρὸς παιδείαν τραπέσθαι καὶ δεηθῆναι τοῦ πρώτου τῶν φιλοσόφων πᾶσαν δέησιν ἐλθεῖν εἰς Σικελίαν·
ἐλθόντι δὲ παρασχεῖν αὑτόν, ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετῆς λόγον, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί,
πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετʼ εὐμενείας πατρονομούμενα παρασχών καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου.
τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι καὶ βαρβάρων μυρίανδρον φυλακήν, εὔνοιαν δὲ καὶ προθυμίαν καὶ χάριν ἐγγενομένην ὑπʼ ἀρετῆς καὶ δικαιοσύνης, ἅ, καίπερ ὄντα μαλακώτερα τῶν συντόνων καὶ σκληρῶν ἐκείνων, ἰσχυρότερα πρὸς διαμονὴν ἡγεμονίας ὑπάρχειν.
χωρὶς δὲ τούτων ἀφιλότιμον εἶναι καὶ ἄζηλον τὸν ἄρχοντα, τῷ μὲν σώματι περιττῶς ἀμπεχόμενον καὶ τῇ περὶ τὴν οἴκησιν ἁβρότητι καὶ κατασκευῇ λαμπρυνόμενον, ὁμιλίᾳ δὲ καὶ λόγῳ μηδὲν ὄντα τοῦ προστυχόντος σεμνότερον, μηδὲ τῆς ψυχῆς τὸ βασίλειον ἀξιοῦντα κεκοσμημένον ἔχειν βασιλικῶς καὶ πρεπόντως.
Chapter 11
ταῦτα πολλάκις τοῦ Δίωνος παραινοῦντος, καὶ τῶν λόγων τοῦ Πλάτωνος ἔστιν οὕστινας ὑποσπείροντος, ἔσχεν ἔρως τὸν Διονύσιον ὀξὺς καὶ περιμανὴς τῶν τε λόγων καὶ τῆς συνουσίας τοῦ Πλάτωνος.
εὐθὺς οὖν Ἀθήναζε πολλὰ μὲν ἐφοίτα γράμματα παρὰ τοῦ Διονυσίου, πολλαὶ δʼ ἐπισκήψεις παρὰ τοῦ Δίωνος, ἄλλαι δʼ ἐξ Ἰταλίας παρὰ τῶν Πυθαγορικῶν, διακελευομένων παραγενέσθαι καὶ νέας ψυχῆς ἐξουσίᾳ μεγάλῃ καὶ δυνάμει περιφερομένης ἐπιλαβέσθαι καὶ κατασχεῖν ἐμβριθεστέροις λογισμοῖς.
Πλάτων μὲν οὖν, ὥς φησιν αὐτός, ἑαυτὸν αἰσχυνθεὶς μάλιστα, μὴ δόξειε λόγος εἶναί μόνον, ἔργου δʼ ἑκὼν οὐδενὸς ἂν ἅψασθαι, καὶ προσδοκήσας διʼ ἑνὸς ἀνδρὸς ὥσπερ ἡγεμονικοῦ μέρους ἐκκαθαρθέντος ὅλην ἰατρεύσειν Σικελίαν νοσοῦσαν, ὑπήκουσεν.
οἱ δὲ τῷ Δίωνι πολεμοῦντες φοβούμενοι τὴν τοῦ Διονυσίου μεταβολήν ἔπεισαν αὐτὸν ἀπὸ τῆς φυγῆς μεταπέμπεσθαι Φίλιστον, ἄνδρα καὶ πεπαιδευμένον περὶ λόγους καὶ τυραννικῶν ἠθῶν ἐμπειρότατον, ὡς ἀντίταγμα πρὸς Πλάτωνα καὶ φιλοσοφίαν ἐκεῖνον ἕξοντες.
ὁ γὰρ δὴ Φίλιστος ἐξ ἀρχῆς τε τῇ τυραννίδι καθισταμένῃ προθυμότατον ἑαυτὸν παρέσχε, καὶ τὴν ἄκραν διεφύλαξε φρουραρχῶν ἐπὶ πολὺν χρόνον. ἦν δὲ λόγος ὡς καὶ τῇ μητρὶ πλησιάζοι τοῦ πρεσβυτέρου Διονυσίου, τοῦ τυράννου μὴ παντάπασιν ἀγνοοῦντος.
ἐπεὶ δὲ Λεπτίνης, ἐκ γυναικὸς ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε γενομένων αὐτῷ δυεῖν θυγατέρων, τὴν ἑτέραν ἔδωκε Φιλίστῳ μηδὲ φράσας πρὸς Διονύσιον, ὀργισθεὶς ἐκεῖνος τὴν μὲν γυναῖκα τοῦ Λεπτίνου δήσας ἐν πέδαις καθεῖρξε, τὸν δὲ Φίλιστον ἐξήλασε Σικελίας, φυγόντα παρὰ ξένους τινὰς εἰς τὸν Ἀδρίαν, ὅπου καὶ δοκεῖ τὰ πλεῖστα συνθεῖναι τῆς ἱστορίας σχολάζων.
οὐ γὰρ ἐπανῆλθε τοῦ πρεσβυτέρου ζῶντος, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτήν, ὥσπερ εἴρηται, κατήγαγεν αὐτὸν ὁ πρὸς Δίωνα τῶν ἄλλων φθόνος, ὡς αὐτοῖς τε μᾶλλον ἐπιτήδειον ὄντα καὶ τῇ τυραννίδι βεβαιότερον.
Chapter 12
οὗτος μὲν οὖν εὐθὺς κατελθὼν διεπεφύκει τῆς τυραννίδος τῷ δὲ Δίωνι καὶ παρʼ ἄλλων ἐτύγχανον οὖσαι διαβολαὶ καὶ κατηγορίαι πρός τὸν τύραννον, ὡς διειλεγμένῳ περὶ καταλύσεως τῆς ἀρχῆς πρός τε Θεοδότην καὶ πρός Ἡρακλείδην.
ἤλπιζε μὲν γὰρ, ὡς ἔοικε, διὰ Πλάτωνος παραγενομένου τὸ δεσποτικὸν καὶ λίαν ἄκρατον ἀφελὼν τῆς τυραννίδος ἐμμελῆ τινα καὶ νόμιμον ἄρχοντα τὸν Διονύσιον καταστήσειν·
εἰ δὲ ἀντιβαίνοι καὶ μὴ μαλάσσοιτο, καταλύσας ἐκεῖνον ἐγνώκει τὴν πολιτείαν ἀποδιδόναι Συρακουσίοις, οὐκ ἐπαινῶν μὲν δημοκρατίαν, πάντως δὲ βελτίω τυραννίδος ἡγούμενος τοῖς διαμαρτάνουσιν ὑγιαινούσης ἀριστοκρατίας.
Chapter 13
ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων Πλάτων εἰς Σικελίαν ἀφικόμενος περὶ μὲν τὰς πρώτας ἀπαντήσεις θαυμαστῆς ἐτύγχανε φιλοφροσύνης καὶ τιμῆς.
καὶ γὰρ ἅρμα τῶν βασιλικῶν αὐτῷ παρέστη κεκοσμημένον διαπρεπῶς ἀποβάντι τῆς τριήρους, καὶ θυσίαν ἔθυσεν ὁ τύραννος ὡς εὐτυχήματος μεγάλου τῇ ἀρχῇ προσγεγονότος.
αἰδὼς δὲ συμποσίων καὶ σχηματισμὸς αὐλῆς καὶ πρᾳότης αὐτοῦ τοῦ τυράννου περὶ ἕκαστα τῶν χρηματιζομένων θαυμαστὰς ἐνέδωκεν ἐλπίδας μεταβολῆς τοῖς πολίταις.
φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον, ὥς φασι, κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν.
ἡμερῶν δὲ ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις τοῦ δὲ κήρυκος, ὥσπερ εἰώθει, κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς, οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;
τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.
Chapter 14
οὐκέτʼ οὖν καθʼ ἕνα καὶ λαθραίως, ἀλλὰ πάντες ἀναφανδὸν ἐλοιδόρουν τὸν Δίωνα, λέγοντες ὡς οὐ λέληθε κατεπᾴδων καὶ καταφαρμάσσων τῷ Πλάτωνος λόγῳ Διονύσιον, ὅπως ἀφέντος ἑκουσίως αὐτοῦ καὶ προεμένου τὴν ἀρχὴν ὑπολαβὼν εἰς τοὺς Ἀριστομάχης περιστήσῃ παῖδας, ὧν θεῖός ἐστιν.
ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι μεγάλαις δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας,
νυνὶ δὲ διʼ ἑνὸς σοφιστοῦ καταλύουσι τὴν Διονυσίου τυραννίδα, συμπείσαντες αὐτὸν ἐκ τῶν μυρίων δορυφόρων ἀποδράντα, καὶ καταλιπόντα τὰς τετρακοσίας τριήρεις καὶ τοὺς μυρίους ἱππεῖς καὶ τοὺς πολλάκις τοσούτους ὁπλίτας, ἐν Ἀκαδημείᾳ τὸ σιωπώμενον ἀγαθὸν ζητεῖν καὶ διὰ γεωμετρίας εὐδαίμονα γενέσθαι, τὴν ἐν ἀρχῇ καὶ χρήμασι καὶ τρυφαῖς εὐδαιμονίαν Δίωνι καὶ τοῖς Δίωνος ἀδελφιδοῖς προέμενον.
ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς κελεύων, ὅταν Διονυσίῳ περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους ἀμεταπτώτως διʼ αὐτοῦ.
ταύτην ἀναγνοὺς Διονύσιος Φιλίστῳ καὶ μετʼ ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι·
καὶ μέτρια σκηψάμενος διαλλάττεσθαί τε φήσας, μόνον τε ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπʼ αὐτόν.
ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος οὐκ ἀνασχόμενος, ἀλλʼ εὐθὺς, ὡς εἶχεν, ἐνθέμενος εἰς ἀκάτιον προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι πρὸς τὴν Ἰταλίαν.
Chapter 15
γενομένου δὲ τούτου καὶ φανέντος ὠμοῦ τοῖς ἀνθρώποις, τὴν μὲν οἰκίαν τοῦ τυράννου πένθος εἶχε διὰ τὰς γυναῖκας, ἡ δὲ πόλις τῶν Συρακουσίων ἐπῆρτο πράγματα νεώτερα καὶ μεταβολὴν προσδεχομένη ταχεῖαν ἐκ τοῦ περὶ Δίωνα θορύβου καὶ τῆς πρὸς τὸν τύραννον ἀπιστίας τῶν ἄλλων.
ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας ὡς οὐ φυγῆς, ἀλλʼ ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη·
δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν πρὸς αὐτὸν εἰς Πελοπόννησον.
ἦν δʼ οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον.
ἄλλα δʼ ἐπέμπετο πολλὰ παρὰ τῶν γυναικῶν καὶ τῶν ἑταίρων, ὥστε χρημάτων ἕνεκα καὶ πλούτου λαμπρὸν ἐν τοῖς Ἕλλησιν εἶναι καὶ διαφανῆναι τῇ τοῦ φυγάδος εὐπορίᾳ τὴν τῆς τυραννίδος δύναμιν.
Chapter 16
Πλάτωνα δὲ Διονύσιος εὐθὺς μὲν εἰς τὴν ἀκρόπολιν μετέστησεν, ἔντιμον αὐτῷ σχήματι ξενίας φιλανθρώπου φρουρὰν μηχανησάμενος, ὡς μὴ συμπλέοι Δίωνι μάρτυς ὧν ἠδίκητο.
χρόνῳ δὲ καὶ συνδιαιτήσει, καθάπερ ψαύειν ἀνθρώπου θηρίον, ἐθισθεὶς ὑπομένειν τήν τε ὑπομένειν τήν τε Schenkl: ὑπομένειν τε τὴν. ὁμιλίαν αὐτοῦ καὶ τὸν λόγον, ἠράσθη τυραννικὸν ἔρωτα, μόνος ἀξιῶν ὑπὸ Πλάτωνος ἀντερᾶσθαι καὶ θαυμάζεσθαι μάλιστα πάντων, ἕτοιμος ὢν ἐπιτρέπειν τὰ πράγματα καὶ τὴν τυραννίδα μὴ προτιμῶντι τὴν πρὸς Δίωνα φιλίαν τῆς πρὸς αὐτόν,
ἦν οὖν τῷ Πλάτωνι συμφορὰ τὸ πάθος αὐτοῦ τοῦτο, μαινομένου καθάπερ οἱ δυσέρωτες ὑπὸ ζηλοτυπίας, καὶ πολλὰς μὲν ὀργὰς ἐν ὀλίγῳ χρόνῳ, πολλὰς δὲ διαλλαγὰς καὶ δεήσεις ποιουμένου πρὸς αὐτόν, ἀκροᾶσθαι δὲ τῶν λόγων καὶ κοινωνεῖν τῆς περὶ φιλοσοφίαν πραγματείας σπουδάζοντος μὲν ὑπερφυῶς, αἰδουμένου δὲ τοὺς ἀποτρέποντας ὡς διαφθαρησομένου.
ἐν τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὥραν ἔτους μεταπέμψασθαι Δίωνα.
καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμπεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ τοῦ χρόνου διὰ τὸν πόλεμον·
εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατʼ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.
Chapter 17
ταῦτα ἐπειρᾶτο ποιεῖν Πλάτων, καὶ Δίωνα τρέψας ἐπὶ φιλοσοφίαν ἐν Ἀκαδημείᾳ συνεῖχεν.
ᾤκει μὲν οὖν ἐν ἄστει παρὰ Καλλίππῳ τινὶ τῶν γνωρίμων, ἀγρὸν δὲ διαγωγῆς χάριν ἐκτήσατο, καὶ τοῦτον ὕστερον εἰς Σικελίαν πλέων Σπευσίππῳ δωρεὰν ἔδωκεν,
ᾧ μάλιστα τῶν Ἀθήνησι φίλων ἐχρῆτο καὶ συνδιῃτᾶτο, βουλομένου τοῦ Πλάτωνος ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ παιδιᾶς ἐμμελοῦς κατὰ καιρὸν ἁπτομένῃ κεραννύμενον ἀφηδύνεσθαι τοῦ Δίωνος τὸ ἦθος.
τοιοῦτος δέ τις ὁ Σπεύσιππος ἦν· ᾗ καὶ σκῶψαι ἀγαθὸν αὐτὸν ἐν τοῖς Σίλλοις ὁ Τίμων προσηγόρευσεν.
αὐτῷ δὲ Πλάτωνι χορηγοῦντι παίδων χορῷ τόν τε χορὸν ἤσκησεν ὁ Δίων καὶ τὸ δαπάνημα πᾶν ἐτέλεσε παρʼ ἑαυτοῦ, συγχωροῦντος τοῦ Πλάτωνος τὴν τοιαύτην φιλοτιμίαν πρὸς τοὺς Ἀθηναίους, ὡς ἐκείνῳ μᾶλλον εὔνοιαν ἢ δόξαν αὐτῷ φέρουσαν.
ἐπεφοίτα δὲ καὶ ταῖς ἄλλαις πόλεσιν ὁ Δίων, καὶ συνεσχόλαζε καὶ συνεπανηγύριζε τοῖς ἀρίστοις καὶ πολιτικωτάτοις ἀνδράσιν, οὐδὲν ἐν τῇ διαίτῃ σόλοικον ἐπιδεικνύμενος οὐδὲ τυραννικὸν οὐδὲ ἐπιτεθρυμμένον, ἀλλὰ σωφροσύνην καὶ ἀρετὴν καὶ ἀνδρείαν καὶ περὶ λόγους καὶ περὶ φιλοσοφίαν εὐσχήμονας διατριβάς.
ἐφʼ οἷς εὔνοια παρὰ πάντων ἐγίνετο καὶ ζῆλος αὐτῷ τιμαί τε δημόσιαι καὶ ψηφίσματα παρὰ τῶν πόλεων.
Λακεδαιμόνιοι δὲ καὶ Σπαρτιάτην αὐτὸν ἐποιήσαντο, τῆς Διονυσίου καταφρονήσαντες ὀργῆς, καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος.
λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν ἦν δέ, ὡς ἔοικε, τῶν πλουσίων τις καὶ δυνατῶν ὁ Πτοιόδωρος·
ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν ὁ Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους δυσχεραίνοντας καὶ ἀγανακτοῦντας, τί τοῦτον ἔφη, μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν.
Chapter 18
χρόνου δὲ προϊόντος ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις.
βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων.
φιλοτιμούμενος δὲ τῷ διαλέγεσθαι περιεῖναι πάντων, ἠναγκάζετο τοῖς Πλάτωνος παρακούσμασι κακῶς χρῆσθαι.
καὶ πάλιν ἐκεῖνον ἐπόθει, καὶ κατεγίνωσκεν αὐτός αὑτοῦ μὴ χρησάμενος παρόντι μηδὲ διακούσας ὅσα καλῶς εἶχεν.
οἷα δὲ τύραννος ἔμπληκτος ἀεὶ ταῖς ἐπιθυμίαις καὶ πρὸς πᾶσαν ὀξύρροπος σπουδήν, εὐθὺς ὥρμησεν ἐπὶ τὸν Πλάτωνα, καὶ πᾶσαν μηχανὴν αἴρων, συνέπεισε τοὺς περὶ Ἀρχύταν Πυθαγορικοὺς τῶν ὁμολογουμένων ἀναδόχους γενομένους καλεῖν Πλάτωνα· διʼ ἐκείνου γὰρ αὐτοῖς ἐγεγόνει φιλία καὶ ξενία τὸ πρῶτον.
οἱ δʼ ἔπεμψαν Ἀρχέδημον παρʼ αὐτόν· ἔπεμψε δὲ καὶ Διονύσιος τριήρη καὶ φίλους δεησομένους τοῦ Πλάτωνος·
αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα.
πολλαὶ δʼ ἀφίκοντο πρὸς Δίωνα παρὰ τῆς ἀδελφῆς καὶ γυναικὸς ἐπισκήψεις, δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ καὶ μὴ πρόφασιν παρασχεῖν.
οὕτω μὲν δή φησιν ὁ Πλάτων ἐλθεῖν τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ Σκύλλαν, Σκύλλαν as in Plato, Epist. vii. p. 346; Coraës retains the Σικελίαν of the MSS. ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσειε Χάρυβδιν.
Chapter 19
ἐλθὼν δὲ μεγάλης μὲν αὐτὸν ἐνέπλησε χαρᾶς, μεγάλης δὲ πάλιν ἐλπίδος Σικελίαν, συνευχομένην καὶ συμφιλοτιμουμένην Πλάτωνα μὲν Φιλίστου περιγενέσθαι, φιλοσοφίαν δὲ τυραννίδος.
ἦν δὲ πολλὴ μὲν τῶν γυναικῶν σπουδὴ περὶ αὐτόν,
ἐξαίρετος δὲ παρὰ τῷ Διονυσίῳ πίστις, ἣν οὐδεὶς ἄλλος εἶχεν, ἀδιερεύνητον αὐτῷ πλησιάζειν. δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις τοῦ μὲν διδόντος, τοῦ δὲ μὴ δεχομένου, παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον· αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.
μετὰ δὲ τὰς πρώτας φιλοφροσύνας, ἀρξαμένου Πλάτωνος ἐντυγχάνειν περὶ Δίωνος,
ὑπερθέσεις τὸ πρῶτον ἦσαν, εἶτα μέμψεις καὶ διαφοραὶ λανθάνουσαι τοὺς ἐκτός, ἐπικρυπτομένου Διονυσίου καὶ ταῖς ἄλλαις τὸν Πλάτωνα θεραπείαις καὶ τιμαῖς πειρωμένου παράγειν ἀπὸ τῆς Δίωνος εὐνοίας, οὐδʼ αὐτὸν ἔν γε τοῖς πρώτοις χρόνοις ἀποκαλύπτοντα τὴν ἀπιστίαν αὐτοῦ καὶ ψευδολογίαν, ἀλλʼ ἐγκαρτεροῦντα καὶ σχηματιζόμενον.
οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν πάντας οἰομένων. ἑλίκων ὁ Κυζικηνός εἷς τῶν Πλάτωνος συνήθων ἡλίου προεῖπεν ἔκλειψιν καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον.
Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν. ἐκείνων δὲ φράσαι δεομένων, προλέγω τοίνυν, εἶπεν, ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους.
τέλος δὲ τὴν μ?ὲν οὐσίαν τοῦ Δίωνος ὁ Διονύσιος ἐπώλει καὶ τὰ χρήματα κατεῖχε, Πλάτωνα δʼ ἐν τῷ περὶ τὴν οἰκίαν κήπῳ διαιτώμενον εἷς τοὺς μισθοφόρους μετέστησε πάλαι μισοῦντας αὐτὸν καὶ ζητοῦντας ἀνελεῖν ὡς πείθοντα Διονύσιον ἀφεῖναι τὴν τυραννίδα καὶ ζῆν ἀδορυφόρητον,
Chapter 20
ἐν τοιούτῳ δὲ κινδύνῳ γενομένου τοῦ Πλάτωνος οἱ περὶ Ἀρχύταν πυθόμενοι ταχὺ πέμπουσι πρεσβείαν καὶ τριακόντορον, ἀπαιτοῦντες τὸν ἄνδρα παρὰ Διονυσίου καὶ λέγοντες ὡς αὐτοὺς λαβὼν ἀναδόχους τῆς ἀσφαλείας πλεύσειεν εἰς Συρακούσας.
ἀπολεγομένου δὲ τοῦ Διονυσίου τὴν ἔχθραν ἑστιάσεσι καὶ φιλοφροσύναις περὶ τὴν προπομπήν, ἓν δέ τι προαχθέντος πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν· ἦ που, Πλάτων, πολλὰ καὶ δεινὰ κατηγορήσεις ἡμῶν πρὸς τοὺς συμφιλοσοφοῦντας·
ὑπομειδιάσας ἐκεῖνος ἀπεκρίνατο μὴ τοσαύτη λόγων ἐν Ἀκαδημείᾳ γένοιτο σπάνις ὥστε σοῦ τινα μνημονεῦσαι.
τοιαύτην μὲν τὴν ἀποστολὴν τοῦ Πλάτωνος γενέσθαι λέγουσιν· οὐ μέντοι τὰ Πλάτωνος αὐτοῦ πάνυ τούτοις συνᾴδει.
Chapter 21
Δίων δὲ καὶ τούτοις ἐχαλέπαινε, καὶ μετʼ ὀλίγον χρόνον ἐξεπολεμώθη παντάπασι πυθόμενος τὸ περὶ τὴν γυναῖκα, περὶ οὗ καὶ Πλάτων ᾐνίξατο γράφων πρὸς Διονύσιον, ἦν δὲ τοιοῦτον.
μετὰ τὴν ἐκβολὴν τοῦ Δίωνος ἀποπέμπων Πλάτωνα Διονύσιος ἐκέλευσεν αὐτοῦ διʼ ἀπορρήτων πυθέσθαι, μή τι κωλύοι τὴν γυναῖκα πρὸς γάμον ἑτέρῳ δοθῆναι·
καὶ γὰρ ἦν λόγος, εἴτʼ ἀληθὴς εἴτε συντεθεὶς ὑπὸ τῶν Δίωνα μισούντων, ὡς οὐ καθʼ ἡδονὴν ὁ γάμος εἴη Δίωνι γεγονὼς οὐδʼ εὐάρμοστος ἡ πρὸς τὴν γυναῖκα συμβίωσις.
ὡς οὖν ἧκεν ὁ Πλάτων Ἀθήναζε καὶ τῷ Δίωνι περὶ πάντων ἐνέτυχε, γράφει πρὸς τὸν τύραννον ἐπιστολήν τὰ μὲν ἄλλα σαφῶς πᾶσιν, αὐτὸ δὲ τοῦτο μόνῳ γνώριμον ἐκείνῳ φράζουσαν, ὡς διαλεχθείη Δίωνι περὶ τοῦ πράγματος ἐκείνου καὶ σφόδρα δῆλος εἴη χαλεπαίνων, εἰ τοῦτο Διονύσιος ἐξεργάσαιτο.
καὶ τότε μὲν ἔτι πολλῶν ἐλπίδων οὐσῶν πρὸς τὰς διαλύσεις οὐδὲν ἔπραξε περὶ τὴν ἀδελφὴν νεώτερον, ἀλλʼ εἴα μένειν αὐτὴν μετὰ τοῦ παιδίου τοῦ Δίωνος οἰκοῦσαν.
ἐπεὶ δὲ παντάπασιν ἀσυμβάτως εἶχε καὶ Πλάτων αὖθις ἐλθὼν ἀπεπέμφθη πρὸς ἀπέχθειαν, οὕτω τὴν Ἀρετὴν ἄκουσαν ἑνὶ τῶν φίλων Τιμοκράτει δίδωσιν, οὐ μιμησάμενος τὴν κατά γε τοῦτο τοῦ πατρὸς ἐπιείκειαν.
ἐγεγόνει γὰρ, ὡς ἔοικε, κἀκείνῳ Πολύξενος ὁ τὴν ἀδελφὴν ἔχων αὐτοῦ Θέστην πολέμιος, ἀποδράντος οὖν αὐτοῦ διὰ φόβον καὶ φυγόντος ἐκ Σικελίας μεταπεμψάμενος ᾐτιᾶτο τὴν ἀδελφήν, ὅτι συνειδυῖα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐ κατεῖπε πρὸς αὐτόν.
ἡ δʼ ἀνεκπλήκτως καὶ νὴ Δίʼ ἀφόβως· εἶθʼ οὕτω σοι δοκῶ, Διονύσιε, φαύλη γυνὴ γεγονέναι καὶ ἄνανδρος ὥστε προγνοῦσα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐκ ἂν συνεκπλεῦσαι καὶ μετασχεῖν τῆς αὐτῆς τύχης; ἀλλʼ οὐ προέγνων ἐπεὶ καλῶς εἶχέ μοι μᾶλλον Πολυξένου γυναῖκα φεύγοντος ἢ σοῦ τυραννοῦντος ἀδελφὴν λέγεσθαι.
ταῦτα τῆς Θέστης παρρησιασαμένης θαυμάσαι λέγουσι τὸν τύραννον.ἐθαύμασαν δὲ καὶ οἱ Συρακούσιοι τὴν ἀρετὴν τῆς γυναικός, ὥστε καὶ μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος ἐκείνῃ τιμὴν καὶ θεραπείαν βασιλικὴν ὑπάρχειν, ἀποθανούσης δὲ δημοσίᾳ πρὸς τὴν ταφὴν ἐπακολουθῆσαι τοὺς πολίτας. ταῦτα μὲν οὖν οὐκ ἄχρηστον ἔχει τὴν παρέκβασιν.
Chapter 22
ὁ δὲ Δίων ἐντεῦθεν ἤδη τρέπεται πρὸς πόλεμον, αὐτοῦ μὲν Πλάτωνος ἐκποδὼν ἱσταμένου διʼ αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας, Σπευσίππου δὲ καὶ τῶν ἄλλων ἑταίρων τῷ Δίωνι συλλαμβανόντων καὶ παρακελευομένων ἐλευθεροῦν Σικελίαν χεῖρας ὀρέγουσαν αὐτῷ καὶ προθύμως ὑποδεχομένην.
ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον, ὡς ἔοικε, μᾶλλον ἀναμιγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν,
καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δʼ ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδʼ ὁπλίτας μηδʼ ἵππους, ἀλλʼ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον.
ταῦτα τῶν περὶ Σπεύσιππον ἀγγελλόντων ἐπιρρωσθεὶς ἐξενολόγει κρύφα καὶ διʼ ἑτέρων ἐπικρυπτόμενος τὴν διάνοιαν.
συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.
συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς.
τῶν δʼ ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δʼ ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.
ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.
Chapter 23
οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις· καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον.
ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι Συρακουσίων καὶ τῶν ἄλλων Σικελιωτῶν πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν.
ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δʼ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν·
καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία, θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους ὅτι παρηκμακὼς ἀνὴρ ἤδη καὶ τοσαύτης εὐπορίας κύριος οὐκ ἂν ἐπιχειροίη παραβόλοις πράγμασι χωρὶς ἐλπίδος βεβαίου καὶ φίλων ἐνδιδόντων ἐκεῖθεν αὐτῷ τὰς πλείστας καὶ μεγίστας ἀφορμάς.
Chapter 24
μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη, καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν λογιζομένοις τὰς ἐκλειπτικὰς περιόδους καὶ τὴν γινομένην τοῦ σκιάσματος ἀπάντησιν πρὸς τὴν σελήνην καὶ τῆς γῆς τὴν ἀντίφραξιν πρὸς τὸν ἥλιον.
ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μιλτᾶς ὁ μάντις ἐν μέσῳ καταστὰς ἐκέλευε θαρρεῖν αὐτοὺς καὶ προσδοκᾶν τὰ κράτιστα· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν·
ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος, ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας.
τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι.
λέγεται δὲ καὶ τῷ Διονυσίῳ πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα.
ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν·
ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι.
χοῖροι δʼ ἐτέχθησαν αὐτῷ τῶν μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δʼ οὐκ ἔχοντες.
ἀπεφαίνοντο δʼ οἱ μάντεις τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος, τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακουσίοις.
ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ δυναστείας· ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῇ τυραννίδι βουλεύειν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε.
Chapter 25
τοὺς δὲ στρατιώτας τοὺς Δίωνος ἐξεδέξαντο στρογγύλαι δύο ναῦς, τρίτον δὲ πλοῖον οὐ μέγα καὶ δύο τριακόντοροι παρηκολούθουν.
ὅπλα δέ, χωρὶς ὧν εἶχον οἱ στρατιῶται, δισχιλίας μὲν ἐκόμιζεν ἀσπίδας, βέλη δὲ καὶ δόρατα πολλὰ, καὶ πλῆθος ἐφοδίων ἄφθονον, ὅπως ἐπιλίπῃ μηδὲν αὐτοὺς ποντοποροῦντας, ἅτε δὴ τὸ σύμπαν ἐπὶ πνεύμασι καὶ θαλάσσῃ πεποιημένους τὸν πλοῦν διὰ τὸ τὴν γῆν φοβεῖσθαι καὶ πυνθάνεσθαι Φίλιστον ἐν Ἰαπυγίᾳ ναυλοχοῦντα παραφυλάττειν.
ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας.
καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους, ὥρᾳ θέρους νότον περιμένοντας.
Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος παρέπλευσε τὸν Πάχυνον.
ἐκ δὲ τούτου τραχὺς μὲν ἀπαρκτίας ἐπιπεσὼν ἤλαυνε πολλῷ κλύδωνι τὰς ναῦς ἀπὸ τῆς Σικελίας, ἀστραπαὶ δὲ καὶ βρονταὶ φανέντος Ἀρκτούρου συμπεσοῦσαι πολὺν ἐξ οὐρανοῦ χειμῶνα καὶ ῥαγδαῖον ὄμβρον ἐξέχεαν·
ᾧ τῶν ναυτῶν συνταραχθέντων καὶ πλάνης γενομένης καθορῶσιν αἰφνίδιον ὑπὸ τοῦ κύματος ὠθουμένας τὰς ναῦς ἐπὶ τὴν πρὸς Λιβύῃ Κέρκιναν, ᾗ μάλιστα κρημνώδης ἀπήντα καὶ τραχεῖα προσφερομένοις αὐτοῖς ἡ νῆσος.
μικρὸν οὖν δεήσαντες ἐκριφῆναι καὶ συντριβῆναι περὶ τὰς πέτρας ἐβιάζοντο πρὸς κοντὸν παραφερόμενοι μόλις, ἕως ὁ χειμὼν ἐλώφησε καὶ πλοίῳ συντυχόντες ἔγνωσαν ἐπὶ ταῖς καλουμέναις κεφαλαῖς τῆς μεγάλης Σύρτεως ὅντες.
ἀθυμοῦσι δʼ αὐτοῖς πρὸς τὴν γαλήνην καὶ διαφερομένοις αὔραν τινὰ κατέσπειρεν ἡ χώρα νότιον, οὐ πάνυ προσδεχομένοις νότον οὐδὲ πιστεύουσι τῇ μεταβολῇ.
κατὰ μικρὸν δὲ ῥωννυμένου τοῦ πνεύματος καὶ μέγεθος λαμβάνοντος ἐκτείναντες ὅσον ἦν ἱστίων, καὶ προσευξάμενοι τοῖς θεοῖς, πελάγιοι πρὸς τὴν Σικελίαν ἔφευγον ἀπὸ τῆς Λιβύης·
καὶ θέοντες ἐλαφρῶς πεμπταῖοι κατὰ Μίνῳαν ὡρμίσαντο, πολισμάτιον ἐν τῇ Σικελίᾳ τῆς Καρχηδονίων ἐπικρατείας.
ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ,…
οἱ…
…
The complete text is available when the reading interface loads.