The Greek Library Author

Plutarch

Βροῦτος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1918
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg061.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Μάρκου δὲ Βρούτουπρόγονος ἦν Ἰούνιος Βροῦτος, ὃν ἀνέστησαν ἐν Καπιτωλίῳ χαλκοῦν οἱ πάλαι Ῥωμαῖοι μέσον τῶν βασιλέων, ἐσπασμένον ξίφος, ὡς βεβαιότατα καταλύσαντα Ταρκυνίους.

ἀλλʼ ἐκεῖνος μέν, ὥσπερ τὰ ψυχρήλατα τῶν ξιφῶν, σκληρὸν ἐκ φύσεως καὶ οὐ μαλακὸν ἔχων ὑπὸ λόγου τὸ ἦθος ἄχρι παιδοφονίας ἐξώκειλε τῷ θυμῷ τῷ κατὰ τῶν τυράννων,

οὑτοσὶ δʼ, ὑπὲρ οὗ γράφεται ταῦτα, παιδείᾳ καὶ λόγῳ διὰ φιλοσοφίας καταμίξας τὸ ἦθος, καὶ τὴν φύσιν ἐμβριθῆ καὶ πρᾳεῖαν οὖσαν ἐπεγείρας ταῖς πρακτικαῖς ὁρμαῖς, ἐμμελέστατα δοκεῖ κραθῆναι πρὸς τὸ καλόν,

ὥστε καὶ τοὺς ἀπεχθανομένους αὐτῷ διὰ τὴν ἐπὶ Καίσαρα συνωμοσίαν, εἰ μέν τι γενναῖον ἡ πρᾶξις ἤνεγκε, Βρούτῳ προσάπτειν, τὰ δυσχερέστερα δὲ τῶν γεγονότων τρέπειν εἰς Κάσσιον, οἰκεῖον μέν ὄντα Βρούτου καὶ φίλον, ἁπλοῦν δὲ τῷ τρόπῳ καὶ καθαρὸν οὐχ ὁμοίως.

Σερβιλία δὲ ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἀάλαν Ἀάλαν Cobet: Ἄλαν. Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου καὶ ταράττοντος τὸν δῆμον ἐγχειρίδιον λαβὼν ὑπὸ μάλης προῆλθεν εἰς ἀγοράν καὶ παραστὰς τῷ ἀνδρὶ πλησίον, ὡς ἐντυγχάνειν τι μέλλων καὶ διαλέγεσθαι, προσνεύσαντα πατὰξας ἀπέκτεινε.

τοῦτο μέν οὖν ὁμολογούμενόν ἐστι· τὸ δὲ πατρῷον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς Βροῦτον οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν οὐδὲν γὰρ ἐκείνῳ λειφθῆναι γένος ἀνελόντι τοὺς υἱούς, ἀλλὰ δημότην τοῦτον, οἰκονόμου υἱὸν ὄντα Βρούτου, ἄρτι καὶ πρῴην εἰς ἄρχοντα προελθεῖν.

Ποσειδώνιος δʼ ὁ φιλόσοφος τοὺς μέν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφʼ οὗ τὸγένος ὡρμῆσθαι·

καὶ τῶν γε καθʼ αὑτὸν ἐκ τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας, περὶ μέν οὖν τούτων τοσαῦτα.

Chapter 2

Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον.

τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος, διαφερόντως δʼ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος.

καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον.

ὁ δʼἜμπυλος οὗ καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, ὃ Βροῦτος ἐπιγέγραπται.

Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς διεξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς ὁ Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός ἐστιν.

οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς· ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα· ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.

πάλιν Σαμίοις· αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τίτούτων τέλος ἐννοεῖσθε;

καὶ ἑτέραν Ξάνθιοιτὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον ἀπονοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθʼ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι. τὸ μὲν οὖν τῶν παρασήμων γένος ἐπιστολίων τοιοῦτόν ἐστιν.

Chapter 3

ἔτι δὲ μειράκιον ὢν Κάτωνι τῷ θείῳ συναπεδήμησεν εἰς Κύπρον ἐπὶ Πτολεμαῖον ἀποσταλέντι.

Πτολεμαίου δὲ διαφθείραντος ἑαυτὸν ὁ Κάτων αὐτὸς ἐν Ῥόδῳ διατριβὴν ἔχων ἀναγκαίαν ἔτυχε μὲν ἤδη τινὰ τῶν φίλων Κανίδιον ἐπὶ τὴν τῶν χρημάτων φυλακὴν ἀπεσταλκώς, δείσας δʼ ἐκεῖνον ὡς οὐκ ἀφεξόμενον κλοπῆς, ἔγραψε τῷ Βρούτῳ πλεῖν τὴν ταχίστην εἰς Κύπρον ἑκ Παμφυλίας· ἐκεῖ γὰρ ἑαυτὸν ἀναλαμβάνων ἔκ τινος ἀσθενείας διῆγεν.

ὁ δὲ καὶ μάλα ἄκων ἔπλευσε, τόν τε Κανίδιον αἰδούμενος ὡς ἀτίμως ἀπερριμμένον ὑπὸ τοῦ Κάτωνος, καὶ ὅλως τὴν τοιαύτην ἐπιμέλειαν καὶ διοίκησιν, ἅτε δὴ νέος καὶ σχολαστής, οὐκ ἐλευθέριον οὐδʼ ἑαυτοῦ ποιούμενος.

οὐ μὴν ἀλλὰ καὶ περὶ ταῦτα συντείνας ἑαυτὸν ὑπὸ τοῦ Κάτωνος ἐπῃνέθη, καὶ τῆς οὐσίας ἐξαργυρισθείσης ἀναλαβὼν τὰ πλεῖστα τῶν χρημάτων εἰς Ῥώμην ἔπλευσεν.

Chapter 4

ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηΐου καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος· ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον·

ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος τῆς τοῦ Καίσαρος Lentz: τοῦ Καίσαρος. ἐκείνῳ προσέθετο.

καίτοι πρότερον ἀπαντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δʼ ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν.

ὡς δʼἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων·

ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων.

ἐν δὲ τῇ στρατείᾳ τῆς ἡμέρας ὅσα μὴ Πομπηΐῳ συνῆν περὶ λόγους καί βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καί πρὸ τῆς μεγάλης μάχης.

ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων, τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες.

ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.

Chapter 5

λέγεται δὲ καὶ Καῖσαρ οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφʼ ἑαυτὸν ἡγεμόσιν ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον, ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν, εἰ δὲ ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι· καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ χαριζόμενος.

ἐγνώκει γὰρ, ὡς ἔοικε, νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθʼ οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι.

λέγεται δὲ τῶν περὶ Κατιλίναν πραγμάτων μεγάλων ἐμπεπτωκότων εἰς τὴν σύγκλητον, ἃ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν πόλιν, ἑστάναι μὲν ὁμοῦ Κάτωνα καὶ Καίσαρα διαφερομένους περὶ γνώμης, ἐν τούτῳ δὲ γραμματιδίου μικροῦ προσδοθέντος ἔξωθεν Καίσαρι, τὸν μὲν ἀναγινώσκειν σιωπῇ, Κάτωνα δὲ βοᾶν ὡς δεινὰ ποιεῖ Καῖσαρ ἐντεύξεις καὶ γράμματα παρὰ τῶν πολεμίων προσδεχόμενος.

θορυβησάντων δὲ πολλῶν, καὶ τοῦ Καίσαρος τὸ δελτάριον, ὡς εἶχε, τῷ Κάτωνι προσδόντος, ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον ἐκεῖνο μὲν ῥῖψαι πρὸς τὸν Καίσαρα καὶ εἰπεῖν κράτει, μέθυσε πρὸς δὲ τὴν γνώμην καὶ τὸν λόγον αὖθις ἐξ ἀρχῆς τραπέσθαι. οὕτω μὲν ἦν ὁ πρὸς Καίσαρα Σερβιλίας ἔρως περιβόητος.

Chapter 6

γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲτοῦ χάρακος, ἔλαθεν ὁ Βροῦτος κατὰ πύλας πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών καὶ διὰ νυκτὸς ἀποσωθεὶςεἰς Λάρισσαν.

ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθη τε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν.

οὐδενὸς δʼ ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλʼ ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης.

καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπʼ Αἰγύπτου συνέτεινεν.

ἀλλὰ Πομπήϊον μὲν, ὥσπερ εἴκασε Βροῦτος, Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον ἐδέξατο. Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος.

καὶ δὴ καὶ τῷτῶν Λιβύων βασιλεῖ προηγορῶν μὲν ἡττᾶτο τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος περὶ τούτου περὶ τούτου transposed by Bekker, after Vögelin, to the following sentence, between αὐτοῦ and λέγοντος (as soon as he heard him speaking in his behalf). πολλὴν αὐτῷ διέσωσε τῆς ἀρχῆς,

λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους· οὗτος ὁ νεανίας οὐκ οἶδα μὲν ὃ βούλεται, πᾶν δʼ ὃ βούλεται σφόδρα βούλεται.

τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλʼ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.

πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.

μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας·

τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνοις καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία Βροῦτος ἦν.

καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι, καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.

Chapter 7

ἐπεὶ δὲ πλειόνων στρατηγιῶν οὐσῶν τὴν μέγιστον ἔχουσαν ἀξίωμα, καλουμένην δὲ πολιτικήν, ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος, οἱ μὲν αὐτοὺς λέγουσιν ἐξ αἰτιῶν προτέρων ἡσυχῇ διαφερομένους ἔτι μᾶλλον ὑπὲρ τούτου διαστασιάσαι, καίπερ οἰκείους ὄντας· Ἰουνίᾳ γὰρ, ἀδελφῇ Βρούτου, συνῴκει Κάσσιος·

οἱ δὲ Καίσαρος ἔργον γενέσθαι τὴν φιλονεικίαν ταύτην, ἑκατέρῳ κρύφα διʼ ἐλπίδων ἐνδιδόντος ἑαυτόν, ἄχρι οὗ προαχθέντες οὕτω καὶ παροξυνθέντες εἰς ἀγῶνα κατέστησαν.

ἠγωνίζετο δὲ Βροῦτος εὐκλείᾳ καὶ ἀρετῇ πρὸς πολλὰ τοῦ Κασσίου καὶ λαμπρὰ τὰ Παρθικὰ νεανιεύματα.

Καῖσαρ δʼ ἀκούσας καὶ βουλευόμενος ἐν τοῖς φίλοις εἶπε· δικαιότερα μὲν λέγει Κάσσιος, Βρούτῳ δὲ τὴν πρώτην δοτέον.

ἀπεδείχθη δὲ Κάσσιος ἐφʼ ἑτέρᾳ στρατηγός, οὐ τοσοῦτον εὐνοίας ἔχων διʼ ἣν ἔλαβεν ὅσον ὀργῆς ὧν ἀπέτυχε.

Βροῦτος δὲ καὶ τἆλλα μετεῖχε τῆς Καίσαρος δυνάμεως ὅσον ἐβούλετο. βουλομένῳ γὰρ ὑπῆρχεν εἶναι τῶν φίλων πρώτῳ καὶ δύνασθαι πλεῖστον·

ἀλλʼ εἷλκεν αὐτὸν ἡ περὶ Κάσσιον ἑταιρεία καὶ ἀπέστρεφεν, αὐτῷ μὲν οὔπω Κασσίῳ διηλλαγμένον ἐξ ἐκείνης τῆς φιλοτιμίας, ἀκούοντα δὲ τῶν φίλων διακελευομένων μὴ περιορᾶν αὑτὸν ὑπὸ Καίσαρος μαλασσόμενον καὶ κηλούμενον, ἀλλὰ φεύγειν τὰς τυραννικὰς φιλοφροσύνας καὶ χάριτας, αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλʼ ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα χρῆσθαι πρὸς αὐτόν.

Chapter 8

οὐμὴν οὐδὲ Καῖσαρ ἀνύποπτος ἦν πάμπαν οὐδʼ ἀδιάβλητος πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν φρόνημα καὶ τὸ ἀξίωμα καὶ τοὺς φίλους ἐδεδίει τοῦ ἀνδρός, ἐπίστευε δὲ τῷ ἤθει.

καὶ πρῶτον μὲν Ἀντωνίου καὶ Δολοβέλλα λεγομένων νεωτερίζειν οὐκ ἔφη τοὺς παχεῖς καὶ κομήτας ἐνοχλεῖν, ἀλλὰ τοὺς ὠχροὺς καὶ ἰσχνοὺς ἐκείνους· Βροῦτον λέγων καὶ Κάσσιον.

ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον; ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθʼ ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον.

καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.

ἀλλὰ Κάσσιος, ἀνὴρ θυμοειδὴς καὶ μᾶλλον ἰδίᾳ μισοκαῖσαρ ἢ κοινῇ μισοτύραννος, ἐξέκαυσε καὶ κατήπειξε.

λέγεται δὲ Βροῦτος μὲν τὴν ἀρχὴν βαρύνεσθαι, Κάσσιος δὲ τὸν ἄρχοντα μισεῖν, ἄλλα τε κατʼ αὐτοῦ ποιούμενος ἐγκλήματα καὶ λεόντων ἀφαίρεσιν, οὓς Κάσσιος μὲν ἀγορανομεῖν μέλλων παρεσκευάσατο, Καῖσαρ δὲ καταληφθέντας ἐν Μεγάροις, ὅθʼ ἡ πόλις ἥλω διὰ Καληνοῦ, κατέσχε.

ταῦτα τὰ θηρία συμφορὰν λέγεται μεγάλην γενέσθαι Μεγαρεῦσιν. οἱ μὲν γὰρ ἤδη τῆς πόλεως καταλαμβανομένης διέσπασαν τὰ κλεῖθρα καὶ τοὺς δεσμοὺς ἀνῆκαν, ὡς ἐμποδὼν εἴη τὰ θηρία τοῖς ἐπιφερομένοις, τὰ δʼ ὤρουσεν εἰς αὐτοὺς ἐκείνους καὶ διαθέοντας ἀνόπλους ἥρπαζεν, ὥστε καὶ τοῖς πολεμίοις τὴν ὄψιν οἰκτρὰν γενέσθαι.

Chapter 9

τῷ δʼ οὖν Κασσίῳ ταύτην μάλιστά φασιν αἰτίαν ὑπάρξαι τῆς ἐπιβουλῆς· οὐκ ὀρθῶς λέγοντες. ἐξ ἀρχῆς γὰρ ἦν τῇ φύσει τοῦ Κασσίου δυσμένειά τις καὶ χαλεπότης πρὸς τὸ γένος τῶν τυράννων, ὡς ἐδήλωσεν ἔτι παῖς ὢν βαδίζων εἰς ταὐτὸ τῷ τοῦ Σύλλα παιδὶ Φαύστῳ διδασκαλεῖον.

ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν· ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ.

βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι καὶ δικάζεσθαι Πομπήϊος ἐκώλυσε, καὶ συναγαγὼν εἰς ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ τοῦ πράγματος.

ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν ἂγε δή;, ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφʼ ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα.

τοιοῦτος μὲν ὁ Κάσσιος· Βροῦτον δὲ πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται.

τῷ μὲν γὰρ ἀνδριάντι τοῦ προπάτορος Βρούτου τοῦ καταλύσαντος τὴν τῶν βασιλέων ἀρχήν ἐπέγραφον εἴθε νῦν ἦς, Βροῦτε· καὶ ὢφελε ζῆν Βροῦτος.

τὸ δʼαὐτοῦ Βρούτου βῆμα στρατηγοῦντος εὑρίσκετο μεθʼ ἡμέραν ἀνάπλεων γραμμάτων τοιούτων Βροῦτε, καθεύδεις; καὶ οὐκ εἶ Βροῦτος ἀληθῶς.

αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες ἄλλας τε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος.

τοὐναντίον δʼ ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.

Chapter 10

Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο· δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον·

εἰ δὲ μή,καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους· ὡς οὐκ ἂι ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου.

ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι· πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν.

φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, τί οὖν, εἶπεν ὁ Κάσσιος, ἂν καλῶσιν ἡμᾶς; ἐμὸν ἔργον, ἔφη ὁ Βροῦτος, ἤδη τὸ μὴ σιωπᾶν, ἀλλʼ ἀμύνειν τῇ πατρίδι ἀμύνειν τῇ πατρίδι Letnz, comparing Appian, B.C. ii. 113: ἀμύνειν. καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας.

καὶ ὁ Κάσσιος ἐπαρθείς, τίς δʼ, εἶπε, Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος;

ἆρα ἀγνοεῖς, ὦ Βροῦτε, σεαυτόν; ἢ τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέας καὶ μονομάχους, παρὰ σοῦ δὲ ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, αὐτοὺς δʼ ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἷον ἀξιοῦσι καὶ προσδέχονται φανέντος;

ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.

Chapter 11

ἦν δέτις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν.

οὗτος, οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ διʼ ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης.

πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, ὦ Λιγάριε, εἶπεν, ἐν οἵῳ καιρῷ νοσεῖς. κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, ἀλλʼ εἴ τι, φησὶν, ὦ Βροῦτε, σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω.

Chapter 12

ἐκτούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλʼ ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.

διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρʼ αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθʼ ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας τάχους δεομένην.

ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν, ὁ μέν Φαώνιος ἀπεκρίνατο χεῖρον εἶναι μοναρχίας παρανόμου πόλεμον ἐμφύλιον, ὁ δὲ Στατίλιος ἔφη τῷ σοφῷ καὶ νοῦν ἔχοντι διὰ φαύλους καὶ ἀνοήτους κινδυνεύειν καὶ ταράττεσθαι μὴ καθήκειν.

παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.

δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.

Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δʼ αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως.

καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο.

καὶ μήθʼ ὅρκον συνομόσαντες μήτε πίστιν καθʼ ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.

Chapter 13

ὁ δὲΒροῦτος, ἅτε δὴ τὰ πρῶτα τῆς Ῥώμης φρονήματα καί γένη καί ἀρετὰς ἐξηρτημένος ἑαυτοῦ καί περινοῶν πάντα τὸν κίνδυνον, ἔξω μὲν ἐπειρᾶτο κατέχειν παρʼ ἑαυτῷ καί κατακοσμεῖν τὴν διάνοιαν,

οἴκοι δὲ καί νύκτωρ οὐκ ἦν ὁ αὐτός, ἀλλὰ τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἠ φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ καί διατρίβων ἐν ταῖς ἀπορίαις οὐκ ἐλάνθανε τὴν γυναῖκα συναναπαυομένην, ὅτι μεστός ἐστι ταραχῆς ἀήθους καί κυκλεῖ τι παρʼ ἑαυτῷ δύσφορον βούλευμα καί δυσεξέλικτον.

ἡ δὲ Πορκία θυγάτηρ μὲν, ὥσπερ εἴρηται, Κάτωνος ἦν, εἶχε δʼ αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε κόρην οὖσαν ἔτι καί παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα· καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων Βρούτου γεγραμμένον ὑπʼ αὐτοῦ διασῴζεται.

φιλόστοργος δʼ ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν.

λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.

ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως·

ἐγὼ,Βροῦτε, Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καί τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δὲ ἀνιαρῶν.

τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρʼ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;

οἶδʼὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον ἀλλʼ,ʼ ἔστι τίς, ὦ Βροῦτε, καί τροφῆς ἀγαθῆς καί ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς·

ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δʼ ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι.

ταῦτʼ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δʼ ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.

Chapter 14

προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας.

ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον, ἐξέδραν ἔχουσα ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον ἐκόσμησεν.

εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος ʽεἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν̓, ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.

ἐλθούσης δὲ τῆς ἡμέρας Βροῦτος μὲν ὑποζωσάμενος ἐγχειρίδιον μόνης συνειδυίας τῆς γυναικὸς προῆλθεν, οἱ δʼ ἄλλοι πρὸς Κάσσιον ἁθροισθέντες τὸν υἱὸν αὐτοῦ τὸ καλούμενον ἀνδρεῖον ἱμάτιον ἀναλαμβάνοντα κατῆγον εἰς ἀγοράν.

ἐκεῖθεν δὲ πάντες εἰς τὴν Πομπηΐου στοὰν ἐμβαλόντες διέτριβον, ὡς αὐτίκα Καίσαρος ἀφιξομένου πρὸς τὴν σύγκλητον.

ἔνθα δὴ μάλιστα τῶν ἀνδρῶν τὸ ἀπαθὲς καὶ παρὰ τὰ δεινὰ καθεστηκὸς ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον, ὅτι πολλοῖς διὰ τὸ στρατηγεῖν ἀναγκαζόμενοι χρηματίζειν οὐ μόνον πρᾴως ἠκροῶντο τῶν ἐντυγχανόντων καὶ διαφερομένων ὥσπερ σχολάζοντες, ἀλλὰ καὶ τὰς κρίσεις ἑκάστοις ἀκριβεῖς καὶ μετὰ γνώμης ἐδίδοσαν, ἐπιμελῶς προσέχοντες.

ἐπεὶ δέ τις μὴ βουλόμενος δίκην ὑποσχεῖν ἐπεκαλεῖτο Καίσαρα καὶ πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος, ἀποβλέψας ὁ Βροῦτος εἰς τοὺς παρόντας, ἐμὲ Καῖσαρ, εἶπεν, οὔτε κωλύει ποιεῖν τὰ κατὰ τοὺς νόμους οὔτε κωλύσει.

Chapter 15

καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε· πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων.

δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, σὺ μὲν, εἶπεν, ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.

ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος, πόθεν, ἔφη, ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστʼ εἰς ἀγορανομίαν ἀποδύεσθαι; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον·

αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, συνεύχομαι, φησὶν, ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν· οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτʼ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν.

ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.

ἡγὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπʼ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.

τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτʼ ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλʼ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δʼ αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.

αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.

οὐ μὴν ἀλλʼ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρʼ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδʼ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.

Chapter 16

ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλʼ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν.

ἐκβάντι δʼ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν.

οἱ δὲ συνωμόται ʽλεγέσθω γὰρ οὕτωσʼ τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δʼ ἀφʼ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόν τε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλʼ εὐθὺς ἀποθνῄσκειν διʼ αὑτῶν.

Κασσίου δʼ ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε.

καί μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.

Chapter 17

τῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ.

καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ αἰσθανόμενον, Τρεβώνιος δὲ περὶ τὰς θύρας Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε.

Καίσαρι δὲ εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δʼ εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον· καὶ συνεδέοντο πάντες, ἁπτόμενοί τε χειρῶν καὶ στέρνα καὶ κεφαλὴν κατεφίλουν.

ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθʼ, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ, Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος ʽεἱστήκει γὰρ ὄπισθενʼ ἀνασπάσας τὸ ξίφος διελαύνει, οὐκ εἰς βάθος, παρὰ τὸν ὦμον.

ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος, ἀνόσιεΚάσκα, τί ποιεῖς; ἐκεῖνος Ἑλληνιστὶ τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν.

ἤδη δὲ παιόμενος ὑπὸ πολλῶν καὶ κύκλῳ περιβλέπων καὶ διώσασθαι βουλόμενος, ὡς εἶδε Βροῦτον ἑλκόμενον ξίφος ἐπʼ αὐτόν, τὴν χεῖρα τοῦ Κάσκα κρατῶν ἀφῆκε, καὶ τῷ ἱματίῳ τὴν κεφαλὴν ἐγκαλυψάμενος παρέδωκε τὸ σῶμα ταῖς πληγαῖς.

οἱ δʼἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν ἀλλήλους ἐτίτρωσκον, ὥστε καὶ Βροῦτον εἰς τὴν χεῖρα πληγὴν λαβεῖν τοῦ φόνου συνεφαπτόμενον, πίμπλασθαι δὲ τοῦ αἵματος ἅπαντας.

Chapter 18

οὕτω δʼ ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ κατεῖχε θαρρύνων τὴν σύγκλητον· ἡ δʼ ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐδὲ κατεπείγοντος.

ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι.

καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι, μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθʼ ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων.

ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δʼ ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς.

οὐγὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας, ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπʼ αὐτῶν.

οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.

οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας.

τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν·

ὡς δʼοὔτε φόνος ἄλλος οὔθʼ ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵ τε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον.

ἁθροισθέντος δὲ τοῦ πλήθους διελέχθη Βροῦτος ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις.

ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετʼ ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων.

πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ.

προελθόντος δʼ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δʼ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.

ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.

Chapter 19

οὐμὴν ἀλλὰ τῇ ὑστεραίᾳ τῆς βουλῆς συνελθούσης εἰς τὸ τῆς Γῆς ἱερόν, Ἀντωνίου δὲ καὶ Πλάγκου καὶ Κικέρωνος εἰπόντων περὶ ἀμνηστίας καὶ ὁμονοίας, ἔδοξε μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους, καὶ ταῦτʼ ἐπιψηφισάμενοι διελύθησαν.

Ἀντωνίου δὲ τὸν υἱὸν εἰς τὸ Καπετώλιον ὁμηρεύσοντα πέμψαντος κατῆλθον οἱ περὶ Βροῦτον, ἀσπασμοί τε καὶ δεξιώσεις ἐγένοντο πάντων ἀναμειχθεντων.

καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δὲ ἄλλους, ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης.

ἅμα δʼ ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταὶ πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων, καὶ τέλος ἐπαρχιῶν διανομαί.

Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην, Κασσίῳ δὲ Λιβύην, Τρεβωνίῳ δὲ Ἀσίαν καὶ Κίμβρῳ Βιθυνίαν, τῷ δʼ ἑτέρῳ Βρούτῳ τὴν περὶ τὸν Ἠριδανὸν Γαλατίαν.

Chapter 20

μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδʼ ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.

καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.

πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατʼ ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας εἷλεν·

ἔπειτα τοῦ σώματος εἰς τὴν ἀγορὰν κομισθέντος Ἀντώνιος ἔπαινον, ὥσπερ ἔθος ἐστὶ, διεξελθών, καὶ τὰ πλήθη κινούμενα πρὸς τὸν λόγον ὁρῶν, εἰς οἶκτον μετέβαλε, καὶ τὴν ἐσθῆτα λαβὼν τὴν Καίσαρος ᾑμαγμένην ἀνέπτυξεν, ἐπιδεικνύμενος τάς διακοπὰς καὶ τῶν τραυμάτων τὸ πλῆθος.

ἦνοὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον· ἀλλʼ οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δʼ, ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τάς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες εἰς ταὐτό παμμεγέθη πυρὰν ἔνησαν·

καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν, πολλῶν δʼ ἀσύλων καὶ ἀβεβήλωντόπων καθήγιζον.

ὡς δὲ τὸ πῦρ ἐξέλαμψεν, ἀλλαχόθεν ἄλλος προσφερόμενοι καὶ δαλοὺς ἀνασπῶντες ἡμιφλέκτους διέθεον ἐπὶ τάς οἰκίας τῶν ἀνῃρηκότων αὐτὸν ὡς ἐμπρήσοντες.

ἀλλʼ ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον ἀπεκρούσαντο τὸν κίνδυνον ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ, οὐδὲν τῆς αἰτίας μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς.

οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δʼ ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν δʼ ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι.

ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.

ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.

Chapter 21

τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως· καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες.

ὃ ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, ἣ τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα τοὺς ἐπὶ τὰς οἰκίας τὰς ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν,

ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.

αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρʼ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατʼ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλʼ ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς.

θηρία τε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδʼ ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις·

περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος.

Chapter 22

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπʼ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος.

ἐν δʼἈπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων.

ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην· καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω. ἐστρατευμένω as in xxi. 2: στρατευομένων

ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἵρεσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ. οἱ δὲ πρόγονοι, φησὶν, ἡμῶν οὐδὲ πρᾴουςδεσπότας ὑπέμενον.

αὐτῷ δʼ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήτε ἡσυχάζειν, ἀλλʼ ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν·

θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν, αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δʼ Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.

Chapter 23

ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δʼ ὡς Ἀντώνιον διισταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι, παντάπασι καταγνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν.

ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε τἆλλα γενναίαν οὖσαν.

ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις, προπεμπόμενος Ἕκτωρ ὑπὸ Ἀνδρομάχης κομιζομένης παρʼ αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης.

ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα· καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν.

Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος, Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνιαμήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης,

μειδιάσας ὁ Βροῦτος, ἀλλʼ οὐκ ἐμοί γʼ, εἶπε, πρὸςΠορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος, ἱστόν ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε· σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δʼ ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.

Chapter 24

ἀναχθεὶς δʼ ὁ Βροῦτος ἐκεῖθεν ἐπʼ Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δʼ ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ καί συμφιλοσοφῶν ἐδόκει παντάπασιν ἀργεῖν καί σχολάζειν.

ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον ἀνυπόπτως. καί γὰρ εἰς Μακεδονίαν ἔπεμψεν Ἡρόστρατον οἰκειούμενος τοὺς ἐπὶ τῶν ἐκεῖ στρατοπέδων, καί τοὺς σχολάζοντας ἀπὸ Ῥώμης ἐν ἄστει νέους ἀνελάμβανε καί συνεῖχεν.

ὧν ἦν καί Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως, καί φησιν, εἴτʼ ἐγρήγορεν εἴτʼ ἐνυπνιάζεται, θαυμάζειν οὕτω γενναῖον ὄντα καί μισοτύραννον.

ἀρξάμενος…

ἐν…

The complete text is available when the reading interface loads.