The Greek Library Author

Plutarch

Ἀρταξέρξης

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1926
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg064.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ὁ μὲν πρῶτος Ἀρτοξέρξης, τῶν ἐν Πέρσαις βασιλέων πραότητι καὶ μεγαλοψυχίᾳ πρωτεύσας, Μακρόχειρ ἐπεκαλεῖτο τὴν δεξιὰν μείζονα τῆς ἑτέρας ἔχων, Ξέρξου δὲ ἦν υἱός· ὁ δὲ δεύτερος, περὶ οὗ τάδε γράφεται, Μνήμων ἐπικληθείς ἐκ θυγατρὸς ἦν ἐκεῖνον. Δαρείου γὰρ καὶ Παρυσάτιδος παῖδες ἐγένοντο τέσσαρες, πρεσβύτατος μὲν Ἀρτοξέρξης, μετʼ ἐκεῖνον δὲ Κῦρος, νεώτεροι δὲ τούτων Ὀστάνης καὶ Ὀξάθρης.

ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνομα ἔσχεν, ἐκείνῳ δὲ ἀπὸ τοῦ ἡλίου γενέσθαι φασί Κῦρον γὰρ καλεῖν Πέρσας τὸν ἥλιον. ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο· καίτοι Δείνων φησὶν ὅτι Ὀάρσης, ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως παρʼ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας.

Chapter 2

ὁ μὲν οὖν Κῦρος ἔντονόν τι καὶ σφοδρὸν εὐθὺς ἐκ πρώτης ἡλικίας εἶχεν, ἅτερος δὲ πραότερος ἐδόκει περὶ πάντα καὶ ταῖς ὁρμαῖς φύσει μαλακώτερος εἶναι, γυναῖκα δὲ καλὴν καὶ ἀγαθὴν ἔλαβε μὲν τῶν γονέων κελευόντων, ἐφύλαξε δὲ κωλυόντων τὸν γὰρ ἀδελφὸν αὐτῆς ἀποκτείνας ὁ βασιλεὺς ἐβουλεύετο κἀκείνην ἀνελεῖν,

ὁ δὲ Ἀρσίκας τῆς μητρὸς ἱκέτης γενόμενος καὶ πολλὰ κατακλαύσας μόλις ἔπεισε μήτε ἀποκτεῖναι μήτε αὐτοῦ διαστῆσαι τὴν ἄνθρωπον. ἡ δὲ μήτηρ ὑπῆρχε τὸν Κῦρον μᾶλλον φιλοῦσα καὶ βουλομένη βασιλεύειν ἐκεῖνον, διὸ καὶ τοῦ πατρὸς νοσοῦντος ἤδη μετάπεμπτος ἀπὸ θαλάσσης γενόμενος παντάπασιν ἀνέβαινεν εὔελπις ὤν, ὡς κατειργασμένης ἐκείνης διάδοχον αὐτὸν ἀποδειχθῆναι τῆς ἀρχῆς.

καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις, ᾧ καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο, Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι Δαρείῳ τεκεῖν. τεκεῖν Bekker has τέκοι, after Coraës. οὐ μὴν ἔπεισεν, ἀλλʼ ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεύς, Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσης στρατηγός.

Chapter 3

ὀλίγῳ δʼ ὕστερον ἢ τελευτῆσαι Δαρεῖον ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων, ἔστι δὲ θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾶν ἂν τις εἰκάσειεν.

εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δὲ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερʼ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις.

ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου.

κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν, οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως.

μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.

Chapter 4

ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθʼ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε.

βασιλέως δὲ ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρʼ αὐτοῦ, τὰ δὲ Τισαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος.

ἦν δέ τις καὶ μέλλησις ἐν τῇ φύσει τοῦ βασιλέως, ἐπιείκεια φαινομένη τοῖς πολλοῖς. ἐν ἀρχῇ δὲ καὶ πάνυ ζηλοῦν ἔδοξε τὴν Ἀρτοξέρξου τοῦ ὁμωνύμου πραότητα, ἡδίω τε ἑαυτὸν παρέχων ἐντυγχάνεσθαι, καὶ περὶ τὸ τιμᾶν καὶ χαρίζεσθαι τὸ κατʼ ἀξίαν ὑπερβάλλων, κολάσεως δὲ πάσης ἀφαιρῶν τὸ ἐφυβρίζον καὶ ἡδόμενον, ἐν δὲ τῷ δέχεσθαι χάριτας οὐχ ἧττον τοῖς διδοῦσιν ἢ τοῖς λαμβάνουσιν ἐν τῷ διδόναι φαινόμενος εὔχαρις καὶ φιλάνθρωπος.

οὐδὲν γὰρ ἦν οὕτως μικρόν τι τῶν διδομένων ὃ μὴ προσεδέξατο προθύμως, ἀλλὰ καὶ ῥόαν μίαν ὑπερφυῆ μεγέθει προσενέγκαντος Ὠμίσου τινὸς αὐτῷ, νὴ τὸν Μίθραν, εἶπεν, οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς.

Chapter 5

ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθʼ ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς ὁ Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς, ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι σοὶ μὲν ἔξεστιν εἰπεῖν ἃ βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν.

ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος, ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός, οὕτως ἐποίησεν, εἰπών, δίδωμι μὲν, ὦ Τηρίβαζε, σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω. τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε· δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ.

τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλʼ ἢ μητρὸς βασιλέως ἢ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπʼ αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς ἡ βασίλεια.

Chapter 6

τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ὡς λαμπρὸν ἄνδρα τῇ ψυχῇ καὶ πολεμικὸν διαφερόντως καὶ φιλέταιρον ᾤοντο τὰ πράγματα ποθεῖν, καὶ τὸ μέγεθος τῆς ἡγεμονίας βασιλέως δεῖσθαι φρόνημα καὶ φιλοτιμίαν ἔχοντος.

οὐχ ἧττον οὖν τοῖς ἄνω πιστεύων ὁ Κῦρος ἢ τοῖς περὶ αὑτόν ἐπεχείρει τῷ πολέμῳ· καὶ Λακεδαιμονίοις ἔγραφε παρακαλῶν βοηθεῖν καὶ συνεκπέμπειν ἄνδρας, οἷς ἔφη δώσειν, ἂν μὲν πεζοὶ παρῶσιν, ἵππους, ἂν δὲ ἱππεῖς, συνωρίδας· ἐὰν δʼ ἀγροὺς ἔχωσι, κώμας· ἐὰν δὲ κώμας, πόλεις· μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, ἀλλὰ μέτρον ἔσεσθαι.

μεγαληγορῶν δὲ περὶ αὑτοῦ πολλά καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν καὶ φιλοσοφεῖν μᾶλλον καὶ μαγεύειν βέλτιον, οἶνον δὲ πλείονα πίνειν καὶ φέρειν ἐκεῖνον δὲ ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν τοῖς κυνηγεσίοις μηδὲ ἐφʼ ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδὲ ἐπὶ τοῦ θρόνου καθῆσθαι. Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες.

ὁ δὲ Κῦρος ἀνέβαινεν ἐπὶ βασιλέα βαρβαρικήν τε πολλὴν ἔχων δύναμιν καὶ μισθοφόρους Ἕλληνας ὀλίγῳ τρισχιλίων καὶ μυρίων ἀποδέοντας, ἄλλας ἐπʼ ἄλλαις ποιούμενος προφάσεις τῆς στρατείας. οὐ μὴν ἔλαθέ γε εἰς πολὺν χρόνον, ἀλλʼ ἧκε βασιλεῖ Τισαφέρνης αὐτάγγελος· καὶ πολὺς θόρυβος εἶχε τὰ βασίλεια, τῆς τε Παρυσάτιδος τὴν πλείστην αἰτίαν τοῦ πολέμου φερομένης, καὶ τῶν φίλων αὐτῆς ἐν ὑποψίαις ὄντων καὶ διαβολαῖς.

μάλιστα δὲ ἠνία τὴν Παρύσατιν ἡ Στάτειρα τῷ πολέμῳ περιπαθοῦσα καὶ βοῶσα, ποῦ νῦν αἱ πίστεις ἐκεῖναι; ποῦ δὲ αἱ δεήσεις, αἷς ἐξελομένη τὸν ἐπιβουλεύσαντα τῷ ἀδελφῷ πολέμου καὶ κακῶν ἐμπέπληκας ἡμᾶς ; ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις, καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις, ἐπεβούλευεν αὐτὴν ἀνελεῖν.

ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δὲ ὕστερον, ὃν οὔτε ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔτε ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον, ὡς ἐπράχθη διηγούμενος, οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας, τοῦτο μὲν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.

Chapter 7

Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον.

Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα ἅμα Bekker and Ziegler, after Coraïs: ἀλλά. καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι τὴν ταχίστην.

καὶ τὸ μὲν πρῶτον ἐξαίφνης καταφανεὶς ἐνενήκοντα μυριάσι στρατοῦ διακεκοσμημέναις λαμπρῶς, τοὺς πολεμίους ἀσυντάκτους καὶ ἀνόπλους διὰ τὸ θαρρεῖν καὶ καταφρονεῖν ὁδοιποροῦντας ἐξέπληξε καὶ συνετάραξεν, ὥστε σὺν θορύβῳ καὶ βοῇ πολλῇ μόλις εἰς τάξιν καθίστασθαι τὸν Κῦρον· ἔπειτα σιγῇ καὶ σχέδην ἐπάγων θαῦμα τοῖς Ἕλλησι τῆς εὐταξίας παρεῖχε, κραυγὰς ἀτάκτους καὶ σκιρτήματα καὶ πολὺν τάραχον αὐτῶν καὶ διασπασμὸν ἐν πλήθει τοσούτῳ προσδεχομένοις.

εὖ δὲ καὶ κατὰ τοὺς Ἕλληνας ἀντέταξε τῶν δρεπανηφόρων τὰ ῥωμαλεώτατα πρὸ τῆς ἑαυτοῦ φάλαγγος, ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα τὰς τάξεις βίᾳ τῆς εἰσελάσεως.

Chapter 8

τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκότων, Ξενοφῶντος δὲ μονονουχὶ δεικνύοντος ὄψει, καὶ τοῖς πράγμασιν, ὡς οὐ γεγενημένοις, ἀλλὰ γινομένοις, ἐφιστάντος ἀεὶ τὸν ἀκροατὴν ἐμπαθῆ καὶ συγκινδυνεύοντα διὰ Τὴν ἐνάργειαν, οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι, πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν ἐκεῖνον.

ὁ μὲν οὖν τόπος, ἐν ᾧ παρετάξαντο, Κούναξα καλεῖται καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθεν τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν εἰπεῖν φασι, τί λέγεις, ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας ;

ἁμαρτόντος δὲ Κύρου μέγα τῷ δῦναι προπετῶς εἰς μέσα τὰ δεινὰ καὶ μὴ φυλάξασθαι τὸν κίνδυνον, οὐχ ἧττον ἥμαρτεν, εἰ μὴ καὶ μᾶλλον, Κλέαρχος ἀντιτάξαι κατὰ τὸν βασιλέα μὴ θελήσας τοὺς Ἕλληνας, ἀλλὰ προσμίξας τῷ ποταμῷ τὸ δεξιόν, ὡς μὴ κυκλωθείη. τὴν γὰρ ἀσφάλειαν ἐξ ἅπαντος διώκοντα καὶ πλεῖστον λόγον ἔχοντα τοῦ μηδὲν παθεῖν οἴκοι μένειν ἦν κράτιστον.

ὁ δὲ μυρίους σταδίους ἀπὸ θαλάσσης ἐν ὅπλοις ἀναβεβηκώς μηδενὸς ἀναγκάζοντος, ἀλλʼ ὅπως Κῦρον εἰς τὸν θρόνον καθίσῃ τὸν βασίλειον, εἶτα περισκοπῶν χώραν καὶ τάξιν, οὐκ ἀφʼ ἧς σώσειε τὸν ἡγεμόνα καὶ μισθοδότην, ἀλλʼ ἐν τίνι θέμενος ἑαυτὸν ἀσφαλῶς μαχεῖται καθʼ ἡσυχίαν, ὅμοιος ἦν ὑπὸ δέους τῶν παρόντων ἐκβεβληκότι τοὺς περὶ τῶν ὅλων λογισμοὺς καὶ προιεμένῳ τὴν τῆς στρατείας ὑπόθεσιν.

ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δʼ ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. διὸ Τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ τὸν Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν.

εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ Τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ.

καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλʼ ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον, ὁ δʼ αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.

Chapter 9

οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον· Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης μέγα βοῶν,

ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον.

ταῦτα εἰπὼν ἐξηκόντισεν ἐπʼ αὐτόν. ὁ δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν ὁ Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου βαλὼν ὁ Κῦρος ἔτυχε, καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν.

τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ τοῦ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν.

Chapter 10

φησὶν οὖν ὁ μὲν Δείνων ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δὲ ἀπερρύη Τηριβάζου δὲ ἀναβαλόντος αὐτὸν ἐπʼ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος, ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης· οὐ γὰρ ἀξία λήθης ἐστί, πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην.

πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς, καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δὲ οἱ.

περὶ αὐτόν, πίπτει δὲ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.

Chapter 11

ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι, τοιαύτη τίς ἐστι. Κῦρος ἀποκτείνας Ἀρταγέρσην ἤλαυνεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον, καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῇ· φθάνει δὲ βαλὼν Ἀριαῖος ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκ ἔτρωσε· βασιλεὺς δὲ ἀφεὶς τὸ δόρυ Κύρου μὲν οὐκ ἔτυχε, Σατιφέρνην δέ, πιστὸν ἄνδρα Κύρῳ καὶ γενναῖον, ἔβαλε καὶ ἀπέκτεινε.

Κῦρος δʼ ἐπʼ αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν δὲ αὐτὸν ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου. φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενομένης, ὁ μὲν ἀναστὰς μετʼ ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν, ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν φίλων.

ἐπαιρόμενος δὲ τῇ νίκῃ καὶ μεστὸς ὢν ὁρμῆς καὶ θράσους διεξήλαυνε βοῶν, Ἐξίστασθε, πενιχροί. τοῦτο δὲ περσιστὶ πολλάκις αὑτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ Κύρου. καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίῳ βάλλει τὸν κρόταφον αὑτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη.

πολὺ δὲ αἷμα τοῦ τραύματος ἐκβαλόντος ἰλιγγιάσας καὶ καρωθεὶς ὁ Κῦρος ἔπεσε, καὶ ὁ μὲν ἵππος ὑπεκφυγὼν ἐπλάζετο, τὸν δʼ ἐφίππειον πῖλον ἀπορρυέντα λαμβάνει τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος αἵματος περίπλεω, τὸν δὲ Κῦρον ἐκ τῆς πληγῆς ἀναφέροντα χαλεπῶς καὶ μόλις εὐνοῦχοί τινες ὀλίγοι παρόντες ἐπεχείρουν ἐπʼ ἄλλον ἵππον ἀναθέσθαι καὶ σῴζειν.

ἀδυνάτως δʼ ἔχοντα καὶ διʼ αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῷ μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. ἐν δὲ τούτῳ Καύνιοί τινες ἄνθρωποι κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῇ τοῦ βασιλέως στρατιᾷ παρακολουθοῦντες ἔτυχον συναναμιχθέντες ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον.

ὡς δὲ μόλις· συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας, εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίῳ. τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθῳ τὸν τετρωμένον κρόταφον καὶ ἀποθνῄσκει, τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.

Chapter 12

ἤδη δὲ αὐτοῦ τεθνηκότος Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππῳ παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρομένους ἠρώτησε τὸν πιστότατον αὐτῶν, τίνα τοῦτον, ὦ Παρίσκα, κλαίεις παρακαθήμενος ; ὁ δὲ εἶπεν οὐχ ὁρᾷς, ὦ Ἀρτασύρα, Κῦρον τεθνηκότα; θαυμάσας οὖν ὁ Ἀρτασύρας τῷ μὲν εὐνούχῳ θαρρεῖν παρεκελεύσατο καὶ φυλάττειν τὸν νεκρόν,

αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας πέμψαι τοὺς κατοψομένους· καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν.

αὐτῷ δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδὲ ἦν ἐγγὺς τὸ στρατόπεδον· μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνὸς ἐν ἀσκίῳ φαύλῳ διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος, ὅσον ὀκτὼ κοτύλας καὶ λαβὼν τοῦτο καὶ κομίσας τῷ βασιλεῖ δίδωσιν. ἐκπιόντα δὲ ἅπαν ἠρώτησεν εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν.

ὁ δὲ ὤμοσε τοὺς θεοὺς μήτε οἶνον ἡδέως οὕτως πώποτε πεπωκέναι μήτε ὕδωρ τὸ κουφότατον καὶ καθαρώτατον, ὥστε, ἔφη, τὸν δόντα σοι τοῦτο ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον.

Chapter 13

ἐν δὲ τούτῳ προσήλαυνον οἱ τριάκοντα λαμπροὶ καί περιχαρεῖς, ἀναγγέλλοντες αὐτῷ τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καί πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καί συνισταμένων ἐθάρρει, καί κατέβαινεν ἀπὸ τοῦ λόφου φωτὶ πολλῷ περιλαμπόμενος.

ὡς δὲ ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καί ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῷ κομισθῆναι καί τῆς κόμης δραξάμενος οὔσης βαθείας καί λασίας ἐπεδείκνυε τοῖς ἀμφιδοξοῦσιν ἔτι καί φεύγουσιν. οἱ δὲ ἐθαύμαζον καί προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καί συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.

ἐξεληλάκει δέ, ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν· οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας γενέσθαι λέγουσι τὰς μεμαχημένας. ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησίας ἐνακισχιλίους ἀνενεχθῆναί φησι πρὸς τὸν Ἀρτοξέρξην, αὐτῷ δὲ δισμυρίων οὐκ ἐλάττους φανῆναι τοὺς κειμένους, ταῦτα μὲν οὖν ἔχει διαμφισβήτησιν· ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν μετὰ Φαλίνου τοῦ Ζακυνθίου καί τινων ἄλλων.

ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ ι αὐτοῦ καί τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον, Φαλῖνον δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὢν καί οὐχ ἧττον φιλολάκων καί φιλοκλέαρχος ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καί καλὰ μεμνήσεται Κλεάρχου καί τῆς Λακεδαίμονος.

Chapter 14

μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.

Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου διʼ ἡμέρας ὅλης ἐν ἀγορᾷ περιφέρειν· ἑτέρου δὲ πρὸς τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν.

οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς τούτοις σε τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας· τοῦ δὲ Καρός, ὑφʼ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα πρῶτος γὰρ Ἀρτασύρας, μετʼ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν ἀπήγγειλας.

ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ λυπούμενος τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε. διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων, ὡς ἔοικεν, ἀγαθῶν, καὶ ἀναπεισθεὶς εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλʼ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν ὅτι Κῦρον οὐδεὶς ἕτερος, ἀλλʼ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο, ταῦτα δὲ ἀκούσας ὁ βασιλεύς σφόδρα παρωξύνθη καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου.

παροῦσα δʼ ἡ μήτηρ, μὴ σύ γε, εἶπεν, οὕτω τὸν Κᾶρα τοῦτον, ὦ βασιλεῦ, τὸν ὄλεθρον ἀπαλλάξῃς, ἀλλὰ παρʼ ἐμοῦ τὸν ἄξιον ἀπολήψεται μισθὸν ὧν τολμᾷ λέγειν ἐπιτρέψαντος δὲ τοῦ βασιλέως ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν ἄνθρωπον ἐφʼ ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκὸν ἕως ἀποθάνῃ.

Chapter 15

κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετʼ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως.

ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια· πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν. ἤδη δὲ μεθύων ὁ Μιθριδάτης, τί δὲ ταῦτα ἔστιν, εἶπεν, ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον.

καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας, φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα, εἶπεν ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ; ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον.

εἶπεν οὖν μὴ κατασχών ὑμεῖς μὲν, ὅ τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους· ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπʼ ἐκείνου τοῦ τραύματος·

οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν ὁ δʼ ἑστιῶν αὐτούς, ὦ τᾶν, ἔφη, Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθʼ ἡμᾶς ἐάσωμεν.

Chapter 16

ἐκ τούτου τῇ μὲν Παρυσάτιδι φράζει τὸν λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ βασιλεὺς δὲ ἠγανάκτησεν ὥσπερ ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον ἀπολλύων τῆς νίκης, ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας ὡς ἐν ταῖς ἐξελάσεσι καὶ συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν ἐτρώθη μὲν αὐτός, ἔκτεινε δὲ ἐκεῖνον, ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν σκαφευθέντα.

τὸ δὲ σκαφευθῆναι τοιοῦτόν ἐστι· σκάφας δύο πεποιημένας ἐφαρμόζειν ἀλλήλαις λαβόντες, εἰς τὴν ἑτέραν κατακλίνουσι τὸν κολαζόμενον ὕπτιον· εἶτα τὴν ἑτέραν ἐπάγοντες καὶ συναρμόζοντες, ὥστε τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι, τὸ δὲ ἄλλο σῶμα πᾶν ἀποκεκρύφθαι, διδόασιν ἐσθίειν τῷ ἀνθρώπῳ, κἂν μὴ θέλῃ, προσβιάζονται κεντοῦντες τὰ ὄμματα· φαγόντι δὲ πιεῖν μέλι καὶ γάλα συγκεκραμένον ἐγχέουσιν εἰς τὸ στόμα καὶ κατὰ τοῦ προσώπου καταχέουσιν.

εἶτα πρὸς τὸν ἥλιον ἀεὶ στρέφουσιν ἐναντία τὰ ὄμματα, καὶ μυιῶν προσκαθημένων πλῆθος πᾶν ἀποκρύπτεται τὸ πρόσωπον, ἐντὸς δὲ ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν ἐσθίοντας ἀνθρώπους καὶ πίνοντας, εὐλαὶ καὶ σκώληκες ὑπὸ φθορᾶς καὶ σηπεδόνος ἐκ τοῦ περιττώματος ἀναζέουσιν, ὑφʼ ὧν ἀναλίσκεται τὸ σῶμα διαδυομένων εἰς τὰ ἐντός.

ὅταν γὰρ ἤδη φανερὸς ᾖ τεθνηκὼς ὁ ἄνθρωπος, ἀφαιρεθείσης τῆς ἐπάνω σκάφης ὁρῶσι τὴν μὲν σάρκα κατεδηδεσμένην, περὶ δὲ τὰ σπλάγχνα τοιούτων θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων. οὕτως ὁ Μιθριδάτης ἑπτακαίδεκα ἡμέρας φθειρόμενος μόλις ἀπέθανε.

Chapter 17

λοιπὸς δʼ ἦν τῇ Παρυσάτιδι σκοπὸς ὁ τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης, βασιλέως εὐνοῦχος, ὡς οὖν αὐτὸς οὐδεμίαν καθʼ ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον ἡ Παρύσατις συνέθηκεν.

ἦν τά τε ἀλλὰ θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις συνεκύβευε μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε καὶ τῶν ἐρωτικῶν ἐκοινώνει συμπράττουσα καὶ παροῦσα, καὶ ὅλως μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι, μισοῦσά τε μάλιστα πάντων ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι.

λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι· καὶ κυβεύοντα περιεῖδε νικῆσαι καὶ τὸ χρυσίον ἀπέδωκε, προσποιουμένη δὲ ἀνιᾶσθαι καὶ φιλονεικεῖν ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ εὐνούχου διακυβεῦσαι· κἀκεῖνος ὑπήκουσε.

ποιησάμενοι δὲ συνθήκας πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν ὁ νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον, ἐπὶ τούτοις ἐκύβευον. σφόδρα δὴ γενομένη πρὸς τῷ πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῇ καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασαβάτην οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξῃρημένοις.

καὶ πρὶν ἐν ὑποψίᾳ, γενέσθαι βασιλέα τοῦ πράγματος ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. γενομένων δὲ τούτων καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος, ὡς ἡδύς, ἔφασκεν, εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.

βασιλεὺς μὲν οὖν ἐφʼ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνούχους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.

Chapter 18

ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς Τισαφέρνης ἐξηπάτησε καὶ παρεσπόνδησεν ὅρκων γενομένων καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας ὅπως κτενὸς εὐπορήσειε. τυχόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν ἡσθῆναί τε τῇ χρείᾳ καὶ τὸν δακτύλιον αὐτῷ δοῦναι, σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῇ σφραγῖδι Καρυάτιδας ὀρχουμένας.

τὰ δὲ πεμπόμενα σιτία τῷ Κλεάρχῳ τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι καὶ καταναλίσκειν, ὀλίγα τῷ Κλεάρχῳ διδόντας ἀπʼ αὐτῶν, ἰάσασθαι δὲ καὶ τοῦτό φησιν ὁ Κτησίας, πλείονα τῷ Κλεάρχῳ πέμπεσθαι διαπραξάμενος, ἰδίᾳ, δὲ ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ παρασχεῖν χάριτι καὶ γνώμῃ τῆς Παρυσάτιδος.

πεμπομένου δὲ καθʼ ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ διδάσκειν ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ γενόμενον· αὐτὸς δὲ φοβούμενος μὴ ἐθελῆσαι, βασιλέα δὲ τῇ μὲν μητρὶ παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι· πεισθέντα δὲ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος.

ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπιβουλεῦσαι τῇ Στατείρᾳ καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατʼ αὐτῆς, οὐκ εἰκότα λέγων, ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας, εἰ δεινὸν ἔργον οὕτως ἔδρασε καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασιλέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείᾳ τρεφομένων.

ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα· φοινίκων δέ τινων διασπαρέντων ὀλίγῳ χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.

Chapter 19

ἡ δʼ οὖν Παρύσατις, μίσους τε πρὸς τὴν Στάτειραν ἐξ ἀρχῆς ὑποκειμένου καὶ ζηλοτυπίας, ὁρῶσα τὴν μὲν αὑτῆς δύναμιν αἰδουμένου βασιλέως καὶ τιμῶντος οὖσαν, τὴν δʼ ἐκείνης ἔρωτι καὶ πίστει βέβαιον καὶ ἰσχυράν, ἐπεβούλευσεν ὑπὲρ τῶν μεγίστων, ὡς ᾤετο, παραβαλλομένη.

θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρʼ αὐτή μέγιστον ὄνομα Γίγιν, ἣν ὁ μὲν Δείνων ὑπουργῆσαι τῇ φαρμακείᾳ φησί, συγγνῶναι δὲ μόνον ἄκουσαν ὁ Κτησίας. τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων Μελάνταν. ἐκ δὲ τῆς πρόσθεν ὑποψίας καὶ διαφορᾶς ἀρξάμεναι πάλιν εἰς τὸ αὐτὸ φοιτᾶν καὶ συνδειπνεῖν ἀλλήλαις, ὅμως τῷ δεδιέναι καὶ φυλάττεσθαι τοῖς αὐτοῖς σιτίοις καὶ ἀπὸ τῶν αὐτῶν ἐχρῶντο.

γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώματος οὐδέν ἐστιν, ἀλλʼ ὅλον διάπλεων πιμελῆς τὰ ἐντός· καὶ νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ ζῷον ὀνομάζεται δὲ ῥυντάκης. τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον· καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ πεφαρμαγμένον·

ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν. ἀποθνῄσκουσα δʼ οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων καὶ σπαραγμῶν αὐτή τε συνῃσθάνετο τοῦ κακοῦ καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, εἰδότι τὸ θηριῶδες αὑτῆς καὶ δυσμείλικτον.

ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθʼ αὑτῆς καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλʼ ὕστερον αὑτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός, αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε καὶ κατέγνω θάνατον.

ἀποθνῄσκουσι δὲ οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως· λίθος ἐστὶ πλατύς, ἐφʼ οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρῳ λίθῳ παίουσι καὶ πιέζουσιν, ἄχρι οὗ συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν, ἡ μὲν οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης ἄλλο μὲν οὐδὲν οὔτε εἶπε κακὸν οὔτε ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν εἰπὼν, ἕως ἐκείνη περίεστιν αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα, τὰ μὲν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.

Chapter 20

ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν· κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν, ἐξελέγξαντες καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν,

πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπʼ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν.

ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα.

τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως· τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.

Chapter 21

ἐξέβαλε δὲ καὶ τῆς θαλάττης Λακεδαιμονίους Κόνωνι τῷ Ἀθηναίῳ μετὰ Φαρναβάζου στρατηγῷ χρησάμενος. ὁ γὰρ Κόνων διέτριβε μὲν ἐν Κύπρῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, οὐ τὴν ἀσφάλειαν ἀγαπῶν, ἀλλὰ τὴν τῶν πραγμάτων μεταβολὴν, ὥσπερ ἐν πελάγει τροπὴν, περιμένων.

ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην, ἔπεμψεν ἐπιστολὴν βασιλεῖ περὶ ὧν διενοεῖτο. καὶ ταύτην ἐκέλευσε τὸν κομίζοντα μάλιστα μὲν ἀποδοῦναι διὰ Ζήνωνος τοῦ Κρητὸς ἢ Πολυκρίτου τοῦ Μενδαίου τούτων δʼ ἦν ὁ μὲν Ζήνων ὀρχηστής, ὁ δὲ Πολύκριτος ἰατρός· ἂν δὲ οὗτοι μὴ παρῶσι, διὰ Κτησίου τοῦ ἰατροῦ.

λέγεται δὲ ὁ Κτησίας τὴν ἐπιστολὴν λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις ὅπως καὶ Κτησίαν ἀποστείλῃ πρὸς αὑτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσσῃ πράξεσιν. ὁ δὲ Κτησίας αὐτὸν ἀφʼ ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν λειτουργίαν αὐτῷ ταύτην.

ἀλλʼ ἐπεὶ κρατήσας τῇ περὶ Κνίδον ναυμαχίᾳ διὰ Φαρναβάζου καὶ Κόνωνος ἀφείλετο τὴν κατὰ θάλατταν ἀρχὴν Λακεδαιμονίους, ἐπέστρεψε πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα πρὸς αὑτόν, ὥστε καὶ τὴν περιβόητον εἰρήνην βραβεῦσαι τοῖς Ἕλλησι τὴν ἐπʼ Ἀνταλκίδου προσαγορευομένην.

ὁ δὲ Ἀνταλκίδας Σπαρτιάτης ἦν, Λέοντος υἱός, καὶ σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ, πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι.

Chapter 22

διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης, καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον, ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην.

ἦν δέ, ὡς ἔοικεν, ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον, ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν. ὁ μὲν γὰρ Ἀγησίλαος, ὡς ἔοικε, πρὸς τὸν εἰπόντα, φεῦ τῆς Ἑλλάδος, ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες, οὐ μᾶλλον, εἶπεν, οἱ Μῆδοι λακωνίζουσι ; τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης προαπώλετο ταῖς ὁμολογίαις ἐκείναις.

ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν ἐπεὶ δὲ ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δὲ Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην παρακαλῶν ἐπαρκέσαι τοῖς Λακεδαιμονίοις.

ὁ δʼ οὕτως ἐξημέλησε καὶ παρεῖδε καὶ ἀπέρριψεν αὐτόν, ὥστε καταβάντα καὶ χλευαζόμενον ὑπὸ τῶν ἐχθρῶν, φοβούμενον δὲ καὶ τοὺς ἐφόρους, ἀποκαρτερῆσαι. ἀνέβη δὲ πρὸς τὸν βασιλέα καὶ Ἰσμηνίας ὁ Θηβαῖος καὶ Πελοπίδας ἤδη τὴν ἐν Λεύκτροις μάχην νενικηκώς. ἀλλʼ οὗτος μὲν οὐδὲν αἰσχρὸν ἐποίησεν· Ἰσμηνίας δὲ προσκυνῆσαι κελευόμενος ἐξέβαλε πρὸ αὑτοῦ χαμᾶζε τὸν δακτύλιον, εἶτα κύψας ἀνείλετο καὶ παρέσχε δόξαν προσκυνοῦντος.

Τιμαγόρᾳ δὲ τῷ Ἀθηναίῳ διὰ Βηλούριδος τοῦ γραμματέως εἰσπέμψαντι γραμματίδιον ἀπόρρητον ἡσθεὶς μυρίους τε δαρεικοὺς ἔδωκε, καὶ γάλακτος βοείου δεομένῳ διʼ ἀσθένειαν ὀγδοήκοντα βοῦς ἀμέλγεσθαι παρηκολούθουν ἔτι δὲ κλίνην καὶ στρώματα…

π…

The complete text is available when the reading interface loads.