Ἀποφθέγματα Λακωνικά
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Frank Cole Babbitt
- Edition reference
- Moralia · Cambridge, MA · Harvard University Press · 1931
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg082.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ἀγασικλέους
Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι εἶναι F.C.B.: εἰμι. Hartman would omit εἰμι. καὶ υἱός.
πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, ἐὰν οὕτως, ἔφη, αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.
Ἀγησιλάου τοῦ Μεγάλου
Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ἔφη, ἔφη added by Bernardakis after οἶνος, but it seems more likely to have dropped out after προσφέρῃ (προσφέρει or προσφέροι most mss.). εἰ μὲν πολὺς οἶνός ἐστι παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσιν.
κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ὡς σφόδρα πονηρός, εἶπεν, ἅνθρωπος, ἅνθρωπος E. Kurtz: ἄνθρωπος. εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.
ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.
φαμένου δὲ τινός ποτε πρὸς αὐτόν, ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον, ἔφη, εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δὲ οὔ. ἐπειπόντος δέ, ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ʼ ὅ τι κεν κεφαλῇ κατανεύσωσιν,ʼ οὐ μᾶλλον, ἔφη, ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.
ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσιν. ἐπιδεικνύουσιν] ἀποδεικνύουσι Hartman.
προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν,Hartman would omit καὶ οὐχ ἁπλῆν and οὐδὲ πάντα ἀναδέχομαι. νὴ τὼ θεώ, νὴ τὼ θεώ] ναὶ τὼ σιώ Cobet. φησίν, οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.
ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών, νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.
ἄλλοτε ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν, ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.
βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, τῷ κατὰ Δωδήνην Διὸς ἐχρήσατο μαντείῳ κελεύσαντος δέ,After κελεύσαντος δέ the mss. have ὅπερ ἐστὶν ὡς δοκεῖ στρατεύεσθαι, which is pretty clearly an explanatory clause which has become incorporated in the text: deleted by Wyttenbach. τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως, Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δέ, αἱρεθεὶς οὕτως ἐστρατεύσατο.
ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος, ἔφη τοῖς φίλοις, ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀδικεῖν as in the Life of Agesilaus, chap. ix.: ἀδίκως. ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.
τοῖς δʼ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἵππον] ἵππον ἕκαστον ibid. ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα, ἀπολυόμενον ἀπολυόμενον] ἀπολυομένους in some mss. τῆς στρατείας· ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.
ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, ταῦτα μέν, εἶπεν, ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε. μάχεσθε] μαχεῖσθε in some mss.
τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.
Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος τρέσας τὸ τοῦ καλοῦ ἐντὸς ἐντὸς added by F.C.B. φιλήματος ἐλθεῖν, κἂν κἂν F.C.B.: καὶ. μὴ ἀποδειλιᾷ, ἀποδειλιᾷ F.C.B.: ἀπὸ δειλίας (φίλημα, εἰ ἐθέλει καὶ μὴ ἀποδειλιάσει Kronenberg). ἥξειν ἐκεῖνον, χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν, ἔφη, δεῖ δεῖ Wyttenbach (δεινὸν Kronenberg): δεῖν. πείθειν ἐκεῖνον ἡμᾶς ἡμᾶς] ὑμᾶς Kronenberg from the Life of Agesilaus, chap. xi. There are more elaborate attempts to improve the passage (dependent mostly on the Life of Agesilaus ibid.); cf. the editions of Wyttenbach and Bernardakis.· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι, ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.
τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.
ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν φίλων τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.ʼ
δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις· ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχεν.
διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δὴ δὴ F.C.B. (probably corrupted to δεῖ and then into the infinitive): δεῖν. προσήκειν in the line above should be kept, as it stands in Xenophon, Agesilaus, 5. 2, the source of the quotation. τῶν ἰδιωτῶν περιεῖναι.
πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, καταφρονεῖν, ἔφη, τῶν ἡδονῶν.
πρὸς δε τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ἀντὶ ταύτης, ἔφη, τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα. ἀμώμεθα] μώμεθα Valckenaer, μνώμεθα S. A. Naber.
ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου γένηται, ἀλλʼ ἐγώ, εἶπεν, ἐμαυτὸν ἐθίζω μελετῶν μελετῶν or ἀσκῶν F.C.B.: λέγων. ὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.
καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον δι’ ὅ τι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ἵνα, ἔφη, οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.ʼ ʼ
Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πώματα πώματα the preferred form: πόματα. πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κεκομικότας, κεκομικότας] κομίζοντας some mss. ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. διαδοῦναι] διαδιδοῦσθαι some mss. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη, τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.
πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπʼ αὐτοῦ εὐεργετῆσθαι, ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι ἀποθεώσεσι] ἀποθεώσει van Herwerden. τιμησάντων, καὶ περὶ τούτου πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται· φαμένων δέ, ἄγετʼ, ἔφη, ποιήσατε πρώτους ἑαυτοὺς θεοὺς θεούς added by Bernardakis, but it is not absolutely necessary.· καὶ τοῦτʼ ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.
τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προέγραψεν, ἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή.
θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρʼ αὐτοῖς φύεται ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, τί οὖν; εἶπεν, εἰ τετράγωνα ἦν, στρογγύλʼ ἂν στρογγύλ’ ἂν Bernardakis; στρογγύλα. ἐτελεῖτε;
ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ἄχρις οὗ τοῦτο φθάνοι. φθάνοι] there are grounds for emending to τοῦτ’ ἂν φθάνῃ.
ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ταῦτά ἐστιν, εἶπε, τὰ Λακεδαιμονίων τείχη.
ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις, ἔφη, ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.
τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντος, οὐκ αἰσθάνῃ, ἔφη, ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;ν
ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, θανάτου καταφρονήσας, ἔφη.
ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετʼ αὐλῶν ἀγωνίζονται, ἔφη, ἵνʼ, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσιν.
Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν ἀλλʼ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε.
πολλὴν δὲ τῆς Ἀσίας ὑφʼ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπʼ αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.
μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ τοῦ, not in the mss. apparently, seems necessary. Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι, ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.
τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν δῆμοι πρὸς τοὺς Σπαρτιάτας. Σπαρτιάτας in the Life of Agesilaus, chap. xv.: στρατιώτας.
καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε,
Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν
τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες, καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δʼ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.
ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τραλλεῖς, Τραλλεῖς in the Life of Agesilaus, chap. xvi.: Τρωαδεῖς. οἷς καὶ Ξέρξης, ὡς λέγεται, ἔδωκε ἔδωκε ibid.: δέδωκε. δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι, προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθεν.
τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύσεσθαι, βουλεύσεσθαι ibid.: βουλεύεσθαι. βουλευέσθω τοίνυν, εἶπεν, ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. προάγειν ibid. (Cobet): προαίρειν.
τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν εἰς δὲ Λάρισαν Λάρισαν the regular spelling in inscriptions: Λάρισσαν. ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισαν Λάρισαν the regular spelling in inscriptions: Λάρισσαν.· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θετταλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον ὑποσπόνδους αὐτοὺς ἀπέλαβεν.
πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τᾶς τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ. Ἑλλάδος, ἔφη, ἃ τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ. τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.
Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων κακουργούντων] κακούντων Life of Agesilaus, chap. xvi. αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.
Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας μόρας Turnebus: μοίρας or μυριάδας. τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην, ὥς φησι Ξενοφῶν, τῶν καθʼ ἑαυτὸν γενομένων.
οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.
ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν καθεῖσαν Life of Agesilaus, chap. xx.: καθίσασαν. Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.
Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς ὡς ibid. (Kronenberg). τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.
ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, διότι, εἶπε, παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.
Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος , ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον διελθὼν διελθὼν Hartman: ἐπελθὼν. καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασεν.
τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί πέμπεσθαι Life of Agesilaus, chap. xx.: δ’ ἕπεσθαι. τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.
ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ἀλλʼ οἱ ἐμοὶ ξένοι, εἶπε, τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.
ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία, ἔφη. καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.
Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον, ἔφη, οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.
ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτόν, ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν ἄρξειν Life of Agesilaus, chap. xxi.: ἄρξαι. τινὸς φιλοφρονήσεως· τέλος δὲ εἶπεν, οὐκ ἐπιγιγνώσκεις με, ὦ βασιλεῦ, οὐδʼ ἤκουσας ὅστις εἰμί; ὁ ο Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν, εἶπεν added from ibid. ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσιν.
τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας αὐτᾶς ἄκουκα πολλάκις.
Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω,
Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε,
βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.
ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, Τιρίβαζον the usual spelling: τηρίβαζον. τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα ἥκιστα Life of Agesilaus, chap. xxiii.: κάκιστα. συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.
οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.
ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδένʼ ἀνδρείας δεηθήσεσθαι. δεηθήσεσθαι] δεήσεσθαι in the Life of Agesilaus, chap. xxiii., and in Stobaeus, Florilegium, vii. 72.
εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων, ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;ν
ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις, εἰ λέγοι, εἶπε, τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα.
τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.Stobaeus, Florilegium, liv. 49, adds πρὸς δὲ τοὺς καιροὺς λογισμόν.
ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, ταῦτʼ, εἶπεν, οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.
δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα, Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν, ἔφη, εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;ν
ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης, ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.
Φιλοτεκνότατος δʼ ὢν διαφερόντως, λέγεται ὅτι μικροῖς τοῖς παιδίοις παιδίοις] παιδίοις οὖσι, Life of Agesilaus, chap. xxv. κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν ἂν πρὶν ἂν ibid.: πρὶν. καὶ αὐτὸς πατὴρ παίδων γένηται.
συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν, καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν.
ἐπεὶ δὲ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας, πολλοὺς ἀκολουθοῦντας Meziriacus: πολλοὶ ἀκολουθοῦντες. ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;ν
ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις ἀτιμίαις Xylander (as clearly indicated by Moralia, 191 c, and the Life of Agesilaus, chap. xxx.): αἰτίαις. ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον, νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων, εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.
τὸν δʼ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.
ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν εἰ οὖν τοῦτον ἀνέλοιεν, ἀνέλοιεν Bases and E. Kurtz: ἀνέλοιμεν. ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως καιρίως] καιρίαν Cobet. ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων, παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.
ἐπεὶ δὲ τοὺς παρʼ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρα τάξεως ἔγνω προμηθήσεσθαι προμηθήσεσθαι F.C.B.: προθυμήσεσθαι or προθύσασθαι. ἀσυνειδήτως τοῖς ἄλλοις· καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστραμμένην ὑπεστραμμένην Meziriacus: ὑπεστρωμένῃ. τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα· κρατῶν δὲ ἐφʼ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν εἶχεν Pantazides and E. Kurtz: ἔχειν. ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες συναναληφθέντες] συναλειφθέντες Pantazides. ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.
περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, Νεκτανάβιος Wyttenbach (as in the Life of Agesilaus, chaps. xxxvii.-xxxix.): νεκτάβιος. ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν διακωλύσειν Hatzidakis and E. Kurtz (from Moralia, 191 d): διακωλύειν. τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
κατὰ δὲ τὸν Αἰγύπτου Αἰγύπτου] Bernardakis prefers ἀπ’ Αἰγύπτου. ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.
Ἁγησιπολίδος τοῦ Κλεομβποτου.
Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, μὰ τοὺς θεούς, εἶπεν, ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει.
ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδʼ αἱ γυναῖκες αὐτῶν, δικαίως, εἶπεν, αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.
βουλομένου δʼ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν, οὐκ ἔστιν ἐξαγωγὴ παρʼ αὐτῶν, οὐδὲ γὰρ ἀνδρῶν, ἔφη, πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.
Αγησιποαίδος τοῦ Παυσανίου
Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, αἰσχρόν, ʼ ἔφη, ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧττον εἰδέναι Μεγαρέων τὸ δίκαιον.
Ἀγίδος τοῦ Ἀρχιδάμου
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων, βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς, εἶπε, καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;ν
ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, τὸ γιγνώσκειν, εἶπεν, ἄρχειν τε καὶ ἄρχεσθαι.
οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί, εἶπε, τοὺς κακοὺς ἀπερύκειν ἐν.
διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ τε παρατείνοντα, τίνες, εἶπεν, αἱ τὸν τόπον κατοικοῦσαι αἱ ... κατοικοῦσαι Wyttenbach in his note on 190 a, and E. Kurtz: αἳ ... κατοικοῦσι. γυναῖκες;ν
σοφιστοῦ δέ τινος εἰπόντος, πάντων λόγος ἐστὶ κράτιστον, οὐκοῦν, ἔφη, σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.
ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταραττομένους ὁρῶν τοὺς συμμάχους, θαρρεῖτε, εἶπεν, ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;
πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τ ί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι, ἔφη, ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.
ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ τί μέγα, εἶπεν, ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;ν
πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν, ἔφη, τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.
συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς, ἔφη, τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχησόμεθα;
Προφερομένου προφερομένου Wyttenbach: προσφερομένου. δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι, προσδέονταί σου, ὦ ξένε, ἔφη, οἱ λόγοι δυνάμεως καὶ χρημάτων.
λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν, ἔφη, ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.
πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο, ἔφη, ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δʼ ἐσιώπων δ’ ἐσιώπων Eusebius and Wyttenbach: δὲ σιωπῶν.;
πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δʼ ἐκείνου, τί τοῦτο; μόνος ἥκεις; ἔφη, καὶ γὰρ πρὸς ἕνα.
φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίγνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε, κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν, ἔφη.
Ἀγιδος τοῦ Νεωτέρου
Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν, ἔφη, οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης, εἶπεν, εἶπεν (as in Moralia, 190 d), F.C.B.: not in mss. ὁ σοὶ ἀνομοιότατος.
Αγιδος τοῦ Τελευταιου
Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι, εἶπεν, ὦ ἄνθρωπε, ἐπʼ ἐμοὶ κλαίειν κλαίειν] κλαίων Life of Agis, chap. xx.· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείττων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως.
Ἀκρότατος
Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ δὲ] Bernardakis would write δ’ ἐν: Kronenberg τε. δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε, ἐδύνασθε F.C.B.: ἠδύνασθε. τούτοις πειράσομαι μᾶλλον μᾶλλον added by Bernardakis. ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ μʼ added by F.C.B. ἄριστα ἄριστα] τὰ ἄριστα Kronenberg. πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.
Ἀλκαμενους τοῦ Τηλέκλου
Ἀλκαμένης ὁ Τηλέκλου, Τηλέκλου Xylander: τηλέκρου. πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος, ἔφη, τὸ κέρδος μὴ ποιοῖτο.
ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, ὅτι λαβόντος μου, ἔφη, πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.
λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, καλὸν γάρ, ἔφη, πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.
ἀναξανδριδου
Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν, ὦ λῷστε, ἔφη, μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.
τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν, ὦ ξένε, ἔφη, οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ.
πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, ὅτι, ἔφη, οὐ τούτων ἐπιμελούμενοι, ἀλλʼ αὑτῶν, αὐτοὺς ἐκτησάμεθα.
ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες, ἔφη, κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἂν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο;ν
ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν, ὅτι, ἔφη, αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι.
ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧττόν ἐστιν ὑπόδικος, πολλαῖς μέν, ἔφη, ἡμέραις κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύς ασθαι.
Αναξάνδρου τοῦ Εὐρυκράτεος
Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ὅπως, ἔφη, μὴ οἱ φύλακες αὐτῶν γιγνόμενοι διαφθείρωνται.
Ἀναξίλα αναξιλα Wyttenbach: αναξιλου.
Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, διὰ τὴν αὐτὴν αἰτίαν, ἔφη, δι’ ἣν καὶ ἐφορεύουσιν.
Ανδροκλειδου
Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δʼ ἐνίσταντό δ’ ἐνίσταντο Wyttenbach: δὲ ἵσταντο. τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα, εἶπε, μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.ʼ ʼ
Ἀνταλκίδου
Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται, εἶπεν, αὐτοὶ οἱ θεοί.
πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.
ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δέ, ἔφη, οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἥδιστα μέν, ἔφη, αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.
σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν, ἔφη, ψέγει;ν
πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων, ἀπέχεις, εἶπε, τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.
τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.
πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί διὰ τί F.C.B. (the usual formula): ὅτι. ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι, εἶπε, πλησίον τοῖς πολεμίοις μαχόμεθα.
Αντιοχου
Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν.
Ἀρέως
Ἄρευς, Αρεως. Ἄρευς Cobet: αρηγεως. Ἀρηγεύς. ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας τῶν ἀλλοτρίων γυναικῶν, μὰ τοὺς θεούς, εἶπε, περὶ τῶν καλῶν κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον εἰκῆ λέγεσθαι, ἀγνοεῖσθαι δʼ αὐτὰς τὸ παράπαν, ὁποῖαι τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι.
διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος ἐλεγεῖον ἐπιγεγραμμένον, σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δʼ ἀμφὶ πύλαις ἔθανον, δικαίως, ἔφη,…
Ἀρίστωνος
ἀρίσ…
The complete text is available when the reading interface loads.