Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Grēgorios N. Vernardakēs
- Edition reference
- Moralia · Leipzig · Teubner · 1891
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg107.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε, Κύντε R: κύνιε καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετʼ ἀπιών· ἡμεῖς δʼ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος ὁ Πατροκλέας τί οὖν; εἶπεν ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ καὶ μὴ παρόντος] del. Emperius παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος; ὑπολαβὼν δʼ ὁ Τίμων ἀλλʼ οὐδʼ εἰ βαλών εἶπεν ἀπηλλάγη, καλῶς εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον· ὁ μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν ἡμῖν Madvigius: ἡμῶν δʼ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δʼ ἂν αὐτοὶ, δ’ ἂν αὐτοί *: δὲ αὐτοῖς πρὶν ἅψασθαι τὴν δόξαν, δόξαν Emperius: δόξαν ἂν ἐκβάλωμεν· ἐκβάλωμεν Duebnerus: ἐκβάλλωμεν τί οὖν ἔφην ἐγὼ μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δʼ ἀλλαχόθεν ὁ ἄνθρωπος ἄνθρωπος Duebnerus ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων ἅμα κατεφόρει τῆς προνοίασ.
καὶ ὁ Πατροκλέας ἡ περὶ τὰς τιμωρίας εἶπε τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ καινός, ἔκπαλαι δʼ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος μέλλει, τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. Eurip. Or. 420 καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὂντας αὐτοὺς οὐδʼ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλʼ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν τὸ ἀμύνασθαι παθεῖν ὡς Θουκυδίδης Θουκυδίδης] 3, 38 φησὶν ὅτι ἐγγυτάτω κείμενον εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δʼ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ Τάφρῳ M: κύπρῳ μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δʼ οὐκέτʼ ἦσαν; ἢ τίνʼ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι, προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς,Nauck. p. 676 παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα σῖγα M: σιγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ. οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.
ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἐκεῖνο δʼ εἶπεν ὦ Πατροκλέα, πηλίκον αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ ἵππον ἡ R: ἡ ποινὴ ἡ παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον μᾶλλον] post γίγνεσθαι transposuit Benselerus δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη τῷ κολάζεσθαι κακία μάλιστʼ μάλιστʼ W: μόλις ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ βραδεῖ ποδί κατʼ Εὐριπίδην Εὐριπίδην] Nauck. p. 676 καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς πονηροῖς ταὐτομάτῳ ταὐτομάτῳ *: τῷ αὐτομάτῳ μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν ὀψε - θεῶν] in proverbium abiit ignoti poetae versus. cf. Sext. Emp. adv. Gramm. 1 p. 279. Leutsch. 2 p, 199 καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας.
ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων πότερον εἶπεν ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτʼ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι; τί γάρ ἔφην ἐγώ δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδʼ ἀποφυγεῖν ἐγκλήματα; πρῶτον οὖν οὖν] μὲν οὖν W ὥσπερ ἀφʼ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ *: ἀκαδημίᾳ φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας, οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας ὑπονοίας M: διανοίας κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς οὐδ’ ἐχθὲς *: οὐδὲ χθές ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον ῥᾴδιον *: ῥᾴδιον ἢ βέβαιον εἰπεῖν ἄλλο, πλὴν ὅτι τὸν καιρὸν εἰδὼς ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 288 ἐμαρτύρησεν, ἀριστοτέχναν ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὂντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων Πλάτων] Min. p. 319 c sqq. de Legg. p 624 b υἱὸν ὄντα τοῦ Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδʼ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε πάντοσε W φαινόμενον, ἀλλʼ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους ἑτέροις Amyotus: ἕτεροι μὲν ἀπολείπουσι κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς. ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων κολάζουσιν;
ταῦτα δʼ οὐκ ἀποδράσεως πρόφασίς ἐστιν ἀλλὰ συγγνώμης αἴτησις, ὅπως ὁ λόγος, οἷον εἰς λιμένα καὶ καταφυγὴν ἀποβλέπων, εὐθαρσέστερον ἐξαναφέρῃ τῷ πιθανῷ πρὸς τὴν ἀπορίαν. ἀλλὰ σκοπεῖτε πρῶτον, ὅτι κατὰ Πλάτωνα Πλάτωνα] cf. de Legg. p. 715 e πάντων καλῶν ὁ θεὸς ἑαυτὸν ἐν μέσῳ παράδειγμα θέμενος, τὴν ἀνθρωπίνην ἀρετήν, ἐξομοίωσιν οὖσαν ἁμωσγέπως πρὸς αὑτόν, ἐνδίδωσι τοῖς ἕπεσθαι θεῷ δυναμένοις. καὶ γὰρ ἡ πάντων φύσις ἄτακτος οὖσα ταύτην ἔσχεν ἀρχὴν τοῦ μεταβαλεῖν καὶ γενέσθαι κόσμος, ὁμοιότητι καὶ μεθέξει τινὶ τῆς περὶ τὸ θεῖον ἰδέας καὶ ἀρετῆς. καὶ τὴν ὄψιν αὐτὸς αὐτὸς] ὁ αὐτὸς W οὗτος ἁνὴρ ἀνὴρ Duebnerus: ἀνὴρ. cf. Plat. Tim. Locr. p. 100 c ἀνάψαι φησὶ τὴν φύσιν ἐν ἡμῖν, ὅπως ὑπὸ θέας τῶν ἐν οὐρανῷ φερομένων καὶ θαύματος ἀσπάζεσθαι καὶ ἀγαπᾶν ἐθιζομένη τὸ εὔσχημον ἡ ψυχὴ καὶ τεταγμένον ἀπεχθάνηται τοῖς ἀναρμόστοις καὶ πλανητοῖς πάθεσι καὶ φεύγῃ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν, ὡς κακίας καὶ πλημμελείας ἁπάσης γένεσιν. οὐ γὰρ ἔστιν ὅ τι μεῖζον ἄνθρωπος ἀπολαύειν θεοῦ πέφυκεν ἢ τὸ μιμήσει καὶ διώξει τῶν ἐν ἐκείνῳ καλῶν καὶ ἀγαθῶν εἰς ἀρετὴν καθίστασθαι. διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, ἀλλʼ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδʼ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω Nauck. p. 913 καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας σύμβουλον, ἅπτεσθαι τῆς δίκης. ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι διʼ ἀκρασίαν ἧττόν ἐστι κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεων τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρὸν ἐμφορεῖσθαι τιμωρίας συγγενοῦς καὶ ὁμοφύλου σώματος., οὐ γάρ ἐγγυτάτω τὸ ἀμύνασθαι τῷ παθεῖν ὡς Θουκυδίδης Θουκυδίδης] 3, 38 ἔλεγεν, ἀλλὰ μᾶλλον ἀπωτάτω κείμενον ἀπολαμβάνει τὸ προσῆκον. ὡς γὰρ ὁ θυμὸς κατὰ τὸν Μελάνθιον τὰ δεινὰ πράσσει πράσσει p. 453 f.: πράττει τὰς φρένας μετοικίσαςidem p. 760 οὕτω καὶ ὁ λογισμὸς τὰ δίκαια πράττει καὶ μέτρια, τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐκποδὼν θέμενος. ὅθεν ἡμεροῦνται καὶ τοῖς ἀνθρωπίνοις παραδείγμασιν, ἀκούοντες ὡς Πλάτων τε τὴν βακτηρίαν ἀνατεινάμενος τῷ παιδὶ πολὺν ἔστη χρόνον, ὡς αὐτὸς ἔφη, τὸν θυμὸν κολάζων καὶ Ἀρχύτας οἰκετῶν τινα πλημμέλειαν ἐν ἀγρῷ καὶ ἀταξίαν καταμαθών, εἶθʼ ἑαυτοῦ συναισθανόμενος ἐμπαθέστερον ἔχοντος καὶ τραχύτερον πρὸς αὐτούς, οὐδὲν ἐποίησεν ἀλλʼ ἢ τοσοῦτον ἀπιών εὐτυχεῖτʼ εἶπεν ὅτι ὀργίζομαι ὑμῖν. εἴπερ οὖν ἀνδρῶν λόγοι μνημονευόμενοι καὶ πράξεις λεγόμεναι τὸ τραχὺ καὶ σφοδρὸν ἀπαρύτουσι τῆς ὀργῆς, πολὺ μᾶλλον εἰκὸς ἡμᾶς τὸν θεὸν ὁρῶντας, ᾧ δέος οὐδὲν οὐδὲ μετάνοια πράγματος οὐδενός, ὅμως ἐν τῷ μέλλοντι τὴν τιμωρίαν κατατιθέμενον καὶ περιμένοντα τὸν χρόνον, εὐλαβεῖς περὶ τὰ τοιαῦτα γίγνεσθαι καὶ θεῖον ἡγεῖσθαι μόριον ἀρετῆς τὴν πραότητα καὶ τὴν μετριοπάθειαν, μετριπάθειαν Patzigius: μεγαλοπάθειαν ἣν ὁ θεὸς ἐνδείκνυται τῷ μὲν τῷ μὲν] τῷ μὲν ταχέως (malim ταχὺ vid. p. 550 e) R κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν καὶ νουθετοῦσαν.
δεύτερον τοίνυν τοῦτο διανοηθῶμεν, ὡς αἱ μὲν δικαιώσεις αἱ παρʼ ἀνθρώπων μόνον ἔχουσαι τὸ ἀντιλυποῦν ἔργον ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται, περαιτέρω δʼ οὐκ ἐξικνοῦνται· διὸ τοῖς ἁμαρτήμασι κυνὸς δίκην ἐφυλακτοῦσαι κατακολουθοῦσι καὶ τὰς πράξεις ἐκ ποδὸς ἐπιδιώκουσι· τὸν θεὸν δʼ εἰκός, ἧς ἂν ἐφάπτηται τῇ δίκῃ ψυχῆς νοσούσης, τά τε πάθη διορᾶν, εἴ πή τι καμπτόμενα πρὸς μετάνοιαν ἐνδίδωσι, καὶ χρόνον διδόναι οἷς οὐκ ἄκρατος οὐδʼ ἄτρεπτος ἡ κακία πέφυκε προσιζάνειν. ἅτε γὰρ εἰδώς, ὅσην μοῖραν ἀρετῆς ἀπʼ αὐτοῦ φερόμεναι πρὸς γένεσιν αἱ ψυχαὶ βαδίζουσι, καὶ τὸ γενναῖον ὡς ἰσχυρὸν αὐταῖς καὶ οὐκ ἐξίτηλον ἐμπέφυκεν, ἐξανθεῖ δὲ τὴν κακίαν παρὰ φύσιν ὑπὸ τροφῆς καὶ ὁμιλίας φαύλης φθειρόμενον εἶτα θεραπευθὲν ἐνίοις καλῶς ἀπολαμβάνει τὴν προσήκουσαν ἕξιν, οὐ πᾶσι κατεπείγει τὴν τιμωρίαν ὁμοίως· ἀλλὰ τὸ μὲν ἀνήκεστον εὐθὺς ἐξεῖλε τοῦ βίου καὶ ἀπέκοψεν, ὡς ἑτέροις γε πάντως βλαβερὸν βλαβερὸν ὂν R. Nihil opus αὑτῷ τε βλαβερώτατον ἀεὶ συνεῖναι μετὰ πονηρίας· οἷς δʼ ὑπʼ ἀγνοίας τοῦ καλοῦ μᾶλλον ἢ προαιρέσει τοῦ αἰσχροῦ τὸ ἁμαρτητικὸν εἰκὸς ἐγγεγονέναι, δίδωσι μεταβαλέσθαι χρόνον. ἐὰν δʼ ἐπιμένωσι, καὶ τούτοις ἀπέδωκε τὴν δίκην· οὐ γάρ που δέδιε, μὴ διαφύγωσι. σκόπει δʼ ὅσαι μεταβολαὶ γεγόνασιν εἰς ἦθος ἀνδρῶν καὶ βίον· ᾗ καὶ τρόπος ὠνομάσθη τὸ μεταβάλλον αὐτοῦ καὶ ἦθος, ὡς πλεῖστον αὐτοῦ ὡς πλεῖστον αὐτῷ] scribendum vid. ᾧ πλεῖστον. cf. p. 326 b ἐνδύεται τὸ ἔθος καὶ κρατεῖ μάλιστα καθαπτόμενον. οἶμαι μὲν οὖν καὶ τὸν Κέκροπα διφυᾶ προσαγορεῦσαι τοὺς παλαιούς, οὐχ ὡς ἔνιοι λέγουσιν ἐκ χρηστοῦ βασιλέως ἄγριον καὶ δρακοντώδη γενόμενον τύραννον, ἀλλὰ τοὐναντίον ἐν ἀρχῇ σκολιὸν ὄντα καὶ φοβερόν, εἶθʼ ὕστερον ἄρξαντα πράως καὶ φιλανθρώπως. εἰ δὲ τοῦτʼ ἄδηλον, ἀλλὰ Γέλωνὰ γʼ ἴσμεν καὶ Ἱέρωνα τοὺς Σικελιώτας καὶ Πεισίστρατον τὸν Ἱπποκράτους, ὅτι πονηρίᾳ κτησάμενοι τυραννίδας ἐχρήσαντο πρὸς ἀρετὴν αὐταῖς, καὶ παρανόμως ἐπὶ τὸ ἄρχειν ἐλθόντες ἐγένοντο μέτριοι καὶ δημωφελεῖς ἄρχοντες, οἱ μὲν εὐνομίαν τε πολλὴν καὶ γῆς ἐπιμέλειαν παρασχόντες αὐτούς τε σώφρονας τοὺς πολίτας καὶ φιλεργοὺς ἐκ πολυτελῶν πολυτελῶν Cobetus: πολυγέλων καὶ λάλων κατασκευάσαντες Γέλων δὲ καὶ προπολεμήσας ἄριστα καὶ κρατήσας μάχῃ μεγάλῃ Καρχηδονίων οὐ πρότερον εἰρήνην ἐποιήσατο πρὸς αὐτοὺς δεομένους ἢ καὶ τοῦτο ταῖς συνθήκαις περιλαβεῖν, ὅτι παύσονται τὰ τέκνα τῷ Κρόνῳ καταθύοντες. ἐν δὲ Μεγαλοπόλει Λυδιάδας ἦν τύραννος, εἶτʼ ἐν αὐτῷ τῷ τυραννεῖν μεταβαλόμενος καὶ δυσχεράνας τὴν ἀδικίαν ἀπέδωκε μὲν τοὺς νόμους τοῖς πολίταις, μαχόμενος δὲ πρὸς τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος ἐπιφανῶς ἔπεσεν. εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφʼ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε διʼ ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρʼ οὐκ ἂν ἀπωλώλεσαν ἀπωλώλεσαν *: ἀπωλώλεισαν ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες τὸ καλὸν Ἀρτεμίσιον ὅθι παῖδες Ἀθηναίων Ἀθαναίων Boeckhius ἐβάλοντο φαεννὰν Bergk. 1 p. 397 κρηπῖδʼ ἐλευθερίας; οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδʼ ἀργεῖ διʼ ὀξύτητα τὸ σφοδρὸν. ἐν αὐταῖς καὶ δραστήριον, ἀλλʼ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ ταῦτα τὴν ἰσχὺν καὶ,πάνθʼ ὅσʼ τὴν ἰσχὺν καὶ πάνθ’ ὅσα] καὶ πάνθ’ ὅσα τὴν ὀσχὺν Stegmannus ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι.
ταῦτα μὲν οὖν ταύτῃ· τὸν δʼ ἐν Αἰγύπτῳ νόμον ἆρʼ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν; πάνυ μὲν οὖν ἔφασαν· εἶπον οὖν ἐγώ ἐὰν ἐὰν *: εἰ δὲ παιδία μὴ κύῃ τις, ἀλλὰ πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς ἡλίου δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων ὁ περιμείνας περιμείνας] add. καὶ προτιμήσας R τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος; ἐμοὶ μὲν γάρ ἔφην δοκεῖ. καὶ ἡμῖν ὁ Πατροκλέας εἶπεν. ὀρθῶς ἔφην. σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδʼ Ἀπολλωνίαν οὐδʼ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτʼ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι. καθῆραι *: καθᾶραι τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις· φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν, ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετʼ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν· Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος ἀκούετε τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων Hom. O 641 παντοίην ἀρετήν· παντοίας ἀρετὰς Homerus καίτοι λαμπρὸν οὐδὲν οὐδʼ ἐκπρεπὲς ἐκπρεπὲς W: εὐπρεπὲς ἔργον ἐκεῖνος ὁ τοῦ Κοπρέως παρέσχεν· ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς Ἀθήνησιν ἐναγοῦς οἰκίας· καὶ Πομπήιος Μάγνος ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν ὁ Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδʼ οἱ Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον ἢ τὸ λήδανον ἀπʼ αὐτοῦ συναγαγεῖν, οὕτως ὁ θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον ἢ φῦναι τὸν προσήκοντα καρπὸν ἀπʼ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτʼ Ὀδυσσέα Ὀδυσσέα] Ἡρακλέα W μήτʼ Ἀσκληπιὸν φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν · ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους.
ʽ Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις νομίζεις *: νομίζειν. cf. p 557 f. 560 b. Simile vitium p. 585 a τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, Μίτυος Μίτυος Aristoteles Poet. c. 9: μίτιος τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ κτείναντι τὸν Μίτυν Μίτυν *: μίτιον καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα μὰ Δίʼ εἶπεν ἀλλὰ δέομαι μαθεῖν ὁ μὲν Ἀρίστων ἔφην τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δʼ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ ταὐτῷ *: τῶ" αὐτῷ κατέκαυσεν. ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς διέφθειρε. λεγόντων δʼ οἷον εἰκὸς τῶν παρόντων ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον ἔπραξας; οὐ γάρ ἔφη μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα; θαυμάσαντες δʼ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην.
ἀλλὰ ταῦτα μέν ἔφην ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δʼ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων Πλάτων] de Legg. p. 728 c ἀκόλουθον εἶναι τιμωρίαν ἀδικίας πάθην ἀλλʼ ἡλικιῶτιν ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην· ἡ γὰρ κακή φησὶ βουλὴ τῷ βουλεύσαντι κακίστη· καὶ ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει. ὅς - τεύχει] οἷ τ’ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων Hesiodus 3 Hes. OD 265, 266 ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλʼ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ δὲ κακία τῶν κολαστηρίων ἐφʼ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους οικ̓́τους] οἰκτροῦ καὶ S σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλʼ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ - τῆς ἀνθινῆς ἐκείνης καὶ πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες· ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ τιμωρίας καὶ συντέλειαν. ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν ᾗ φησιν? ὁ Πλάτων Πλάτων] Protag. p. 316 e. Rep. p. 406 a μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, οὐ μετὰ πλείονα χρόνον ἀλλʼ ἐν πλείονι χρόνῳ τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλʼ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς διὰ μέσου καὶ πραγματείας καὶ δόσεις δόσεις] διαδόσεις R καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου.
καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον ἀποτῖνον] scribendum vid. παρατεῖνον; ἀπὸ cum παρὰ saepe confunditur θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ. Nauck. p. 914 ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα τᾷ δὲ τᾷ δὲ R: τάδε δράκων ἐδόκησεν ἐδόκησεν Bergkius: ἐδόκησε μολεῖν κάρα βεβροτωμένος ἄκρον, Bergk. 3 p. 222 ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη. καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι ὅ τι X: ὅτι δόξαν ἔσχεν αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν ἐγώ σοι τούτων αἰτία· καὶ πάλιν τὰς θυγατέρας διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν προσβάλλουσαν Stegmannus αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα. διανεμόντων R Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει ἐφ’ ὕβρει idem μεταπεμψάμενος ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις cf. Vit. Cim. c. 6 οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δʼ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δʼ εὐθὺς ἐτελεύτησεν.
ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν ὑπάρχειν Ruhnkenius: παρέχειν κακόν, ἀλλʼ ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης. καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ ὥσπερ] ὡς γὰρ ρ. μαλιμ ἅπερ γὰρ, σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένης φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Nauck. p. 482 Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων δράσασα μηδέν; ταῦθʼ ἑκάστου τῶν πονηρῶν εἰκὸς εἰκὸς] omissum a codd. meis ante ἑκάστου transposuerim τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδʼ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλʼ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος περιμάχητος] περιμανὴς vel ἀπαραμύθητος Emperius καὶ φθόνος ἄκρατος ἐνοικίζεται μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν ὑπʼ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν καὶ κροτούμενοι - φιλαργυρίαν] del. Stegmannus οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς οὐδʼ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον.
ἀλλὰ σκοπεῖτε τὸν λόγον ἔφην μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι καὶ ὁ Τίμων τυχόν ἔφη πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης Εὐριπίδης] Nauck. p. 676 ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς, τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνους τρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν. οἷον ἐνταῦθα δήπουθεν λέγεται λέγεται δήπουθεν Benselerus; malim λέγουσιν ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε θύσῃ τε *: τε θύσηται τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματʼ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπʼ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν μηνῖσαν R: μηνῖσαι τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρʼ αὐτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἰάδμων Ἰάδμων (cf. Arist. Fr. 487) constanter Herodotus: ἰδμων ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. καὶ τὸν Ἀλέξανδρον οὐδʼ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, ἐπαινοῦσι, τὸ Βραγχιδῶν βραγχίδων vel βραχίδων codd. mei ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δʼ ὁ Συρακοσίων τύραννος, καὶ σὺν καὶ σὺν] malim σὺν γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, ὅτι νὴ Δίʼ εἶπεν οἱ πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα. καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, ὁ δʼ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν ἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφʼ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς παρθένους, αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι tres versus ex Arctini Iliu perside sumtos esse suspicatur Herwerdenus ἠοῖαι ἠοῖαι X: ἢ οἶαι σαίρεσκον Ἀθηναίης περὶ βωμόν, νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι, διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον ἴσχει καὶ δίκαιον; οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, ὥσπερ λέγουσιν. ἔτι δʼ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότʼ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπʼ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτʼ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδʼ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ ἔνιοι τῶν ποταμῶν, εἶθʼ ὕστερον ἐπʼ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν;
ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, εὐθὺς ἠρόμην αὐτὸν εἶεν ἔφην, ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ; κἀκεῖνος εἰ δὲ μὴ πάντʼ εἶπεν ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον; ἴσως ἔφην ἐγὼ καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ εἰς δ’ εἰς] δέον εἰς an δ’ εἰκὸς εἰς? παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες ἐξαιροῦντες W τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ τίς δʼ οὐκ ἄν εἶπεν ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατʼ αὐτὸν τὸν Πίνδαρον; Πίνδαρον] Bergk. 1 p. 421 ἐῶ τοίνυν ἔφην ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν μετὰ Λέσβιον ᾠδόν] Leutsch. 2 p. 522 ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι Ὀφελτιάδαι X: ὦ φιλτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον, Δαϊφάνην vocat Pausanias ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, πρῶτον] πρῴην R ὅτε Λυκόρμαις Λυκόρμαις Duebnerus: λυκόρμαι καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς. καλοῦ γʼ εἶπεν ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας. ἄφες οὖν εἶπον ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος Ἀριστίωνος R ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.
καὶ ταῦτα μέν ἔφην ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν…
οὐ μὴν…
…
The complete text is available when the reading interface loads.