The Greek Library Author

Plutarch

Συμποσιακῶν προβλημάτων βιβλία

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1892
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg112.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 0

τὸ μισέω μνάμονα συμπόταν Bergk. 3 p. 734 ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσι, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον μνάμονα προσηγόρευον. ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων. ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατʼ Εὐριπίδην Εὐριπίδην] cf. Plut. Fragm. 22, 4 et Eur. Or. 213 εἶναι· τὸ δʼ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον, Ἐπίκουρόν Ἐπίκουρον] cf. Usener. p. 115 τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας Ἀκαδημείας * hic et infra: ἀκαδημίας , ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους· ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ ἔν τε Ῥώμῃ M: ἐν ἑτέρῳ μὴ μεθʼ ὑμῶν καὶ παρʼ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια τἀπιτ́δεια *: τὰ ἐπιτήδεια · πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος· πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδʼ ἀπροσδιόνυσʼ εἶναι.

Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον.

πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρών εἰσὶ γάρ ἔφησε πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν χῶρον mei ἐπʼ οἴνῳ ἐν οἴνῳ? μὴ διδόντες; ἐγὼ δʼ εἶπον ἀλλ οὐ γὰρ εἰσίν, ὦ ἑταῖῤ, οἳ οἵ] om. mei καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν· καὶ τοὺς Πέρσας Πέρσας] Πάρθους Macrobius 7, 1, 3 ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθʼ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας· οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρʼ οἶνον ἀλλʼ ἢ τοσοῦτον ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷς ἐν οἷς] οἷς Cobetus δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.

καὶ ὁ Κράτων ἀνακραγών εὖ γʼ εἶπε νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον τὸ συμπόσιον?. οὐχ ὅμοιον δʼ οἶμαι ῥητορικὸν ἐξαιρεῖν ἐξαιρεῖν Emperius: ἐξαίρειν συμποσίου λόγον καὶ φιλόσοφον· ἀλλʼ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἐστί τι τὸ τῆς φιλοσοφίας R ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἐπιφαίνουσαν Doehnerus ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ θεσμοθετείῳ Turnebus: θεσμοθετίῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς ἀτυχὲς X: εὐτυχὲς παραμύθιον· εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος Λυαῖος R: λύδιος , μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσινemendavit S: πλεονάζον τὸ ἄκαιρον , ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην.

σοῦ δʼ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγονταmalim ἐκφεύγοντας τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα, ηομ. β 381 καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον· ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων· ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν μύθῳ φιλοσοφεῖν] contrarium est ἀπ’ εὐθείας φιλοσοφεῖν (p. 614 c). W iudice μύθῳ incongruum est, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας κερανύντες ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων ἵλεων *: ἵλεω καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην χαριδώτην Lobeckius: χαριδότην ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι, φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς αὐτὸς Cobetus: αὐτὸν ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφʼ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον· εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν ὥς φησι Πλάτων Πλάτων] Rep. p. 361 a μὴ ὄντα δίκαιον εἶναι δοκεῖν, ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρʼ Εὐριπίδῃ Εὐριπίδῃ] Bacch. 736 μαινάδες ἄνοπλοιmalim ἄοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν.

οἶμαι δὲ δὲ] δὲ καὶ R διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δʼ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι, πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δʼ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον ἐπαγούσας· αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων περιστερεώνων Iunius: ἀριστερέων καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν Ομηρικὴν] δ 220 Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος κἀκείνοις R ὁ μῦθος ἐκπεριελθὼν ἀπʼ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν ἡ γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως· οἷον τόδʼ τόδʼ Turnebus ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ, Hom. δ 271, 273 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας· τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ νηπενθὲς φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. οἱ δὲ χαρίεντες, κἂν ἀπʼ εὐθείας φιλοσοφῶσι, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον ἢ βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον. ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδʼ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλʼ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας.

εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις πείσεις Madvigius ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδʼ ἀποτρέπωσιν. ὥσπερ γὰρ τὰ σώματα σώματα M: συμπόσια πινόντων τῶν πινόντων R διʼ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δʼ ὁπλομαχεῖν ἀναστάντας ἢ δισκεύειν ἀναγκάζωμεν ἀναγκάζομεν mei αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον· οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον Δημόκριτον] Mullach. 1 p. 349 καὶ ἱμαντελικτέων ἐριδανταίων - ἱμαντελικταίων mei. cf. Symb. meas in Strab. p. 8 λόγους ἀφετέον, οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσι· δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένηAnonymus: καταχεαμένην τὴν γέρανον ἐδέξατο οὐκ εὐωχουμένην τὴν γέρανον ἐδέξατ’ οὐκ εὐωχουμένην supplevi, ἀλλὰ γελοῖα γελοῖα Vulcobius: γέλωτα Malim γέλωτος ἄξια cf. p. 814 a πάσχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστʼ αὐτὴ*: αὐτὴν μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δʼ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπʼ ᾠδάς ἐπ’ ᾠδὰς Turnebus: ἐπωδὰς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν*: ἐμβάλωσιν ib. Turnebus: ἑαυτοῖς ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος. ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸ τί ταῦτα πρὸς τὸν Διόνυσον; cf. Leutsch. 1 p. 137. 2 p. 218 οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύοντα τὸν κυρίττοντα X ὦ ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον; ᾄδειν μὲν γὰρ ἴσως ἴσως] ἔθος W. Sed cod. Vd (=Vindobonensis) m. s. in marg. adscripsit ex regione verbi ἐπιτίθησιν haec: εὔλογον· λόγοις δὲ γλίσχροις παρὰ πότον κεχρῆσθαι, probabiliter τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς ὁ θεὸς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, οὐ καλὸν δʼ οὐδὲ συμποτικόν. ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλʼ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερονTurnebus: δευτέραν δʼ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾄδειν τὸν δεξάμενον ἐκάλουν· ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης, ὁ μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν δʼ ἀμούσων οὐ προσιεμένων, σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθʼ ἕκαστον ἀπὸ ἀπὸ Turnebus: ἐπὶ κλίνης ἐπὶ κλίνην διαφέρεσθαι· τὸν γὰρ πρῶτον ᾄσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη.

Πότερον αὐτὸν δεῖ κατακλίνειν τοὺς ἑστιωμένους τὸν ὑποδεχόμενον ἢ ἐπʼ αὐτοῖς ἐκείνοις ποιεῖσθαι.

Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις ἀσυνήθεις R καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλʼ ᾤχετʼ ἀπιών· καὶ πολλῶν μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων cf. Kock. 3 p. 428 ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες.cf, Plat. Rep. p. 372 d

ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών Τίμων ἔφη κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπʼ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπʼ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ· κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. Hom. B 554 καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ ταὐτοῖ *: τοῦ αὐτοῦ ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἣδιστον· ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ὁ ποιητὴς εἴωθε κοσμήτορας λαῶν cf. Hom. A 16 et alibi προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτʼ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δʼ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρʼ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδʼ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν· εἶναι· τοὺς δʼ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθʼ ἡλικίᾳ μήτʼ ἀρχῇ μήτʼ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προύχων προύχων *: προέχων ἐθίζεται δʼ ὁ δευτερεύων δὲ δευτερεύειν Doehnerus, γυμνάζεται δʼ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δʼ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ ἑτέρῳ] μὲν ἑτέρῳ Benselerus πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην μίαν Μύκονον μίαν Μύκονον] cf. Kock. 3 p. 503 ἀποφήνας τὸ συμπόσιον. ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν.

ὁ δʼ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστʼ, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δʼ ἑταίρων γίγνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλʼ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. ἄτοπος μὲν οὖν ἔφη καὶ παροιμιώδης Μενέλαος Μενέλαος] cf. Hom. B 404 sqq., εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δʼ ὁ ποιῶν ἑαυτὸν ἀνθʼ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλʼ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλʼ οὐδʼ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δʼ οἰκειότητι διαφερόντων· ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους to/pous ἢ τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι ἀνιέναι Schottus: ἅμα μὲν συνουσίᾳ, τὸν δὲ τύχηι τύχηι] fort. τῦφον οἶον τύχοις (vel τύκοις), nam τύχοι sunt σφῆνες teste Hesychio, τύκος autem appellatur οἰκοδομικὸν ἐργαλεῖον ἐπισκευάζοντα, lac. 6 litt. Vd E. Fort. supplendum ὀγκοῦν vel ὀρθοῦν ὃν sed verbum definiri non potest ον πολὺ μᾶλλον οἶμαι προσήκειib. προσήκειν R τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δʼ ὀγκοῦντες. καίτοι γʼ, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δʼ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετʼ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς δημοκρατικῶς Turnebus: δημόκριτος ἐπὶ τὸ δεῖπνον, καὶ καὶ] καλοῦνται καὶ? οὐκ ἐξαίρετον ἐξ αἱρετῶν Turnebus ὡς lac. 3-4 Vd nulla ex E. ἀριστοκρατικῶς supplet Turnebus; malim ἐπὶ τόπον πόλιν, ἐφʼ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐν τῇ τῇ] τῇ αὐτῇ? κατακλίσει τοῖς εὐτελεστάτοις εὐτελεστάτοις ἀνέξεται?; lac. 5-6 Vd 4-5 E. ὥσπερ ἀκρόπολιν supplet m. s. Vd

ἐπεὶ δὲ καὶ ταῦτʼ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρ εἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς αὐτοὺς mei εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντεςBasileensis: φιλοσοφοῦντας δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας· ἐν ᾧ καὶ συνηθείᾳ τι τι] τινὶ mei καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδʼ ἀκρίτως οὐκ εἰκῆ οὐδ’ ἀκρίτως supplet R ἀλλʼ ὡς ἐνδέχεται μάλιστα μάλιστα] add. ἐμμελέστατα W χρώμενοι τιμῶμεν ἕδρῃ τε κρέασὶν τʼ ἠδὲ πλείοις δεπάεσσιν Hom. M 311 ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρʼ αὑτὸν αὐτόν * αὐτόν υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα Λαυδάμαντα idem: λαομέδοντα , Hom. η 169 ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεidem: φιλέεσκεν . τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος ἷζεν ἄρʼ ἱζε δ’ ἄρʼ idem ἐν μέσσοισιν id. Υ 15 ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δʼ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς διʼ ὧν ἐπὶ τῆς Θέτιδός φησιν ἡ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη, id. Ω 100 διαρρήδην δʼ ὁ Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 432 λέγει πῦρ πνέοντος ἅτε κεραυνοῦ ἄγχιστα ἡμένη. καίτοι φήσει φήσει Duebnerus: φησὶ Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατʼ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς λυπηρὸς R: λυπηρὸν εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δʼ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δʼ ὅτι μέσος, τὸν δʼ ὅτι παρʼ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην δωρεᾶς καὶ φιλοφροσύνης Turnebus ἔλιπον ἂνib. ἂν* ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοι δυσδιάκριτοι] lac. 7 Vd E τοι μὲν αἱ ἀξίαι δύσκολοι δʼ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον εὔδοξον mei μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένηνem. W: ὀμολογουμένων καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ παραδεχομένῳ mei τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖ ἐκεῖ] cf. Hom. Ψ 534 sqq. δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.

ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δʼ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων ἀπὸ ψηφισμάτων R ἀμφικτυονικῶν διδόντος, ὅπως μηδʼ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμενmalim ἀποφεύγωμεν ; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὲις ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων ἄλλων] πολλῶν Doehnerus. Fort. αὐλῶν τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ διὰ] Vulcobius τὴν εὐγένειαν τίθησιν, οὐδʼ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδʼ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλʼ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶν ὑμνῶν R ὁ Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 388 προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλʼ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν. τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις, Mullach. 1 p. 8 vs. 301 ναὶ ναὶ] καὶ X μὴν κηρύκων τε λιθορρίνων χελύων τε χελύων τε] τε χελωνῶν Karstenus φησὶν Ἐμπεδοκλῆς, ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλʼ ἣν ἡ πρὸς τὸ κοινὸν καινὸν mei ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δʼ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.

ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν. ἐλέγομεν *: ὦν ἐλέγομεν οὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖνem. Amyotusπροσειπεῖν . δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον Ὁμηρον] cf. B 363 οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φρατρίας φρατρίαις? φατρίαις συνέμιξε, δέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν ἵνʼ σύμπνους ἡ φάλαγξ διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο τοιοῦτο R: τοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ πτωχὸς γὰρ πτωχῷ φθονέει φθονέει] om. mei καὶ ἀοιδὸς ἀοιδῷ· Hes. OD 26 καίτερ καίπερ] ὥσπερ? Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ lac. 7 Vd E. Fort. supplendum: ἔπος παρʼ (aut πρὸς) ἔπος ἀναζωπυρεῖν φλόγα μεγάλην κινδυνεύουσι τᾲ μάλιστα cf. Aristoph. Nub. 1375. Eust. ad Il. p. 53, 41 ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους lac. 4 Vd E. Fort. supplendum πρᾶον τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω συνάγω] συναγαγὼν mei ex συνάγω τῶν ut vid.. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα δεῖγμα mei παιδικῶν παιδικῶν inserui ex p. 77 c. cf. Nauck. p. 309 πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ ταὐτοῦ *: τοῦ αὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.

Διὰ τί τῶν τόπων ὁ καλούμενος ὑπατικὸς ἔσχε τιμήν.

ἐκ ἐκ R τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι ἄλλαι mei γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφʼ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δʼ ὁ πρῶτος, Ῥωμαίοις δʼ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι· τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις ἐνίοις Basileensis: ἐν οἶς , ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γʼ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθʼ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθʼ ὡς ὁ πρῶτος οὔθʼ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δʼ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δʼ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ ἐπιδέχια R. ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερὰ Emperius πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπʼ αὐτὸν τῶν δὲ συνέγγιστα τόπων ὁ μὲν ὑπ’ αὐτὸν cett. Vulcobius ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δʼ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος. τρίτον δʼ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλʼ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ νὺξ κυβερνήτη X: κυβ lac. 8 Vd 6 E κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον τὸν αἰσχύλον Cobetus: τὸ lac. 8 Vd 18 E. cf. Aesch. Suppl. 770, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ ἀνέσεως ἡδονὴ στρατηγῷ S 'ex vetere codice': ἀνε lac. 9 Vd 12 E γῷ (γωι VD) καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν· ἵνα τοίνυν τοίνυν *: lac. 5 Vd 9 E ἀκοῦσαὶ θʼ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ τρίτῃ M: πρώτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος; καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον.

Ποῖόν τινα δεῖ τὸν συμποσίαρχον εἶναι.

Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖνlac. 6 dant Vd P (=Palatinus) Fort. suppl. παλαιὸν ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται χρήσεται M: χρῆσθαι τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς αὐτοῖς] ἐ lac. 4 Vd αὐτοῖς ἐπιτρέπω. ἐπιτρέπω M: ἐπιτρέπων

μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων Πλάτων] Rep. p. 412 c, εἶναι· τὸν δὲ συμποτῶν συμποτικώτατον. ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος· ἀλλʼ ὡς ὁ Κῦρος Κῦρος] cf. Vit. Artax. c. 6 ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τʼ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος βασιλικώτατος mei εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὃ τʼ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν αὐτὸν Turnebus: αὐτόν ὥσπερ ὑπομιμνήσκων ὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις. ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸν φίλων ἄρχεις, ἵνα μήτʼ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλʼ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ σμικρῶς δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ ὁ Ξενοφῶν Ξενοφῶν] Exped. 2, 6, 11 ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρου Vulcobius: ἕτερον Malim ἑτέρου μίξις ἑτέρα ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δʼ ἔλαττον ὑποχέουσιν· ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστʼ ἰδία κρᾶσις ἔστ’ ἰδία κρᾶσις *: ἔστι διάκρασις ἣν τῷ συμποσιάρχῳ γιγνώσκειν προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵνʼ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δʼ ἀνιεὶς καὶ ὑποφειδόμενος, εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις· ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. εἰ δὲ τοῦτό τοῦτο M: τοῦτό γε δύσκολον, ἐκεῖνα γε γε idem: δὲ πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας· οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δʼ δὲ Salmasius ἠρεμούντων, ἔλλυποι ἔλλυποι] ἄλυποι mei. ἄυπνοι X δὲ γιγνώσκων ἄν τις ἄν τις scripsi cum Emperio: μέν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε. καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδʼ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτʼ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως ὅμως] ὅλως? ἀνέγκλητος ἔσται. τοιοῦτον ἔφη ἔφην mei σοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι.

καὶ ὁ Θέων ἀλλὰ δέχομαι μέν εἶπεν οὕτω μᾶλλον μᾶλλον] καλὸν R ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν· εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ αὐτῷ] add. τοιούτῳ R καὶ μὴ καταισχυνῶ καταισχύνω mei τοὔργον, οὐκ οἶδα· κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι*: τὸ ἔργον κοσμιώτατον - περιόψεσθαι *: lac. 6 Vd 8 E τὸν δέ μοι δοκεῖ τοι lac. 3 Vd 6 E σων τὸ συμπόσιον 6 Vd E ἄξειν ἡμῖν καὶ μὴ ὄψεσθαι νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένηνmalim γιγνομένην αὖθις δὲ κυβευτήριον, εἶτά που σκηνὴν καὶ θυμέλην. ἢ γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγιγνώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον, ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον· ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται· τοῦτο δʼ ἦν φιλίας ἐπίτασιν ἢ γένεσιν διʼ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσι· διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα. ἐπεὶ δὲ πανταχοῦ τὸ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, ἡ δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν, ᾧ καὶ βλάπτει ἐπεὶ δὲ πανταχοῦ - βλάπτει *: ἐπεὶ δὲ πανταχοῦ πλήσμιον καὶ πολλαχοῦ βλαβ. τὸ ἄκρατον, ἡ δὲ μϊξις - ἀφαιρεῖται ἄνω καὶ βλάπτει τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα· δῆλον ὅτι καὶ τοῖς πίνουσιν ὁ ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. ἀκούων οὖν πολλῶν λεγόντων, ὅτι πλοῦς μὲν ὁ παρὰ γῆν περίπατος; δʼ ὁ παρὰ θάλατταν ἣδιστός ἐστιν, οὕτω παραβαλεῖ παραβάλλει mei τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν γῆν Doehnerus τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν, ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνινBergk. 3 p. 689 φύονται μαλακῶν ἄνθεα λευκοΐων. ὅσαι δʼ ἄνευ σπουδῆς ἐπεισκωμάζουσι τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν καὶ ἀσέλγειαν καὶ ἀσέλγειαν S: lac. 7 Vd E καθάπερ ὑοσκύαμον λαβόντες ἐμβαλόντες Doehnerus. προσλαβόντες? οἴνῳ τοῖς τοῖς] καὶ τοῖς W. Praeferenda mihi vid. W emendatio. Malim ὡς τοῖς et deinde ἐξυβρίζουσι cum plurimus libris λεγομένοις προστάγμασιν ἐξυβρίζωσι, προστάττοντες ᾄδειν ψελλοῖς ἢ κτενίζεσθαι φαλακροῖς ἢ ἀσκωλιάζειν χωλοῖς. ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ἢ ζημίαν καταβαλεῖν τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτω πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσι·; καὶ κεραμίου στενοῦ στενοῦ Amyotus: κενοῦ κομισθέντος, εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δʼ ἄλλοι πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. χαρίεις οὖν Ἀγαπήστωρ καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας, ἀλλὰ μὴν καὶ ἀλλὰ μὴν καὶ *: lac. 6-7 Vd 8 E προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι, ῥητορικοῖς εἰπεῖν, φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων, ποιηταῖς προενέγκασθαι στίχους. ἡδέως γὰρ εἰς τοῦθʼ ἕκαστος ἄγεται καὶ προθύμως, ἵνʼ αὐτὸς αὑτοῦ αὐτοῦ mei τυγχάνει τυγχάνει *: τυγχάνοι κράτιστος ὤν Nauck. p. 413 ὁ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλε τῷ καινὴν ἡδονὴν ἐξευρόντι· συμποσίου δὲ βασιλεὺς; ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη προθείη Vulcobius: προσθείη τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδʼ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον· ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονεικίας ἐν δʼ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην.

πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα Ἔρως διδάσκει.

πῶς εἴρηται τὸ ποιητὴν ποιητὴν] μουσικὴν mei δʼ ἄρα ἔρως…

The complete text is available when the reading interface loads.