The Greek Library Author

Plutarch

Ἐρωτικός

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1892
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg113.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΦΛΑΟΥΙΑΝΟΣ. Ἑν Ἑλικῶνι φῆς, ὦ Λύτόβουλε, τοὺς περὶ Ἑρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν.

ΑΥΤΟΒΟΥΛΟΣ. ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόν πεντετηρικόν?, ὥσπερ καὶ ταῖς Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς.

ΦΛΑΟΥΙΑΝΟΣ. οἶσθʼ οὖν ὃ σοῦ ὃ σοῦ X: ὅσου μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες;

ΑΥΤΟΒΟΥΛΟΣ. οὔκ· ἀλλʼ εἴσομαι λεγόντων.

ΦΛΑΟΥΙΑΝΟΣ. ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσʼ ἄλλα ἄλλα] fort. ἄλλα οἱ aut ἄλλα τινὲς τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος Πλάτωνος] Phaedr. p. 230d Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι,

ΑΥΤΟΒΟΥΛΟΣ. τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τʼ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν ἵλεων ἵλεων *: ἵλεω παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον.

ΑΥΤΟΒΟΥΛΟΣ. ὁ γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα· καὶ γὰρ ἦν ἐκείνης ἡ εὐχὴ καὶ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον καὶ Λύσανδρον (sed nomen patris desideratur) Λυσάνδρας Λυσάνδρας Masvigius: καὶ λύσανδρον cf. p. 752d. 762f ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι· Βοιωτῶν δʼ ὁ πατὴρ ἔφη γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν ἢ τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν] recte habent· ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο ἀφίκοντο M πρὸς αὐτοὺς Ἀνθεμίων καὶ Πεισίας ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ διʼ εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου διαφερόμενοι πρὸς ἀλλήλους ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον. ἐχήρευσε*: ἐχήρωσε γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε ἔπαθέ τι W πρὸς τὸ μειράκιον αὐτή· καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηδὲν ποιεῖν ἀγεννές, ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ αὐτοῦ] αὐτοῖς R φανέντος, ἥ γε γε *: τε μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν· τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθʼ ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον. ᾐδεῖτο γὰρ ἔφηβος ἔπʼ ὢν χήρᾳ συνοικεῖν· οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν ὁ μὲν ἀνεψιὸς αὐτοῦ ἦν ἦν αὐτοῦ an delendum αὐτοῦ? πρεσβύτεροςib. πρεσβύτατος R, ὁ δὲ Πεισίας αὐστηρότατος τῶν ἐραστῶν· διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον· ὁ δʼ ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τἄλλα*: τὰ ἄλλα χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ αὐτῷ Leonicus: αὐτῶν καὶ νεαρὸς ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις.

ΑΥΤΟΒΟΥΛΟΣ. ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰX: παιδεία πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτος καὶ δι’ Ἐρωτα conieci in Symb., λήθη μὲν μὲν] δὲ BE λόγων λήθη δὲ πάτρας, Nauck. p. 632 οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶνfort. ἡμερῶν ὁδὸν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνουTurnebus: ἐκείνων καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε λαιψηρὰ κυκλώσας πτερὰ cf. p. 507a διαπόντιος πέτεται πέτεται Athenaeus p. 165a: πέταται , τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας.

ΑΥΤΟΒΟΥΛΟΣ. γενομένου δὲ γέλωτος, ὁ Πρωτογένης ἐγὼ δέ σοι δοκῶ εἶπεν ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην καὶ ὁ Δαφναῖος αἴσχιστα δὲ καλεῖς ἔφη γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδʼ ἔστιν ἱερωτέρα κατάζευξις; ἀλλὰ ταῦτα μέν εἶπεν ὁ Πρωτογένης ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δʼ Ἔρωτος οὐδʼ ὁτιοῦν τῇ γυναικωνίτιδι γυναιξί τι Herwerdenus μέτεστιν, οὐδʼ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαιR: μυῖα γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι φίλα φρονοῦσι *: φιλοφρονοῦσι πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλʼ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δʼ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψίαX: φιλοψυχία καλεῖται· οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπʼ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δʼ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ ῥύμῃ R, sed cf. p. 441d γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆςcf. Plat. Symp. p. 218a ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος Ἀρίστιππος] cf. Mullach. 2 p. 408 qui hoc testimonio omisso multa alia congessit, τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλʼ ἡδέως ἑκατέρῳ χρῆται· τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφʼ ὥρᾳ τὸ λυποῦν λυποῦν] ἀνθοῦν R. λοιπὸν Winckelmannus. αὐχοῦν? καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι, Nauck. p. 916 πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν. τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος ἐρωτικώτερον BE ὁ μὴ διὰ κέρδος ἀλλʼ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς ἐπεγγελῶν ἐποίησεν ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις Kock. 3 p. 310 εἰ δʼ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν θῆλυν δεῖ καλεῖν R. Malim καλῶμεν Ἐρωτα θῆλυν καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δʼ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν ὄρειον Herwerdenus, ὃν Ὅμηρος Ὁμηρος] Φ 252 μέλανα καὶ θηρευτήν προσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν· οὕτως εἷς Ἔρως ὁ γνήσιος ὁ παιδικός ἐστιν, οὐ πόθῳ στίλβων, ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων Ἀνακρέων] Bergk. 3 p. 258, οὐδὲ μύρων ἀνάπλεως καὶ γεγανωμένος, ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δʼ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δʼ ἡδονὴ κοινὸν κἀνελεύθερον*: καὶ ἀνελεύθερον ib. δοῦλον BE. ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδʼ ἀστεῖον οὐ συνουσίας οὐ συνουσίας Leonicus: οὐσία γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν τῶν] ὁ τῶν W γυναικῶν.

ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δίʼ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, ἔσθʼ ἔσθʼ] ὅς θʼ R ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ Bergk. 2 p. 50 μηρῶν ἱμείρων ἱμείρων] om. BE καὶ γλυκεροῦ στόματος. πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα σέβας δὲ μηρῶν ἁγνὸν ἀγνὸν] accessit ex Athen. p. 602e οὐκ ἐπῃδέσω οὐκ ἐπῃδέσω idem: οὐ κατηδέσω , Nauck. p. 44 ὦ δυσχάριστε τῶν πυκνῶν πυκνῶν idem: πικρῶν φιλημάτων ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν τὸν M: τῶν γυναικῶν ἢ ἢ] ἢ τὸν Herwerdenus ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος Πίνδαρος] Pyth. 2, 42 ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι σμίκρα μοιem. Bergkius (3 p. 101): σμικρά μοι παῖ ἔμμεναι φαίνεαι πάις ἔμμεν ἐφαίνεο κἄχαρις. ὁ δʼ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται, βίᾳ δʼ ἔπραξας δ’ ἔπραξας R: δὲ πράξας χάριτας ἢ πείσας κόρην;. Nauck. p. 916 ἡ δʼ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ μὲν μετὰ R: μετὰ βίας γενομένη γενομένη idem: λεγομένη καὶ λεηλασίας, ἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα Πλάτωνα] Phaedr. p. 250e νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις χάρις add. Winckelmannus sed ante ἄχαρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων Πλάτων] de Legg. p. 839b φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου cf. Bergk. 2 p. 50 καὶ Μουσέων, ἃ τίθησʼ τίθησιν BE ἀνδράσιν εὐφροσύνας· ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν καὶ τῶν παιδικῶν] i. e. οὕτω καὶ ἐκ τῶν παιδικῶν cf. Plat. Rep. p. 497d ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς τἀληθὲς *: τὸ ἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτριʼ ἂν μέτρι’ ἂν *: μέτρια δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλʼ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνεινem. M: ἐελαύνει τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς παραδοὺς BE εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών προσεγκαλῶν iidem, unde fort. προσαικάλλων , εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς εὐθὺς] αὖθις R ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος; δʼ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθʼ ἡσυχίαν γλυκεῖʼ γλυκεῖα libri ὀπώρα φύλακος ἐκλελοιπότος. Nauck. p. 916. Kock. 3 p. 614 εἰ δʼ, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία ἀκοινωνία iidem, πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δʼ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον προσίκυνον BE πῶμαib. *: πόμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.

ΑΥΤΟΒΟΥΛΟΣ. λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν δʼ αὐτοῦ καταλιπόντος διαλιπόντος Herwerdenus ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ὁμολογοῦντας ὥσπερ οἱ κύνες ἐκ τῶν τῶν Duebnerus μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι καὶ μετοικίζειν τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖαcf. Kock. 3 p. 450 καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν ἐπεὶ ταῖς· γε σώφροσιν οὔτʼ ἐρᾶν οὔτʼ ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν. ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους ἐπιλαβέσθαι καὶ εἰπεῖν τόδʼ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών, Nauck. p. 916 καὶ νὴ Δία Δαφναίῳ συνδίκους ἡμᾶς προστίθησιν οὐ μετριάζων ὁ Πεισίας, ἀλλὰ τοῖς γάμοις ἀνέραστον ἐπάγων καὶ ἄμοιρον ἐνθέου φιλίας κοινωνίαν, ἣν τῆς ἐρωτικῆς πειθοῦς καὶ χάριτος ἀπολιπούσης μονονοὺ ζυγοῖς καὶ χαλινοῖς ὑπʼ αἰσχύνης καὶ φόβου μάλα μόλις συνεχομένην ὁρῶμεν. καὶ ὁ Πεισίας ἐμοὶ μέν εἶπεν ὀλίγον μέλει τοῦ λόγου· Δαφναῖον δʼ δὲ] δὴ BE ὁρῶ ταὐτὸν πάσχοντα τῷ χαλκῷ· καὶ γὰρ ἐκεῖνος οὐχ οὕτως ὑπὸ τοῦ πυρός, ὡς ὑπὸ τοῦ πεπυρωμένου χαλκοῦ καὶ ῥέοντος, ἂν ἐπιχέῃ τις, ἀνατήκεται καὶ ῥεῖ συνεξυγραινόμενος καὶ τοῦτον οὐκ ἐνοχλεῖ τὸ Λυσάνδρας κάλλος, ἀλλὰ συνδιακεκαυμένῳ συνδιακεκαλυμμένῳ iidem καὶ γέμοντι πυρὸς ἤδη ἥδη M: δ πολὺν χρόνον χρόνον W: χρόνον ὁ πλησιάζων καὶ ἁπτόμενος ἀναπίμπλαται· καὶ δῆλός ἐστιν, εἰ μὴ ταχὺ φύγοιmalim ἂν μὴταχὺ φύγῃ πρὸς ἡμᾶς, συντακησόμενος. ἀλλʼ ὁρῶ εἶπε γιγνόμενον ὅπερ ἂν μάλιστα σπουδάσειεν Ἀνθεμίων, προσκρούοντα τοῖς δικασταῖς καὶ ἐμαυτόν, ὥστε παύομαι καὶ ὁ Ἀνθεμίων ὤνησας εἶπεν ὡς ἔδει γʼ ἀπʼ ἀρχῆς λέγειν τι πρὸς τὴν ὑπόθεσιν.

ΑΥΤΟΒΟΥΛΟΣ. λέγω τοίνυν ὁ Πεισίας ἔφη προκηρύξας ἐμοῦ· γʼ ἕνεκα πάσαις γυναιξὶν ἂν ἂν quid lateat incertum. Fort. αὐτὸν ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμενem. Herwerdenus: λάθοιμεν ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθὸντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δʼ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν δοκοῦσαν] ποθοῦσαν Emperius. Malim ἀσκοῦσαν οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ περιττὰ Salmasius: περὶ τὰ χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίουςem. X: ἐκβεβαίους καὶ κενάς καὶ κενὰς Iacobius (ex Clem. Alex. p. 288 Pott.): καὶ κελίους , ὑφʼ ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται · κἂν μένωσι μὲν ὦσι BE, χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.

ΑΥΤΟΒΟΥΛΟΣ. ἐκεῖνοem. Winckelmannus: ἐκεῖνα δʼ οὐ λέγεις λέγεις X: λέγει ὁib. ὁ * Πρωτογένης εἶπεν ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος λέγοντος Madvigius: λόγος μήτε τριηκόντων τριηκόντων Winckelmannus ex Hes. OD 694: τριήκοντ’ ὢν ἐτέων μάλα πόλλʼ ἀπολείπων μήτʼ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὥριος οὗτος· ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο· σχεδὸν ἡμεῖς ἔτεσι ἔτεσι R: οὖτος τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶem. W: καθάπερ οἱ φοίνικας ἢ σῦκ̓ib. σῦΚΑ ἐρινεοῖς ὄμφαΚΑ supplevi: σύκα 10 E 13 B cf. Symb. ἐρινεοῖς, ὄμφακα καὶ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς καθείσθω τὰς Duebnerus: καθ̀ αἴσθηται ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα σχῆμα Emperius: καὶ σχῆμα λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δʼ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω κεκαθήσθω BE περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.

ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πρωτογένους, ὁρᾷς εἶπεν ὁ πατήρ ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι φεύγουσι R: φεύγειν τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς; καὶ καὶ] malim ναί ναὶ μὰ Δίʼ εἶπεν ὁ Ἀνθεμίων· ἄμυνʼ οὖν ἄμυν’ οὖν *: ἀμύνει διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν αὐτὸς ἐρῶν· ἔτι δὲ W: αὐτοὺς ἐρᾶν· εἰ δὲ idem: βοηθήσων · ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς. τί δʼ εἶπεν ὁ πατὴρ οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ καὶ] εἰ Emperius πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα; τί δʼ εἰ εἰ - εἰ Leonicus: ἡ - ἡ γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν οὐδὲ αὐστηρὸν - δυσκαρτέρητον] fort. οὐ τὸ αὐστηρὸν πικρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς δὲ τὸ σεμνὸν καὶ δυσκαρτέρητον καὶ κατεγνυπωμένονib. em. Schneiderus: κατεγρπωμένον ἐπαχθὲςib. lac. 6 E 8 B· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς ποινὰς Basileensis: πείνας καλοῦσιν αὐτὰς καὶ καὶ] ἀεὶ Emperius τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυονem. Winckelmannus: ἔγγυον ἐπαγομένην διʼ ὠνῆς καὶ καταχυσμάτων καταχυσμάτων idem: κατεσυμμάτων ; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλειαidem: ἀγαθοκλία διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας, ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ ΒελεστίχηWinckelmannus: βελεστίη , πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως Ἀφροδίτης Βελεστίχης Βελεστίχης idem: βελεστικῆς ; ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ δὲ Δελφοῖς κατάχρυσος ἑστῶσα ἑστῶσα W: δ’ ἑστῶσα μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν ἑαυτοὺς Winck. Loco eius lac. 6 E 8 B, nisi quod lac. dat B post γενόμενοι καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων δακτύλιον δακτύλων *: δακτύλων ἰσχνὸς ὢνib. Coraes: ἴχνος ὧν cf. Vit. Artax. c. 15 μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφονcf. Nauck. p. 274. 275, ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον*: καὶ ἀνελεύθερον , ἀρετῇ δὲ καὶ γένει προσόντα φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν*: μουνυχίαν τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ δικαίως ἅμα καὶ *: καὶ ὡς ἅμα συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ ἔφη τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι ἔνιαι τῶν Βάκχων BE προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δʼ ὅλον ἔφη καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ ἔτη γεγενημένην.

ΑΥΤΟΒΟΥΛΟΣ. τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ τῷ *: τοῦ cf. p. 771d Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα συγκρατήσασα BE παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς ἀπέκλεισαν ἅμα δʼ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ περικύκλῳ R: περὶ κύκλῳ δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δʼ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δʼ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπʼ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλʼ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους.

ΑΥΤΟΒΟΥΛΟΣ. ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα, πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ δ’ ὧ] δὴ X γύναι φρονεῖς φρόνει Nauckius· Nauck. p. 678 τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει βαδίζειν BE· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν εἶπεν ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται. προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ Ἀνθεμίων νεανικὸν μέν ἔφη τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμενem. M: ἴσμεν , σφόδρʼ ἐρώσης γυναικός, καὶ ὁ Σώκλαρος ὑπομειδιῶν οἴει γὰρ ἁρπαγήν ἔφη γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός; μὴ λέγε ταῦτʼ εἶπεν ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ ἐπὶ] malim περὶ aut τι περὶ Βάκχωνος ὁ Ἀνθεμίων· καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν γ’ οὐκ ἂν] γοῦν BE. γοῦν οὐκ ἂν R ἀπεκρύψατο, τῶν τʼ ἄλλων τ’ ἂλλων X: τελῶν μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ μάχεσθαι χαλεπόν οὐ θυμῷ καθʼ Ἡράκλειτον Ἡράκλειτον] Bywater. p. 41· ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται καὶ χρημάτων καὶ δόξης. ἐπεί τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Πεμπτίδης ἐπιγελάσας ἀμέλει καὶ σώματός τις ἔφη νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.

ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων*: γυμνασιαρχῶν ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα τἀκίνητα? κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός δι’ ἃκρων - φρενῶν idem, Eur. Bacch. 203 ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, Ζεύς, ὅστις ὁ Ζεύς ὅστις ὁ Ζεὺς Lucianus (Iov. Trag. 41), οὐ γὰρ οἶδα πλὴν λόγῳ, Nauck. p. 510 μεταλαβὼν δὲ χορὸν δὲ χορὸν Sauppius: δι’ ἔχθρὸν ἄλλον ἐθάρρει δʼib. δʼ * ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς] locum singularem Nauckius omisit ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. Nauck. p. 511 τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ τῷ λόγῳ] respicitur ad λόγῳ versus Euripidei (lib. 12) θέσθαι ἢ καὶ ἄδηλον ἢ καὶ ἂδηλον] i. e. ἢ καὶ εἰς ἄδηλον ; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοιem. Bergkius: ἀδωναῖοι λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα κρύφα Aldina: καὶ κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους Ἐμπεδοκλέους] Mullach. 1 p. 3 vs. 81 ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ σὺ X: σὺν νόῳ δέρκου δέρκευ Clemens Alex. (p. 653 Pott.): δέρκου , μηδʼ ὄμμασιν ἧσο τεθηπώς· ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; Nauck. p. 648 ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι. Eur. Hipp. 449. 450 ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς Σοφοκλῆς] Nauck. p. 310 ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον cf. Aesch. Choeph. 295. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης Παρμενίδης] Mullach. 1 p. 128 vs. 132 μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. Ἡσίοδος Ἡσίοδος] Theog. 120 δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωταmalim τὸν Ἐρωτα πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ οὐδ’ αἱ *: οὐδὲ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ ἀπέχονται δʼ Schellensius: ἀλλὰ ἀπέχονται ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν ἔρως γὰρ ἀργὸν κἀπὶ κἀπὶ X: καὶ ἐπὶ τοιούτοις ἔφυ· Nauck. 455 καὶ πάλιν ὦ παῖδες, ἥ τοι Κύπρις ἥ τοι Κύπρις Stobaeus (63, 6): 9 E 11 B οὐ Κύπρις μόνον, Nauck. p. 329 ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος αἰτιώνυμος BE. ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς μανιὰς Porson: μανίας · ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητονM: ἀλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχονταem. R: ἔχοντι πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν ἌρηςNauck. p. 308 συὸς προσώπῳ πάντα τυρβάζει κακά καλὰ R praeter necessitatem. καὶ μιαιφόνον μιαιφόνον] Hom. E 31. Φ 402 Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ἀλλοπρόσαλλον] idem ib. 831. 889 ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν ἀναιρεῖν] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69). γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;

ΑΥΤΟΒΟΥΛΟΣ. ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτʼ ἔφη τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ πειθοῦς δὲ καὶ γάμου R φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτουςcf. Callimach. ed. Schneid. p. 786, ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι εὐθύνοι idem βέλος· Nauck. p. 67 ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος Ὁμηρος] ε 69 ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν ὥραν R: ὥρα καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως ἄλλως W: ἄλλος εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρουidem: ἀρότρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγοςidem: φέγγος ἁγνὸν ὀπώρας vid. Bergk. 1 p. 433. p. 437 κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει μέλλει BE φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναιmalim μηδ’ ἐκκλασθῆναι (cf. p. 762 f) vel κατακλασθῆναι (cf. p. 767f) τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε γε R: τε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον θεῖον] θεὰν R; malim θεὸν ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι*: μὴ γίνεσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἀγωγὸς W ἐν ἐν] τῶν ἐν R τέλει ἔστιν δέ τις Ἐκεῖ κομιστὴρ κἀπαρωγὸς ἐν τέλει versum Aeschyli effecit God. Hermannus γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος ὁ Ψπνος Hauptius: οὖτος , οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα ἀλλὰ θνητὸν ἅμα] ἀλλ’ ἡγήτορα Valckenarius. ἀλλ’ ὀνήτορα Bergkius; malim ἀλλ’ εὐνάτορα cf. Nauck. p. 916 ψυχαῖς. καὶ τὰ τοιαῦτα καίτοι ταῦτα W πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον τ’ εὐκάματον Porson cf. p. 467d. 794b. Eur. Bacch.…

ΑΥ…

The complete text is available when the reading interface loads.