The Greek Library Author

Plutarch

Vitae decem oratorum

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1893
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg121.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἀντιφῶν

Ἀντιφῶν Σοφίλου μὲν ἧν πατρὸς τῶν δὲ δήμων ʽπαμνούσιος· μαθητεύσοις δὲ τῷ πατρὶ ʽἦν γὰρ σοφιστῆς, ᾧ καὶ Ἀλκιβιάδην φασὶν ἑτι παῖδα ὄντα φοιτῆσαἰ καὶ δύναμιν λόγων κτησάμενος, ὥς τινες νομίζουσιν, ἀπʼ οἰκείας φύσεως, ὥρμησε μὲν πολιτεύεσθαι· διατριβὴν δὲ συνέστησε καὶ Σωκράτει τῷ φιλοσόφῳ διεφέρετο τὴν ὑπὲρ τῶν λόγων διαφορὰν οὐ φιλονείκως ἀλλʼ ἐλεγκτικῶς, ὡς Ξενοφῶν ἱστόρηκεν ἐν τοῖς Ἀπομνημονεύμασι. καί τινας λόγους τοῖς δεομένοις τῶν πολιτῶν συνέγραφεν εἰς τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας πρῶτος ἐπὶ τοῦτο τραπείς, ὥσπερ τινές φασι τῶν γοῦν πρὸ αὐτοῦ γενομένων οὐδενὸς φέρεται δικανικὸς λόγος, ἀλλʼ οὐδὲ τῶν κατʼ αὐτόν, διὰ τὸ μηδέπω ἐν ἔθει τοῦ συγγράφειν εἶναι, οὐ Θεμιστοκλέους οὐκ Ἀριστείδου οὐ Περικλέους, καίτοι πολλὰς ἀφορμὰς καὶ ἀνάγκας παρασχόντων αὐτοῖς τῶν καιρῶν καὶ γὰρ οὐ διʼ ἀσθένειαν ἀπελείποντο τοῦ συγγράφειν, ὡς δῆλον ἐκ τῶν εἰρημένων παρὰ τοῖς συγγραφεῦσι περὶ ἑνὸς Χ ορατορυμ Ωιταε. ἑκάστου τῶν· προειρημένων ἀνδρῶν. ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι, πρεσβύτῃ ἤδη ὄντι, οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον. πρῶτος δὲ καὶ ῥητορικὰς τέχνας ἐξήνεγκε, γενόμενος ἀγχίνους· διὸ καὶ Νέστωρ ἐπεκαλεῖτο. Καικίλιος δʼ ἐν τῷ περὶ αὐτοῦ συντάγματι Θουκυδίδου τοῦ συγγραφέως καθηγητὴν τεκμαίρεται γεγονέναι ἐξ ὧν ἐπαινεῖται παρʼ αὐτῷ ὁ Ἀντιφῶν. ἔστι δʼ ἐν τοῖς· λόγοις ἀκριβὴς καὶ πιθανὸς καὶ δεινὸς περὶ τὴν εὕρεσιν καὶ ἐν τοῖς ἀπόροις τεχνικὸς καὶ ἐπιχειρῶν ἐξ ἀδήλου καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος. γέγονε δὲ κατὰ τὰ Περσικὰ καὶ Γοργίαν τὸν σοφιστήν, ὀλίγῳ νεώτερος αὐτοῦ · καὶ παρατέτακεν ἕως καταλύσεως τῆς δημοκρατίας ὑπὸ τῶν τετρακοσίων. γενομένης, ἣν αὐτὸς δοκεῖ συγκατασκευάσαι, ὁτὲ μὲν δυσὶ τριηραρχῶν ναυσὶν ὁτὲ δὲ στρατηγῶν, καὶ πολλαῖς μάχαις νικῶν, καὶ συμμαχίας μεγάλας αὐτοῖς προσαγόμενος, καὶ τοὺς ἀκμάζοντας ὁπλίζων, καὶ τριήρεις πληρῶν ἑξήκοντα, καὶ πρεσβεύων δʼ ἑκάστοτε ὑπὲρ αὐτῶν εἰς Λακεδαίμονα, ἡνίκα ἐτετείχιστο Ἠετιώνεια. μετὰ δὲ τὴν σε κατάλυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμῳ ἑνὶ τῶν τετρακοσίων, ἑάλω, καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπαχθεὶς ἄταφος ἐρρίφη καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἀνεγράφη. οἱ δʼ ὑπὸ τῶν τριάκοντα ἀνῃρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο. ὅτι δʼ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Φιλιππικῶν ἀλλʼ οὗτός γʼ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, · οὗ καὶ Κρατῖνος ἐν Πυτίνῃ ὡς πονηροῦ μνημονεύει· πῶς γὰρ ἂν ὁ προτεθνεὼς καὶ ἀναιρεθεὶς ἐπὶ τῶν τετρακοσίων πάλιν ἐπὶ τῶν τριάκοντα εἴη; ἔστι δὲ καὶ ἄλλος λόγος περὶ τῆς τελευτῆς αὐτοῦ. πρεσβευτὴν γὰρ ὄντα αὐτὸν εἰς Συρακούσας πλεῦσαι, ἡνίκα ἢκμαζεν ἡ τοῦ προτέρου Διονυσίου τυραννίς· γενομένης δὲ παρὰ πότον ζητήσεως, τίς ἄριστός; ἐστι χαλκός, καὶ τῶν πολλῶν διαφερομένων, αὐτὸν εἰπεῖν ἄριστον εἶναι ἐξ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων πεποίηνται· τοῦτο δʼ ἀκούσαντα τὸν Διονύσιον καὶ ὑπονοήσαντα προτροπὴν εἰς ἐπίθεσιν εἶναι τὸ ῥηθὲν προστάξαι ἀναιρεθῆναι αὐτόν οἱ δέ, ὅτι τὰς τραγῳδίας αὐτοῦ διέσυρε, χαλεπήναντα. φέρονται δὲ τοῦ ῥήτορος λόγοι ἑξήκοντα; ὧν κατεψευσμένους; φησὶ Καικίλιος εἶναι τοὺς εἰκοσιπέντε. κεκωμῴδηται δʼ εἰς φιλαργυρίαν ὑπὸ Πλάτωνος ἐν Πεισάνδρῳ. λέγεται δὲ τραγῳδίας συνθεῖναι καὶ ἰδίᾳ καὶ σὺν Διονυσίῳ τῷ τυράννῳ. ἔτι δʼ ὢν πρὸς τῇ ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία ὑπάρχει· ἐν Κορίνθῳ τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθʼ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δʼ οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου περὶ ποιητῶν βιβλίον εἰς Ἀντιφῶντα ἀναφέρουσιν. ἐπαινεῖται δʼ αὐτοῦ μάλιστα ὁ περὶ Ἡρώδου, καὶ ὁ πρὸς Ἐρασίστρατον περὶ. τῶν ταῶν, καὶ ὁ περὶ τῆς εἰσαγγελίας, ὃν ὑπὲρ ἑαυτοῦ γέγραφε, καὶ ὁ πρὸς Δημοσθένη τὸν στρατηγὸν παρανόμων. ἔγραψε δὲ καὶ κατὰ Ἱπποκράτους; τοῦ στρατηγοῦ λόγον καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. ψήφισμα ἐπὶ Θεοπόμπου ἄρχοντος, ἐφʼ οὗ οἱ τετρακόσιοι κατελύθησαν, καθʼ ὃ ἔδοξεν Ἀντιφῶντα κριθῆναι, ὃ Καικίλιος παρατέθειται. ἔδοξε τῇ βουλῇ μιᾷ καὶ εἰκοστῇ τῆς πρυτανείας· Δημόνικος Ἀλωπεκῆθεν Φιλόστρατος, Φιλόστρατοιε Παλληνεὺς ἐπεστάτει· Ἄνδρων εἶπε περὶ τῶν ἀνδρῶν, οὓς ἀποφαίνουσιν οἱ στρατηγοὶ πρεσβευομένους εἰς Λακεδαίμονα ἐπὶ κακῷ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ ἐκ τοῦ στρατοπέδου πλεῖν ἐπὶ πολεμίας νεὼς καὶ πεζεῦσαι διὰ Δεκελείας, Ἀρχεπτόλεμον καὶ Ὀνομακλέα καὶ Ἀντιφῶντα συλλαβεῖν καὶ ἀποδοῦναι εἰς τὸ δικαστήριον, ὅπως δῶσι δίκην παρασχόντων δʼ αὐτοὺς οἱ στρατηγοί, καὶ ἐκ τῆς βουλῆς οὕστινας ἂν δοκῇ τοῖς στρατηγοῖς, προσελομένοις μέχρι δέκα, ὅπως ἂν περὶ παρόντων γένηται ἡ κρίσις. προσκαλεσάσθωσαν δʼ αὐτοὺς οἱ θεσμοθέται ἐν τῇ αὔριον ἡμέρᾳ καὶ εἰσαγόντων, ἐπειδὰν αἱ κλήσεις ἐξήκωσιν εἰς τὸ δικαστήριον, περὶ προδοσίας κατηγορεῖν τοὺς ᾑρημένους συνηγόρους καὶ τοὺς στρατηγοὺς καὶ ἄλλους, ἄν τις βούληται· ὅτου δʼ ἂν καταψηφίσηται τὸ δικαστήριον, περὶ αὐτοῦ ποιεῖν κατὰ τὸν νόμον, ὃς κεῖται περὶ τῶν προδόντων. Τούτῳ ὑπογέγραπται τῷ δόγματι ἡ καταδίκη. προδοσίας ὦφλον Ἀρχεπτόλεμος Ἱπποδάμου Ἀγρύληθεν παρών, Ἀντιφῶν Σοφίλου Ῥαμνούσιος· παρών τούτοιν· ἐτιμήθη τοῖς, ἕνδεκα παραδοθῆναι καὶ τὰ χρήματα δημόσια εἶναι καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον, καὶ τὼ οἰκία κατασκάψαι αὐτῶν καὶ ὅρους θεῖναι τοῖν οἰκοπέδοιν, ἐπιγράψαντας ΑΡΧΕΠΤΟΛΕΜΟΥ ΚΑΙ ΑΝΤΙΦΩΝΤΟΣ ΤΟΙΝ ΠΡΟΔΟΝΤΟΙΝ. τὼ δὲ δημάρχω ἀποφῆναι τὴν οὐσίαν αὐτοῖν καὶ μὴ ἐξεῖναι θάψαι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα Ἀθήνησι, μηδʼ ὅσης Ἀθηναῖοι κρατοῦσι· καὶ ἄτιμον εἶναι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα καὶ γένος τὸ ἐκ τούτοιν, καὶ νόθους καὶ γνησίους καὶ ἐάν τις ποιήσηταί τινα τῶν ἐξ Ἀρχεπτολέμου καὶ Ἀντιφῶντος, ἄτιμος ἔστω ὁ ποιησάμενος. ταῦτα δὲ γράψαι ἐν στήλῃ χαλκῇ · καὶ ᾗπερ ἀνάκειται τὰ ψηφίσματα τὰ περὶ Φρυνίχου, καὶ τοῦτο θέσθαι.

Ἀνδοκίδης

Ἀνδοκίδης Λεωγόρου μὲν ἦν πατρὸς τοῦ Ἀνδοκίδου τοῦ θεμένου ποτὲ πρὸς Λακεδαιμονίους εἰρήνην; νην Ἀθηναίοις, τῶν δήμων δὲ Κυδαθήναιος ἢ Θορεύς, γένους εὐπατριδῶν, ὡς δʼ Ἑλλάνικος καὶ ἀπὸ Ἑρμοῦ· καθήκει γὰρ εἰς αὐτὸν τὸ κηρύκων γένος· διὸ καὶ προεχειρίσθη ποτὲ μετὰ Γλαύκωνος σὺν ναυσὶν εἴκοσι Κερκυραίοις βοηθήσων, διαφερομένοις πρὸς Κορινθίους. μετὰ δὲ ταῦτα αἰτιαθεὶς ἀσεβεῖν ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια, κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος ἐξεῦρε τοὺς περὶ τὰ ἱερὰ ἁμαρτόντας, ἐν οἷς καὶ τὸν αὑτοῦ πατέρα ἐμήνυσε. καὶ τοὺς μὲν ἄλλους πάντας ἐλέγξας ἐποίησεν ἀπολέσθαι τὸν δὲ πατέρα ἐρρύσατο, καίτοι δεδεμένον ἤδη, ὑποσχόμενος πολλὰ λυσιτελήσειν αὐτὸν τῇ πόλει· καὶ οὐκ ἐψεύσατο· ἤλεγξε γὰρ ὁ Λεωγόρας πολλοὺς δημόσια χρήματα σφετεριζομένους καὶ ἄλλα τινὰ ἀδικοῦντας. καὶ διὰ μὲν ταῦτα ἀφείθη τῆς· αἰτίας· οὐκ εὐδοκιμῶν δʼ ὁ· Ἀνδοκίδης ἐπὶ τοῖς πολιτευομένοις ἐπέθετο ναυκληρίᾳ,καὶ τοῖς τε Κυπρίων βασιλεῦσι καὶ πολλοῖς ἄλλοις δοκίμοις ἐπεξενώθη ὅτε καὶ μίαν τῶν πολιτίδων, Ἀριστείδου θυγατέρα, ἀνεψιὰν οὖσαν αὐτῷ, λάθρα τῶν οἰκείων ἐξαγαγὼν ἔπεμψε δῶρον τῷ Κυπρίων βασιλεῖ. μέλλων δʼ ἐπὶ τούτοις εἰς δικαστήριον εἰσάγεσθαι πάλιν αὐτὴν ἐξέκλεψεν ἀπὸ τῆς Κύπρου, καὶ ληφθεὶς ὑπὸ τοῦ βασιλέως ἐδέθη· διαδρὰς δʼ ἧκεν εἰς τὴν πόλιν, καθʼ ὃν χρόνον οἱ τετρακόσιοι διεῖπον τὰ πράγματα· δεθεὶς δʼ ὑπὸ τούτων καὶ διαφυγών, αὖθις ὁπότε κατελύθη ἡ ὀλιγαρχία, ἐξέπεσε τῆς πόλεως, τῶν τριάκοντα τὴν ἀρχὴν παραλαβόντων. οἰκήσας δὲ τὸν τῆς φυγῆς χρόνον ἐν Ἤλιδι, κατελθόντων τῶν περὶ Θρασύβουλον, καὶ αὐτὸς ἧκεν εἰς τὴν πόλιν. πεμφθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα καὶ δόξας ἀδικεῖν ἔφυγε. δηλοῖ δὲ περὶ πάντων ἐν τοῖς λόγοις οἷς συγγέγραφεν· οἱ μὲν γὰρ ἀπολογουμένου περὶ τῶν μυστηρίων εἰσίν, οἱ δὲ καθόδου δεομένου. σῴζεται δʼ αὐτοῦ καὶ ὁ περὶ τῆς ἐνδείξεως λόγος καὶ Ἀπολογία πρὸς Φαίακα καὶ περὶ τῆς εἰρήνης. καὶ ἤκμακε μὲν κατὰ τοῦτον τὸν χρόνον ἅμα Σωκράτει τῷ φιλοσόφῳ· ἀρχὴ δʼ αὐτῷ τῆς γενέσεως ὀλυμπιὰς μὲν ἑβδομηκοστὴ ὀγδόη, ἄρχων δʼ Ἀθήνησι Θεογενίδης· ὥστʼ εἶναι πρεσβύτερον αὐτὸν Λυσίου ἔτεσί που ἑκατόν. τούτου δʼ ἐπώνυμός ἐστι καὶ Ἑρμῆς ὁ Ἀνδοκίδου καλούμενος, ἀνάθημα μὲν ὢν φυλῆς Αἰγηίδος, ἐπικληθεὶς δʼ Ἀνδοκίδου διὰ τὸ πλησίον παροικῆσαι τὸν Ἀνδοκίδην. καὶ αὐτὸς δʼ ἐχορήγησε κυκλίῳ χορῷ τῇ αὑτοῦ φυλῇ ἀγωνιζομένῃ διθυράμβῳ, καὶ νικήσας ἀνέθηκε τρίποδα ἐφʼ ὑψηλοῦ ἀντικρὺ τοῦ πωρίνου Σειληνοῦ. ἔστι δʼ ἁπλοῦς καὶ ἀκατάσκευος ἐν τοῖς λόγοις, ἀφελής τε καὶ ἀσχημάτιστος.

Λυσίας

Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος μεταναστάντος δʼ εἰς Ἀθήνας ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέροντα· ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα, ὑπὸ Γέλωνος ἐτυραννοῦντο. γενόμενος δʼ Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς ὀλυμπιάδος, τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων· ἐπεὶ δὲ τὴν εἰς Σύβαριν· ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ᾤχετο σὺν τῷ πρεσβυτάτῳ ἀδελφῶν Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις, κτησάμενὸς τʼ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεάρχου τοῦ Ἀθήνησιν ἄρχοντος ἔτη ἑξήκοντα τρία. τῷ δʼ ἑξῆς Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τʼ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετʼ ἄλλων τριακοσίων. παραγενόμενος δʼ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι. τῆς δʼ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον· αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ᾗ ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις. ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τʼ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα. ἐφʼ οἷς γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπʼ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δʼ Ἀρχίνου γραφὴν παρανόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα· καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν. λοιπὸν ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον ὄντα. γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος. φέρονται δʼ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα καὶ τρεῖς, ἐν οἷς δὶς μόνον ἡττῆσθαι λέγεται. ἔστι δʼ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος ὃ ἐγράψατο Ἀρχῖνος, τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος. ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, τοῖς ἰδιώταις τοὺς πολλοὺς λόγους ἐκδούς. εἰσὶ δʼ αὐτῷ καί τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, Ἐπιστολαί τε καὶ ἐγκώμια, καὶ ἐπιτάφιοι καὶ Ἐρωτικοὶ καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν. δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν. Δημοσθένης δʼ ἐν τῷ κατὰ Νεαίρας λόγῳ ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῇ Νεαίρᾳ· ὕστερον δʼ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα. μνημονεύει δʼ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Φαίδρῳ ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου. ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, διʼ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὃ καὶ ἐκ τῶν. ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται ἔχει δ’ οὕτως νῦν ὦ. Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι, δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον, δεῖ ς1ʼ ἀρετῆς κήρυκα τεκεῖν τινα Λύσιδα ὑμνεῖν, δύντα κατὰ φθιμένων καὶ ζόφου ἀθάνατον ὃς τὸ τʼ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι, καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα· ἀναδεξαμένου δʼ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου · καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν. ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.

Ἰσοκράτης

Ἰσοκράτης Θεοδώρου μὲν ἦν παῖς τοῦ Ἐρχιέως τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος ἀπὸ τούτων, ὡς καὶ χορηγῆσαι καὶ παιδεῦσαι τοὺς υἱούς· ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι, Τελέσιππος καὶ Διόμνηστος· ἦν δὲ καὶ θυγάτριον· ὅθεν εἰς τοὺς αὐλοὺς κεκωμῴδηται ὑπʼ Ἀριστοφάνους καὶ Στράττιδος. γενόμενος δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἕκτην ὀλυμπιάδα Λυσιμάχου Μυρρινουσίου ἄρχοντος, νεώτερος μὲν Λυσίου δυσὶ καὶ εἴκοσιν ἔτεσι, πρεσβύτερος δὲ Πλάτωνος ἑπτά, παῖς μὲν ὢν ἐπαιδεύετο οὐδενὸς ἧττον Ἀθηναίων, ἀκροώμενος Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ Θηραμένους τοῦ ῥήτορος· οὗ καὶ συλλαμβανομένου ὑπὸ τῶν τριάκοντα καὶ φυγόντος ἐπὶ τὴν Βουλαίαν Ἑστίαν, ἁπάντων καταπεπληγμένων, μόνος ἀνέστη βοηθήσων καὶ πολὺν χρόνον ἐσίγησε κατʼ ἀρχάς, ἔπειτα ὑπʼ αὐτοῦ παρῃτήθη, εἰπόντος ὀδυνηρότερον αὐτῷ συμβήσεσθαι εἴ τις τῶν φίλων ἀπολαύσει τῆς συμφορᾶς· καὶ ἐκείνου τινὰς οὔσας τέχνας αὐτῷ φασι συμπραγματεύσασθαι, ἡνίκα ἐν τοῖς δικαστηρίοις ἐσυκοφαντεῖτο, αἳ εἰσιν ἐπιγεγραμμέναι Βότωνος. ἐπεὶ δʼ ἠνδρώθη, τῶν μὲν πολιτικῶν πραγμάτων ἀπέσχετο ἰσχνόφωνὸς τʼ ὢν καὶ εὐλαβὴς τὸν τρόπον καὶ τὰ πατρῷα· ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· ἄλλοις δὲ μεμελετηκὼς φαίνεται, ἕνα δὲ μόνον εἰπὼν λόγον,, τὸν περὶ τῆς Ἀντιδόσεως. διατριβὴν δὲ συστησάμενος, ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ἃ διανοηθείη ἐτράπετο, καὶ τόν τε Πανηγυρικὸν λόγον καί τινας ἄλλους τῶν συμβουλευτικῶν, οὓς μὲν αὐτὸς γράφων ἀνεγίνωσκεν οὓς δʼ ἑτέροις παρεσκεύαζεν, ἡγούμενος οὕτως ἐπὶ τὸ τὰ δέοντα φρονεῖν τοὺς Ἕλληνας προτρέψεσθαι. διαμαρτάνων δὲ τῆς προαιρέσεως, τούτων μὲν ἀπέστη σχολῆς δʼ ἡγεῖτο, ὣς τινές φασι, πρῶτον ἐπὶ· Χίου, μαθητὰς ἔχων ἐννέα· ὅτε καὶ ἰδὼν τὸν μισθὸν ἀριθμούμενον εἶπε δακρύσας ὡς ἐπέγνων ἐμαυτὸν νῦν τούτοις πεπραμένον ὡμίλει δὲ τοῖς βουλομένοις, χωρίσας πρῶτος τοὺς ἐριστικοὺς λόγους τῶν πολιτικῶν, περὶ οὓς ἐσπούδασε. καὶ ἀρχὰς δὲ καὶ περὶ τὴν Χίον κατέστησε καὶ τὴν αὐτὴν τῇ πατρίδι πολιτείαν · ἀργύριόν τε ὅσον οὐδεὶς σοφιστῶν εὐπόρησεν, ὡς καὶ τριηραρχῆσαι. ἀκροαταὶ δʼ αὐτοῦ ἐγένοντο· εἰς ἑκατόν; ἄλλοι τε πολλοὶ καὶ Τιμόθεος ὁ Κόνωνος, σὺν ᾧ καὶ πολλὰς πόλεις ἐπῆλθε, συντιθεὶς τὰς πρὸς Ἀθηναίους ὑπὸ Τιμοθέου πεμπομένας ἐπιστολάς· ὅθεν ἐδωρήσατο αὐτῷ τάλαντον τῶν ἀπὸ Σάμου περιγενομένων. ἐμαθήτευσε δʼ αὐτῷ καὶ Θεόπομπος ὁ Χῖος, καὶ Ἔφορος ὁ Κυμαῖος καὶ Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα συγγράψας καὶ Θεοδέκτης ὁ Φασηλίτης·,ὁ τὰς τραγῳδίας ὕστερον γράψας, οὗ ἐστι τὸ μνῆμα ἐπὶ τὴν Κυαμῖτιν πορευομένοις κατὰ τὴν ἱερὰν ὁδὸν τὴν ἐπʼ Ἐλευσῖνα, τὰ νῦν κατερηρειμμένον· ἔνθα καὶ τοὺς ἐνδόξους τῶν ποιητῶν ἀνέστησε σὺν αὐτῷ, ὧν Ὅμηρος ὁ ποιητὴς σῴζεται μόνος· Λεώδαμὸς τʼ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθέτης Ἀθηναίοις· ὡς δὲ τινές φασι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. καὶ Δημοσθένη δʼ ἔτι ῥητορεύοντί φασι μετὰ σπουδῆς προσελθεῖν αὐτῷ, καὶ χιλίας μὲν ἃς εἰσεπράττετο οὐκ ἔχειν φάναι παρασχεῖν, διακοσίας δὲ δώσειν, ἐφʼ ᾧ τε τὸ πέμπτον μέρος ἐκμαθεῖν τὸν δʼ ἀποκρίνασθαι ὡς οὐ τεμαχίζομεν Δημόσθενες, τὴν πραγματείαν ὥσπερ δὲ τοὺς καλοὺς ἰχθῦς ὅλους πωλοῦμεν, οὕτω κἀγώ σοι, εἰ βούλοιο μαθητεύειν, ὁλόκληρον ἀποδώσομαι τὴν τέχνην ἐτελεύτα δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος, ἀπαγγελθέντων τῶν περὶ Χαιρώνειαν ἐν τῇ Ἱπποκράτους; παλαίστρᾳ πυθόμενος, ἐξαγαγὼν αὑτὸν τοῦ βίου τέτταρσιν ἡμέραις διὰ τοῦ σιτίων ἀποσχέσθαι, προειπὼν τρεῖς ἀρχὰς δραμάτων Εὐριπίδου Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολών· Σιδώνιὸν ποτʼ ἄστυ Κάδμος ἐκλιπών ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βιοὺς ἢ ὥς τινες ἑκατόν, οὐχ ὑπομείνας τετράκις ἰδεῖν τὴν Ἑλλάδα καταδουλουμένην· πρὸ ἐνιαυτοῦ ἢ ὥς τινες πρὸ τεσσάρων ἐτῶν τῆς τελευτῆς συγγράψας τὸν Παναθηναϊκόν. τὸν δὲ Πανηγυρικὸν ἔτεσι δέκα συνέθηκεν, οἱ δὲ δεκαπέντε λέγουσιν, ὃν μετενηνοχέναι ἐκ τῶν Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τὸν δὲ περὶ τῆς Ἀντιδόσεως δύο καὶ ὀγδοήκοντα ἔτη γεγονώς· τοὺς δὲ πρὸς Φίλιππον ὀλίγῳ πρότερον τοῦ θανάτου. ἐγένετο δʼ αὐτῷ καὶ παῖς; Ἀφαρεὺς πρεσβύτῃ ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος. εὐπόρησε δʼ ἱκανῶς οὐ μόνον ἀργύριον εἰσπράττων τοὺς γνωρίμους, ἀλλὰ καὶ παρὰ Νικοκλέους τοῦ Κυπρίων βασιλέως, ὃς· ἦν υἱὸς Εὐαγόρου, εἴκοσι τάλαντα λαβὼν ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος λόγου ἐφʼ οἷς φθονηθεὶς τρὶς προεβλήθη τριηραρχεῖν, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ὑποστὰς ἀνήλωσεν οὐκ ὀλίγα. πρὸς δὲ τὸν εἰπόντα πατέρα ὡς οὐδὲν ἀλλʼ ἢ ἀνδράποδον συνέπεμψε τῷ παιδίῳ τοιγαροῦν ἔφη ἄπιθι· δύο γὰρ ἀνθʼ ἑνὸς ἕξεις ἀνδράποδα ἠγωνίσατο δὲ καὶ τὸν ἐπὶ Μαυσώλῳ τεθέντα ὑπʼ Ἀρτεμισίας ἀγῶνα· τὸ δʼ ἐγκώμιον οὐ σῴζεται. ἐποίησε δὲ καὶ εἰς Ἑλένην ἐγκώμιον καὶ Ἀρεοπαγιτικόν. ἐξελθεῖν δὲ τοῦ βίου οἱ μὲν ἐναταῖόν φασι σίτων ἀποσχόμενον, οἱ δὲ τεταρταῖον ἅμα ταῖς ταφαῖς τῶν ἐν Χαιρωνείᾳ πεσόντων. συνέγραψε δʼ αὐτοῦ καὶ ὁ παῖς Ἀφαρεὺς λόγους. ἐτάφη δὲ μετὰ τῆς συγγενείας πλησίον Κυνοσάργους ἐπὶ τοῦ λόφου ἐν ἀριστερᾷ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ Θεόδωρος καὶ ἡ μήτηρ αὐτοῦ· ταύτης τʼ ἀδελφὴ τηθὶς τοῦ ῥήτορος Ἀνακὼ καὶ ὁ ποιητὸς υἱὸς Ἀφαρεὺς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Σωκράτης, μητρὸς Ἰσοκράτους ἀδελφῆς Ἀνακοῦς υἱὸς ὤν, ὃ τʼ ἀδελφὸς αὐτοῦ ὁμώνυμος τοῦ πατρὸς Θεόδωρος καὶ οἱ υἱωνοὶ αὐτοῦ, τοῦ ποιηθέντος αὐτῷ παιδὸς Ἀφαρεὺς. Ἀφαρεὺς. καὶ ὁ τούτου πατὴρ Θεόδωρος; ἥ τε γυνὴ Πλαθάνη, μήτηρ δὲ τοῦ ποιητοῦ Ἀφαρέως. ἐπὶ μὲν οὖν τούτων τράπεζαι ἐπῆσαν ἕξ, αἳ νῦν οὐ σῴζονται· αὐτῷ δʼ Ἰσοκράτει ἐπὶ τοῦ μνήματος ἐπῆν κίων τριάκοντα πηχῶν, ἐφʼ οὗ σειρὴν πηχῶν ἑπτὰ συμβολικῶς, ὃς νῦν οὐ σῴζεται. ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα. ἀνάκειται δʼ αὐτοῦ καὶ ἐν Ἐλευσῖνι εἰκὼν χαλκῆ ἔμπροσθεν τοῦ προστῴου ὑπὸ Τιμοθέου τοῦ Κόνωνος, καὶ ἐπιγέγραπται Τιμόθεος φιλίας τε χάριν ξύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδʼ ἀνέθηκε θεαῖς· Λεωχάρους ἔργον, φέρονται δʼ αὐτοῦ λόγοι ἑξήκοντα, ὧν εἰσι γνήσιοι κατὰ μὲν Διονύσιον εἰκοσιπέντε κατὰ δὲ Καικίλιον εἰκοσιοκτώ, οἱ δʼ ἄλλοι κατεψευσμένοι, εἶχε δʼ ἀλλοτρίως πρὸς ἐπίδειξιν, ὡς ἀφικομένων ποτὲ πρὸς αὐτὸν τριῶν ἐπὶ τὴν ἀκρόασιν τοὺς μὲν δύο κατασχεῖν τὸν δὲ τρίτον ἀπολῦσαι, φάμενος εἰς τὴν ἐπιοῦσαν ἥξειν νῦν γὰρ αὐτῷ τὸ θέατρον εἶναι ἐν ἀκροατηρίῳ. εἰώθει δὲ καὶ πρὸς τοὺς γνωρίμους αὑτοῦ λέγειν, ὡς αὐτὸς μὲν δέκα μνῶν διδάσκοι, τῷ δʼ αὐτὸν διδάξαντι τόλμαν καὶ εὐφωνίαν δώσειν δεκακισχιλίας. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί οὐκ ὢν αὐτὸς ἱκανὸς ἄλλους ποιεῖ, εἶπεν ὅτι καὶ αἱ ἀκόναι αὐταὶ μὲν τέμνειν οὐ δύνανται τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσιν. εἰσὶ δʼ οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δʼ οὐ μεθόδῳ ἀλλʼ ἀσκήσει χρήσασθαι. πολίτην δʼ οὐδέποτʼ εἰσέπραξε μισθόν. προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς, ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα. ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε. πάλιν δʼ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν. ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι, ἔφη οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δʼ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός. Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδί, εἶπεν οὐ μόνον δεῖ, Σοφόκλεις, τὰς χεῖρας ἔχειν παρʼ αὑτῷ, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς. τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος; ἐπὶ δευτέρῳ μισθῷ, παίζων Δίφορον αὐτὸν ἐκάλει· ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο. ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ὑποπάστῳ παρειλκυσμένῳ ἐν τῇ κοίτῃ χρῆσθαι, κρόκῳ διάβροχον ἔχοντα τὸ προσκεφάλαιον. καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δʼ ἑταίρᾳ συνεῖναι ὄνομα ἦν Λαγίσκη, ἐξ ἧς ἔσχε θυγάτριον ὃ γενόμενον ἐτῶν δώδεκα πρὸ γάμων ἐτελεύτησεν. ἔπειτα Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα ὡς προείρηται ἐποιήσατο, ὃς καὶ εἰκόνα αὐτοῦ χαλκῆν ἀνέθηκε πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος καὶ ἐπέγραψεν Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδʼ ἀνέθηκε Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν. λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν· ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες. δύο δʼ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δʼ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη. ἦν δʼ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ. ὁ δʼ Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς· ἐποίησε δὲ καὶ τραγῳδίας περὶ ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται δύο. ἀρξάμενος δʼ ἀπὸ Λυσιστράτου διδάσκειν ἄχρι Σωσιγένους ἐν ἔτεσιν εἰκοσιοκτὼ διδασκαλίας ἀστικὰς καθῆκεν ἓξ καὶ δὶς ἐνίκησε διὰ Διονυσίου, καθεὶς καὶ διʼ ἑτέρων ἑτέρας δύο Ληναϊκάς. τῆς δὲ μητρὸς αὐτῶν Ἰσοκράτους καὶ Θεοδώρου καὶ τῆς ταύτης ἀδελφῆς Ἀνακοῦς εἰκόνες ἀνέκειντο ἐν ἀκροπόλει· ὧν ἡ τῆς μητρὸς παρὰ τὴν Ὑγίειαν νῦν κεῖται μετεπιγεγραμμένη, ἡ δʼ Ἀνακοῦς οὐ σῴζεται. ἔσχε δὲ δύο υἱούς, Ἀλέξανδρον μὲν ἐκ Κοινοῦς Σωσικλέα δʼ ἐκ Λυσίου.

Ἰσαῖος

Ἰσαῖος Χαλκιδεὺς; μὲν ἦν τὸ γένος, παραγενόμενος δʼ εἰς Ἀθήνας, καὶ σχολάσας·ʼ Λυσίᾳ κατά τε τὴν τῶν ὀνομάτων ἁρμονίαν καὶ τὴν ἐν τοῖς πράγμασι δεινότητα, ὥστʼ εἰ μή τις ἔμπειρος πάνυ τοῦ χαρακτῆρος τῶν ἀνδρῶν εἴη, οὐκ ἂν, διαγνοίη πολλοὺς τῶν λόγων ῥᾳδίως ὁποτέρου τῶν ῥητόρων εἰσίν. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἔστι τεκμήρασθαι ἐκ λόγων αὐτοῦ, καὶ μέχρι τῆς Φιλίππου ἀρχῆς παρέτεινε. καθηγήσατο δὲ Δημοσθένους, ἀποστὰς τῆς σχολῆς, ἐπὶ δραχμαῖς μυρίαις· διὸ καὶ μάλιστα ἐπιφανὴς ἐγένετο. αὐτὸς δὲ καὶ τοὺς ἐπιτροπικοὺς λόγους συνέταττε τῷ Δημοσθένει, ὥς τινες εἶπον. καταλέλοιπε δὲ λόγους ἑξήκοντα τέσσαρας, ὧν εἰσι γνήσιοι πεντήκοντα, καὶ ἰδίας τέχνας. πρῶτος δὲ καὶ σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν· ὃ μάλιστα μεμίμηται Δημοσθένης μνημονεύει δʼ αὐτοῦ Θεόπομπος ὁ κωμικὸς ἐν τῷ Θησεῖ.

Αἰσχίνης

Αἰσχίνης Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας· τῶν δὲ δήμων Κοθωκίδης, οὔτε κατὰ γένος τῶν ἐπιφανῶν οὔτε κατὰ περιουσίαν χρημάτων. νέος δʼ ὢν καὶ ἐρρωμένος τῷ σώματι περὶ τὰ γυμνάσια ἐπόνει· λαμπρόφωνος δʼ ὢν μετὰ ταῦτα τραγῳδίαν ἤσκησεν ὡς δὲ Δημοσθένης φησίν, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς Διονυσίοις διετέλει, ἀναλαμβάνων ἐπὶ σχολῆς τὰς παλαιὰς τραγῳδίας καὶ ἔτι παῖς ὢν ἐδίδασκε γράμματα σὺν τῷ πατρί, καὶ μειράκιον ὢν ἐστρατεύετο ἐν τοῖς περιπόλοις. ἀκροατὴς δὲ γενόμενος ὡς μέν τινες λέγουσιν Ἰσοκράτους καὶ Πλάτωνος, ὡς δὲ Καικίλιος Λεωδάμαντος, καὶ πολιτευόμενος; οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος τοῖς περὶ Δημοσθένη, ἐπρέσβευσεν ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης· ἐφʼ κατηγορήθη ὑπὸ Δημοσθένους ὡς ἀνῃρημένου τοῦ Φωκέων ἔθνους, ἔτι δʼ ὡς πόλεμον ἐξάψας, ἡνίκα πυλαγόρας ᾑρέθη Ἀμφικτύοσι πρὸς Ἀμφισσεῖς τοὺς τὸν λιμένα ἐργαζομένους· ἐξ οὗ συνέβη τοὺς Ἀμφικτύονας Φιλίππῳ προσφυγεῖν, τὸν δʼ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν· ἀλλὰ συνειπόντος αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλλουσίου δημαγωγοῦντος, τριάκοντα ψήφοις ἀπέφυγεν. εἰσὶ δʼ οἵ φασι συγγράψαι μὲν τοὺς ῥήτορας τοὺς λόγους· ἐμποδὼν δὲ γενομένων τῶν περὶ Χαιρώνειαν, μηκέτι τὴν δίκην εἰσελθεῖν. χρόνῳ δʼ ὕστερον, Φιλίππου μὲν τετελευτηκότος Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐγράψατο Κτησιφῶντα παρανόμων ἐπὶ ταῖς Δημοσθένους τιμαῖς· οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων ἔφυγεν εἰς τὴν Ῥόδον, χιλίας δραχμὰς ὑπὲρ τῆς ἥττης οὐ βουληθεὶς καταθέσθαι. οἱ δʼ ἀτιμίας αὐτῷ προστιμηθῆναι λέγουσιν οὐ θέλοντι ἐξελθεῖν τῆς πόλεως, καὶ ἐλθεῖν εἰς Ἔφεσον ὡς Ἀλέξανδρον. τοῦ δὲ τελευτήσαντος, ταραχῆς οὔσης, ἀπάρας εἰς τὴν Ῥόδον ἐνταῦθα σχολὴν καταστησάμενος ἐδίδασκεν. ἀνέγνω τε τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος λόγον ἐπιδεικνύμενος· θαυμαζόντων δὲ πάντων εἰ ταῦτʼ εἰπὼν ἡττήθη οὐκ ἄν ἔφη ἐθαυμάζετε, Ῥόδιοι, εἰ πρὸς ταῦτα Δημοσθένους; λέγοντος ἠκούσατε σχολὴν τʼ ἐκεῖ προσκατέλιπε, τὸ Ῥοδιακὸν διδασκαλεῖον κληθέν. ἔπειτα πλεύσας εἰς Σάμον καὶ διατρίβων ἐπὶ τῆς νήσου ὀλίγον ὕστερον ἐτελεύτησεν. ἐγένετο δʼ εὔφωνος, ὡς δῆλον ἔκ τε ὧν φησι Δημοσθένης καὶ ἐκ τοῦ Δημοχάρους λόγου. φέρονται δʼ αὐτοῦ λόγοι τέσσαρες, ὅ τε κατὰ Τιμάρχου καὶ ὁ τῆς Παραπρεσβείας καὶ ὁ κατὰ Κτησιφῶντος, οἳ καὶ μόνοι εἰσὶ γνήσιοι. ὁ γὰρ ἐπιγραφόμενος Δηλιακὸς οὐκ ἔστιν Αἰσχίνου· ἀπεδείχθη μὲν γὰρ ἐπὶ τὴν κρίσιν τὴν περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ συσταθεὶς συνήγορος οὐ μὴν εἶπε τὸν λόγον· ἐχειροτονήθη γὰρ Ὑπερείδης ἀντʼ αὐτοῦ, ὥς φησι Δημοσθένης. ἔσχε δὲ καὶ ἀδελφούς, ὥς φησιν αὐτός, Ἀφόβητον καὶ Φιλοχάρη. ἀπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις, ἐφʼ ᾧ καὶ ἐστεφανώθη τὸ δεύτερον. οἱ δʼ εἶπον μηδὲ μαθητεῦσαί τισι τὸν Αἰσχίνην, ἀλλʼ ἐκ τῆς ὑπογραμματείας ἀρθῆναι ἐν τοῖς δικαστηρίοις τότε διάγοντα· πρῶτον δʼ εἰπεῖν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, εὐδοκιμήσαντά τε πρεσβευτὴν χειροτονηθῆναι πρὸς Ἀρκάδας πρὸς οὓς ἀφικόμενον συστῆσαι τοὺς μυρίους ἐπὶ Φίλιππον. ἐγράψατο δὲ καὶ Τίμαρχον ἑταιρήσεως· ὁ δ’ ἐκλιπὼν τὸν ἀγῶνα αὑτὸν ἀνήρτησεν, ὥς πού φησι Δημοσθένης. ἐχειροτονήθη δὲ πρεσβευτὴς ὡς Φίλιππον μετὰ Κτησιφῶντος καὶ Δημοσθένους περὶ τῆς εἰρήνης, ἐν ἄμεινον τοῦ Δημοσθένους ἠνέχθη· τὸ δὲ δεύτερον δέκατος ὤν, κυρώσας ὅρκοις τὴν εἰρήνην, κριθεὶς ἀπέφυγεν, ὡς προείρηται.

Λυκοῦργος

Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκοῦργος, ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ· τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν. ἀκροατὴς δὲ γενόμενος Πλάτωνος; τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν εἶτα καὶ Ἰσοκράτους· τοῦ ῥήτορος γνώριμος γενόμενος ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων· ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς· τιμὰς αὐτῷ ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα, αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα, ἀεὶ τʼ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε, καὶ θέρους καὶ χειμῶνος. καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς; πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε. πιστευσάμενος δʼ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς. πολλὰ δʼ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην· καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου. ἔσχε δὲ καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν; οὓς ἐξήλασεν· ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν. ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπʼ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο. καθʼ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις. διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ. εἰσήνεγκε δὲ καὶ νόμους·, τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα· τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις· οὐκ ἐξεῖναι γὰρ παρʼ αὐτὰς ὑποκρίνεσθαι. καὶ τρίτον, μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων ἄνευ τῆς τοῦ προτέρου δεσπότου γνώμης. ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ, κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, καὶ δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν. ἔτι δʼ ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται αἱ δημοτικαὶ ὑπὸ τῶν πλουσιῶν εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας. τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον αὐτοῖς ἔδωκε· κατηγορούμενος δʼ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ, ἔφη ἀλλʼ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι τελώνου δὲ ποτʼ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δʼ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν· ἐπαινουμένου δʼ ἐπὶ τῇ πράξει, μεθʼ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου, ἔφη ταχέως γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι. εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα. εὔπορος δʼ ὢν ἱμάτιον ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις ἡμέραις. ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δʼ αὐτῷ ὑποκειμένου, ἐφʼ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη. ἐγκαλοῦντος δʼ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι περὶ λόγους διατρίβων, ἀλλʼ εἴ τις γʼ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι. ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν· Ἀθηναίων γὲ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον καὶ ποδαπὸς ἂν εἴη εἶπεν ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι; ἀποθανόντος δʼ αὐτοῦ, παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους· Δημοσθένους δὲ καθʼ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου. ἐτάφη δʼ αὐτὸς καὶ τῶν ἐκγόνων τινὲς δημοσίᾳ· καὶ ἔστιν αὐτῶν τὰ μνήματα ἀντικρὺ τῆς Παιωνίας Ἀθηνᾶς ἐν τῷ Μελανθίου τοῦ φιλοσόφου κήπῳ, τράπεζαι πεποιημέναι, αὐτοῦ τε τοῦ Λυκούργου καὶ τῶν παίδων αὐτοῦ ἐπιγεγραμμέναι καὶ εἰς ἡμᾶς ἔτι σῳζόμεναι. τὸ μέγιστον, χίλια διακόσια τάλαντα προσόδου τῇ πόλει κατέστησε, πρότερον ἑξήκοντα προσιόντων. μέλλων δὲ τελευτήσειν εἰς· τὸ μητρῷον καὶ τὸ βουλευτήριον ἐκέλευσεν αὑτὸν κομισθῆναι, βουλόμενος· εὐθύνας δοῦναι τῶν πεπολιτευμένων οὐδενὸς δὲ κατηγορῆσαι τολμήσαντος πλὴν Μενεσαίχμου, τὰς διαβολὰς ἀπολυσάμενος εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν, ἐπιεικὴς νομισθεὶς; παρὰ πάντα τὸν τοῦ βίου χρόνον καὶ ἐν λόγοις ἐπαινεθείς· καὶ μηδένα ἀγῶνα ἁλούς, καίτοι πολλῶν κατηγορησάντων. ἔσχε δὲ τρεῖς παῖδας ἐκ Καλλιστοῦς τῆς Ἅβρωνος μὲν θυγατρός, Καλλίου δὲ τοῦ Ἅβρωνος Βατῆθεν ἀδελφῆς, τοῦ ταμιεύσαντος στρατιωτικῶν ἐπὶ Χαιρώνδου ἄρχοντος· περὶ δὲ τῆς κηδείας ταύτης λέγει ὁ Δείναρχος ἐν τῷ κατὰ Πιστίου. κατέλιπε δὲ παῖδας Ἅβρωνα Λυκοῦργον Λυκόφρονα· ὧν ὁ Ἅβρων καὶ ὁ Λυκοῦργος ἄπαιδες μετήλλαξαν· ἀλλʼ ὃ γʼ Ἅβρων καὶ πολιτευσάμενος ἐπιφανῶς μετήλλαξε, Λυκόφρων δὲ γήμας Καλλιστομάχην Φιλίππου Αἰξωνέως ἐγέννησε Καλλιστώ. ταύτην δὲ γήμας Κλεόμβροτος Δεινοκράτους Ἀχαρνεύς, ἐγέννησε Λυκόφρονα· τοῦτον δʼ ὁ πάππος εἰσεποιήσατο Λυκόφρων· οὗτος δʼ ἐτελεύτησεν ἄπαις· μετὰ δὲ τὴν Λυκόφρονος τελευτὴν ἔγημε τὴν Καλλιστὼ Σωκράτης καὶ ἔσχεν υἱὸν Σύμμαχον· τοῦ δʼ ἐγένετο Ἀριστώνυμος, τοῦ δὲ Χαρμίδης τοῦ δὲ Φιλίππη· ταύτης δὲ καὶ Λυσάνδρου Μήδειος, ὁ καὶ ἐξηγητὴς ἐξ Εὐμολπιδῶν γενόμενος· τούτου δὲ καὶ Τιμοθέας τῆς Γλαύκου παῖδες Λαοδάμεια καὶ Μήδειος, ὃς τὴν ἱερωσύνην Ποσειδῶνος Ἐρεχθέως εἶχε, καὶ Φιλίππη, ἥτις ἱεράσατο τῆς Ἀθηνᾶς ὕστερον· πρότερον δ’ αὐτὴν γήμας Διοκλῆς ὁ Μελιτεὺς ἐγέννησε Διοκλέα, τὸν ἐπὶ τοὺς ὁπλίτας στρατηγήσαντα · γήμας δʼ οὗτος Ἡδίστην Ἅβρωνος Φιλιππίδην καὶ Νικοστράτην ἐγέννησε γήμας δὲ τὴν Νικοστράτην Θεμιστοκλῆς ὁ Θεοφράστου ὁ δᾳδοῦχος ἐγέννησε Θεόφραστον καὶ Διοκλέα· διετάξατο δὲ καὶ τὴν ἱερωσύνην τοῦ Ποσειδῶνος Ἐρεχθέως. φέρονται δὲ τοῦ ῥήτορος λόγοι δεκαπέντε. ἐστεφανώθη δʼ ὑπὸ τοῦ δήμου πολλάκις καὶ εἰκόνων ἔτυχεν· ἀνάκειται δʼ αὐτοῦ χαλκῆ εἰκὼν ἐν Κεραμεικῷ κατὰ ψήφισμα ἐπʼ Ἀναξικράτους ἄρχοντος· ἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκοῦργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων κατὰ τὸ αὐτὸ ψήφισμα· ἀποθανόντος τε Λυκούργου, 5 πρεσβύτατος τῶν παίδων Λυκόφρων ἠμφισβήτησε τῆς δωρεᾶς. εἶπε δὲ καὶ περὶ ἱερῶν πολλάκις, γραψάμενος; Αὐτόλυκον τὸν Ἀρεοπαγίτην καὶ Λυσικλέα τὸν στρατηγὸν καὶ Δημάδη τὸν Δημέου καὶ Μενέσαιχμον ἄλλους τε πολλούς, καὶ πάντας εἷλεν. ἔκρινε δὲ καὶ Δίφιλον, ἐκ τῶν ἀργυρείων μετάλλων τοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα καὶ ἐξ αὐτῶν πεπλουτηκότα παρὰ τοὺς νόμους· καὶ θανάτου ὄντος ἐπιτιμίου ἁλῶναι ἐποίησε, καὶ πεντήκοντα δραχμὰς ἐκ τῆς οὐσίας αὐτοῦ ἑκάστῳ τῶν πολιτῶν διένειμε, τῶν πάντων συναχθέντων ταλάντων ἑκατὸν ἑξήκοντα· · ἤ, ὥς τινες, μνᾶν. 5 δʼ εὐθύνας Ἀριστογείτονα καὶ Λεωκράτην καὶ Αὐτόλυκον δειλίας. ἐπεκαλεῖτο δʼ ὁ Λυκοῦργος ἶβις ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερὶς κατῆγον δὲ τὸ γένος ἀπὸ τούτων καὶ Ἐρεχθέως τοῦ Γῆς καὶ Ἡφαίστου· τὰ δʼ ἐγγυτάτω ἀπὸ Λυκομήδους καὶ Λυκούργου, οὓς ὁ δῆμος ταφαῖς ἐτίμησε δημοσίᾳ· καὶ ἔστιν αὕτη ἡ καταγωγὴ τοῦ γένους τῶν ἱερασαμένων τοῦ Ποσειδῶνος ἐν πίνακι τελείῳ, ὃς ἀνάκειται ἐν Ἐρεχθείῳ, γεγραμμένος ὑπʼ Ἰσμηνίου τοῦ Χαλκιδέως· καὶ εἰκόνες ξύλιναι τοῦ τε Λυκούργου καὶ τῶν υἱῶν αὐτοῦ, Ἅβρωνος Λυκούργου Λυκόφρονος, ἃς εἰργάσαντο Τίμαρχος καὶ Κηφισόδοτος, οἱ Πραξιτέλους υἱεῖς· τὸν δὲ πίνακα ἀνέθηκεν Ἅβρων ὁ παῖς; αὐτοῦ, λαχὼν ἐκ τοῦ…

Δημοσθένης

Δημοσ…

The complete text is available when the reading interface loads.