Περὶ τῆς Ἡροδότου κακοηθείας
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Grēgorios N. Vernardakēs
- Edition reference
- Moralia · Leipzig · Teubner · 1893
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg123.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τοῦ Ἡροδότου πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον· ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. μάλιστα πρός τε Βοιωτοὺς καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατʼ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γʼ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν ἂν βιβλίων δεήσειεν. ἀλλὰ δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δʼ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς τʼ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν · ἡ δʼ Ἡροδότου κακοήθεια λειοτέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδʼ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.
πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος ʽὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν Κλέωνος μᾶλλον ἢ κουφολογίανʼ οὐκ εὐμενής ἐστιν, ἀλλʼ οἷον ἀπολαύων τῷ σοφῶς διηγεῖσθαι τοῦ πράγματος.
δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δʼ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν· διήγησιν· Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν θνητῶν ἐκλέγων τὰς συμφοράς.
καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς; ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.
τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς ἐν ἱστορίᾳ τρόπου τὸ δυεῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας· οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ πράγματος οὐδʼ ἀρνοῦνται πολλάκις εἰς τὸ παρὰ δοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων· ὁ δʼ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγειν δίκαιός ἐστι, τῶν δʼ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα. πολλοὶ δʼ ὅλως τὰ χείρονα παραλείπουσιν ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους Ἔφορος μὲν εἰπὼν, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, ἀλλʼ οὐκ ἐπείσθη φησὶν οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς αὐτὰς ἐλπίδας· Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.
ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶχθαι, τὴν δʼ αἰτίαν ἀφʼ ἧς πέπρακται καὶ τὴν διάνοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ τὸν πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι διʼ Ἀσπασίαν ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι Λακεδαιμονίων ἐθελήσαντος. εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς διαβολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος, αὐτὸ τὸ πεπραγμένον ἐμφανῶς οὐ δυνάμενος ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγαλονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον καὶ πάθους γυναικείου τνθέμενοι καὶ Κάτωνα λέγοντες ἑαυτὸν ἀνελεῖν δείσαντα τὸν μετʼ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.
δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ μὴ διʼ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιππον ἔνιοι φάσκουσιν ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως, ὡς Ἀλέξανδρον ἂν μὴ φρονίμως ἀλλʼ εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος, ὑποδυομένας. δῆλον γὰρ ὅτι τῶν πράξεων ἐλαττοῦσι τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατʼ ἀρετὴν καὶ διʼ αὑτῶν ἀφαιροῦντες.
ἔστι τοίνυν τοῖς ἀπʼ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν, ἐὰν μὴ μετριάζωσιν · οἱ δὲ πλαγίως οἷον ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπιστεῖν ἃ πάνυ πιστεύεσθαι θέλουσιν ἀρνούμενοι κακοήθειαν, ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλισκάνουσιν.
ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ, Σωκράτους Ἀρι στύξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν ἀδικία δʼ οὐ προσῆν ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προαποτίθεται τὸν ἔπαινον.
ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χαρακτήρων· ἀρκοῦσι δʼ οὗτοι κατανόησιν τάνθρὼπου τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν.
πρῶτα δὴ πάντων ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφʼ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν · ταύτην ὁ γενναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν Ἰοῦν μετʼ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν, εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. δῆλον γάρ φησὶν ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο. καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθʼ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτʼ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν ἄνθρωποι Ἡρόδοτος δὲ κατηγορεῖ τῶν βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.
οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας ἐφʼ Ἕλληνας ἀναστρέφει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ δευτέρᾳ βίβλῳ Μενέλαόν φησι παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον· ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι μισηθέντα δʼ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης. τοῦτον δὲ τὸν λόγον οὐκ οἶδʼ ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρʼ αὐτοῖς.
ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας, μὲν φησι παισὶ μίσγεσθαι παρʼ Ἑλλήνων μαθόντας καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρʼ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρʼ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρʼ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι καὶ τύπτεσθαι μὲν Αἰγυπτίους φησὶ καὶ πενθεῖν, τίνας δʼ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλʼ εὐστόμως κεῖσθαι περὶ τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δʼ Ἕλληνες, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν · καίτοι καὶ τὸν Αίγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλʼ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δʼ ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.
καὶ οὐ τοῦτο δεινόν· ἀλλʼ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον · οἱ δὲ Δωριέων φησὶν ἡγεμόνες φαίνοιντʼ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω ἀπὸ Δανάης τῆς Ἀκρισίου πατέρας. τὸν γὰρ Ἔπαφον καὶ τὴν Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, εἰς βαρβάρους ἀποξενῶσαι τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλʼ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.
καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον · τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτʼ εἴρηκεν ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πέρι πραγμάτων· ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν ὁ Πιττακὸς καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμὴ καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. τί οὖν ὁ Ἡρὸδοτος, κατὰ τὸν τόπον γενόμενος τοῦτον; ἀντὶ τῆς Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος τῷ τὰ μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ αἰσχρὰ μὴ παραλιπεῖν μαρτυρήσας τοῖς ἀπὸ μιᾶς· κακίας καὶ τὸν φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.
μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος. ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.
ἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν· τὸν δὲ ἕνα φησὶ τὸν περιλειφθέντα τῶν τριηκοσίων αἰσχυνό μενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν. ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ τοῦ Ὀθρυάδου ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ ἀλαζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ καὶ μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι τῶν βασιλέων· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀποδείκνυσιν ἔργον. ἀδελφὸν γὰρ αὐτῷ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ Πανταλέοντος ἕνα τῶν γνωρίμων ἐπὶ γνάφου διαφθεῖραι καταξαινόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον τὴν ἡγεμονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης.
ἀλλʼ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδʼ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴν ἄγουσι δὲ πάντες φησὶ πλὴν Ἐφεσίων καὶ Κολοφωνίων. τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.
Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ εὖ τὸ μὴ διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε Πακτύης δʼ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.
ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον στρατείαν αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους καὶ λέγειν, ὡς οὐ βοηθοῦντες οὐδʼ ἐλευθεροῦντες, ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο, κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρʼ αὐτῶν καὶ θώρακα πάλιν παρʼ Ἀμάσιδος κομιζόμενον αὐτοῖς ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δʼ Ἀριστογένη, τὴν δʼ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἄγγελον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον γέγραπται· κατὰ δʼ Ἡρόδοτον οὔτε κακίας οὔτʼ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.
οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ, φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς. συνεπελάβοντο γάρ φησὶ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο · Κερκυραίων παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος ὁ Κορίνθου τύραννος; ἐπʼ ἐκτομῇ παρʼ Ἀλυάττην ἔπεμπε · τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου καὶ μέλιτος περιεποίησαν τοῦθʼ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατʼ αὐτῶν ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος, ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; ἀλλὰ δὴ τὸ μὲν ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους· τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους; εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη στρατευομένους, ὅπως μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστὸν ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι τοὺς Κερκυραίων παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρʼ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δʼ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. ὅτι δʼ οὐ τιμωρούμενοι Σαμίους ἀλλʼ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ τιμώμενον ὑπʼ αὐτῶν λέγουσι · διὸ καὶ τοὺς ἀπογόνους τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.
ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας · καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπροφητεύειν Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς ὑφίεσθαι Κλεομένει φοιτῶντι παρʼ αὐτήν · ὡς δʼ εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαίνους τινὰς Ἰσαγόρης δέ φησὶν ʽὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι θύουσι δʼ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ εὔρυθμὸς γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγραφέως, εἰς Κᾶρας ὥσπερ εἰς κόρακας ἀποδιοπομπουμένου τὸν Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλʼ ἄντικρυς διὰ πυλῶν εἰς Φοινίκην ἐξελαύνει Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς δὲ Γεφυραίους οὐκ ἀπʼ Εὐβοίας οὐδʼ Ἐρετριεῖς, ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν, αὐτὸς οὕτω πεπυσμένος. ἀφελέσθαι τοίνυν Λακεδαιμονίους μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν ἀπὸ τῶν τυράννων αἰσχίστῳ πάθει κάλλιστον ἔργον οἷὸς τʼ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν· ταχὺ γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας ὀρθῶς, ὅτι κιβδήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν πόλιν. εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σιγείου κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ Κορινθίους αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους διελθόντος, ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν εἰργάσαντο τυραννοῦντες. καίτοι Περιάνδρου σχετλιώτερον οὐδὲν οὐδʼ ὠμότερον ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. τοσαύτης· ἀναπίμπλησι ταραχῆς καὶ διαφωνίας τὸ κακόηθες αὐτοῦ τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον.
ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. ἤδη γὰρ ὡς περὶ τὴν Ἰωνίαν συγκεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτʼ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ Ἀρταφέρνην ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι· πολιορκίαν· καὶ τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους πλήθους δʼ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. ταῦτα δʼ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν ὁ δὲ καὶ κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν Ἀθηναῖοι δʼ εἴκοσι τριήρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον· τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσιν εἰς Μίλητον.
ἐν δὲ τῇ ἕκτῃ διηγησάμενος περὶ Πλαταιέων, ὡς σφᾶς αὐτοὺς ἐδίδοσαν Σπαρτιάταις, οἱ δὲ μᾶλλον ἐκέλευσαν πρὸς Ἀθηναίους τρέπεσθαι πλησιοχώρους ἐόντας αὐτοῖς καὶ τιμωρέειν οὐ κακούς· προστίθησιν οὐ καθʼ ὑπόνοιαν οὐδὲ δόξαν, ἀλλʼ ὡς ἀκριβῶς ἐπιστάμενος, ὅτι ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατʼ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνον συνεστεῶτας Βοιωτοῖς., οὐκοῦν εἰ μὴ κακοήθης Ἡρόδοτος ἐπίβουλοι μὲν καὶ κακοήθεις Λακεδαιμόνιοι, ἀναίσθητοι δʼ Ἀθηναῖοι παρακρουσθέντες, Πλαταιεῖς δʼ οὐ κατʼ εὔνοιαν οὐδὲ τιμὴν, ἀλλὰ πολέμου πρόφασις εἰς μέσον ἐρρίφησαν.
καὶ μὴν τὴν πανσέληνον ἢδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις· οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλʼ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον ἔμενον σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς οὖσαν διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις· καὶ ταῦτα τὰ τῆς, Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν, πέμπουσιν ἔτι νῦν τῇ Ἑκάτῃ χαριστήρια τῆς νίκης ἑορτάζοντες. ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ πρὸς ἐκείνην τὴν διαβολήν, ἣν ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρʼ αὐτῶν. εἰ γὰρ ἀνέγνω ταῦτʼ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φειδιππίδην παρακαλοῦντα Λακεδαιμονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον, καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμμάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρόδοτος, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ, Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν, εἶτα, μετὰ τὴν μάχην ἀναρίθμου πλήθους τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθʼ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντακοσίας τῶν χιμάρων.
οὐ μὴν ἀλλὰ τοῦτʼ ἐάσαντες, ἴδωμεν τὰ μετὰ τὴν μάχην· τῇσι δὲ λοιπῇσι φησὶν οἱ βάρβαροι ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου, ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα; περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀφικόμενοι εἰς τὸ ἂστυ· αἰτίην δʼ ἔσχε Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδεῖξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσὶ · οὗτοι μὲν δὴ περιέπλεον Σούνιον ἐνταῦθα τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοὶ τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδʼ ἀγών τις ἔοικεν οὐδʼ ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουμα βραχὺ τοῖς βαρβάροις ἀποβᾶσιν, ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν, εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτοὺς · ἀλλʼ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθʼ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν· καὶ γὰρ ἀπολύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν ἀνατίθησιν ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστιν ἄλλως εἰπεῖν φησὶν αὐτὸς ἰδών. τοῦτο δʼ ἀμήχανον μὲν· ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τος τῶν Ἀθηναίων · γενόμενον δʼ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ, πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν. ἀλλʼ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι προσποιούμενος, ἃ πρῶτος ἀνθρώπων ἐπενήνοχεν ἐγκλήματα, εἴπῃ θῶμα δέ μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους γε εἶναι Ἀθηναίους ὑπὸ Ἱππίῃ· κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦ μένε, καρκίνε, καί σε μεθήσω· τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτʼ ἀπολογῇ · καὶ γράφεις κατʼ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην εἰ γάρ μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρὶ, φαίνονται μισοτύραννοι ἐόντες ὡς ἐνταῦθα γράφεις Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν, ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπιγαμίαν ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν· τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος. ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθʼ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν, ὅτι μηδὲν τῶν πραγμάτων δεομένων,. ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.
ἐπεὶ δʼ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτʼ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς; Λακεδαιμόνιοι, μεταιτέειν ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι τούτων δʼ ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην· εἶθʼ ὑπειπών, ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος οὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δʼ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης. ἆρʼ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ, ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δʼ ὅτι μὲν οὐ συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδʼ ἔστιν ἀντειπεῖν, ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τεὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δʼ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἣπτοντο πάλιν ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;
ἀλλʼ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλάδος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ βλάσφημα προσῆν τοῖς ἐπαίνοις. νῦν δὲ προδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, μονωθέντας δʼ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα, δῆλός ἐστιν οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλʼ Ἀθηναίων ἐπαινῶν, ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας. τί γὰρ ἄν τις ἔνι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξονειδίζοντος, ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ τῆς Ἑλλάδος τὴν οὐ γεγενημένην μὲν, γενομένην δʼ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος ἐπηπόρησεν, εἴτʼ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμηρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.
διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι πολλῶν χρημάτων ἐκπεσόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος· οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, ἀλλʼ ὁ μὲν τἄλλα φησὶν οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.
Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη διʼ ἀγροικίαν αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον ὁ δʼ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, διʼ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ , τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε; Θεσσαλοὺς μὲν γὰρ ὑπʼ ἀνάγκης ἀποφαίνεται μηδίσαι τὸ πρῶτον, ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους. ὑπεῖπεν ὡς οὐχ ἑκόντων ἀλλʼ ὑπʼ ἀνάγκης; ἁλισκομένων κατὰ πόλεις. Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην, καίτοι πεντακοσίους μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας· οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν· ἐπεὶ δὲ τῶν παρόδων κρατήσας ὁ, βάρβαρος ἐν τοῖς ὅροις ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δʼ Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δʼ οὐδεὶς προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτʼ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν μυχῷ, μιᾶς δʼ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν καὶ Θεσπιέων ἠτύχησαν. ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε Λακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους συμμάχων ἐρήμους τυχὸν ἄν φησιν ὁμολογίῃ χρήσασθαι πρὸς Ξέρξεα Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίῃ φαύλῃ καὶ ὑπονοίᾳ διαλυμαινόμενος ταῦτʼ ἔγραφεν οἱ μέν νυν ξύμμαχοι οἱ ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ Θεσπιέες δὲ καὶ Θηβαῖοι. κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι Εἶτʼ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφʼ ἧς οὐ μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλʼ οὐδὲ τοῦ · πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδʼ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρʼ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; προειπὼν γὰρ ὡς ὁ Λεωνίδης, ἐπεὶ τʼ ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας· συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι· πάλιν μετʼ ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν, εἰ μηδίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν. βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστε κατέχειν ἐν ὁμήρων λόγῳ τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων καὶ γὰρ εἰ πρότερον ἐν ὁμήρων λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἒν · γε τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπʼ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων…
ὁ δʼ…
…
The complete text is available when the reading interface loads.