The Greek Library Author

Anonymous

De libidine et aegritudine

Authority group
Plutarch (catalogue association; authorship remains anonymous)
Edition reference
De libidine et aegritudine, ed. K. Ziegler and M. Pohlenz, Plutarchi moralia, vol. 6.3, 3rd edn., Leipzig: Teubner, 1966: 51–59.
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg143.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

συλλήβδην ταῦτα τῇ ψυχῇ φέροντες ἀνέθεσαν, ὥσπερ

Στράτων ὁ φυσικός, οὐ μόνον τὰς ἐπιθυμίας, ἀλλὰ καὶ

τὰς λύπας, οὐδὲ τοὺς φόβους καὶ τοὺς φθόνους καὶ τὰς

ἐπιχαιρεκακίας, ἀλλὰ καὶ πόνους καὶ ἡδονὰς καὶ ἀλγηδό-

νας καὶ ὅλως πᾶσαν αἴσθησιν ἐν τῇ ψυχῇ συνίστασθαι

φάμενος, καὶ τῆς ψυχῆς τὰ τοιαῦτα πάντ' εἶναι, μὴ τὸν

πόδα πονούντων ἡμῶν, ὅταν προσκρούσωμεν, μηδὲ τὴν

κεφαλήν, ὅταν κατάξωμεν, μη〈δὲ〉 τὸν δάκτυλον, ὅταν

ἐκτέμωμεν· ἀναίσθητα γὰρ τὰ λοιπὰ πλὴν τοῦ ἡγεμονι-

κοῦ, πρὸς ὃ τῆς πληγῆς ὀξέως ἀναφερομένης τὴν αἴσθη-

σιν ἀλγηδόνα καλοῦμεν. ὡς δὲ τὴν φωνὴν τοῖς ὠσὶν

αὐτοῖς ἐνηχοῦσαν ἔξω δοκοῦμεν εἶναι, τὸ ἀπὸ τῆς ἀρχῆς

ἐπὶ τὸ ἡγεμονικὸν διάστημα τῇ αἰσθήσει προσλογιζό-

μενοι, παραπλησίως τὸν ἐκ τοῦ τραύματος πόνον οὐχ ὅπου

τὴν αἴσθησιν εἴληφεν, ἀλλ' ὅθεν ἔσχε τὴν ἀρχὴν εἶναι

δοκοῦμεν, ἑλκομένης ἐπ' ἐκεῖνο τῆς ψυχῆς ἀφ' οὗ πέπον-

θε. διὸ καὶ προσκόψαντες αὐτίκα τὰς ὀφρῦς συνάγομεν,

τῷ πληγέντι μορίῳ τοῦ ἡγεμονικοῦ τὴν αἴσθησιν ὀξέως

ἀποδιδόντος, καὶ παρεγκάπτομεν ἔσθ' ὅτε τὸ πνεῦμα,

κἂν τὰ μέρη δεσμοῖς διαλαμβάνηται, *** χερσὶ σφόδρα

πιέζομεν, 〈ἐν〉ιστάμενοι πρὸς τὴν διάδοσιν τοῦ πάθους

καὶ τὴν πληγὴν ἐν τοῖς ἀναισθήτοις θλίβοντες, ἵνα μὴ

〈τῷ〉 συνάψαι πρὸς τὸ φρονοῦν ἀλγηδὼν γένηται. ταῦτα

μὲν οὖν ὁ Στράτων ἐπὶ πολλοῖς ὡς εἰκὸς τοιούτοις.

5

Ἔνιοι δ' ἄντικρυς καὶ δόξαν καὶ διαλογισμὸν εἰς τὸ

σῶμα κατατείνουσιν, οὐδ' εἶναι οὐσίαν 〈τὸ〉 παράπαν

ψυχῆς λέγοντες, ἀλλὰ τῇ τοῦ σώματος διαφορᾷ καὶ ποιό-

τητι καὶ δυνάμει συντελεῖσθαι τὰ τοιαῦτα. τὸ μὲν γὰρ

Περὶ τῶν ἐν Ἅιδου βιβλίον ἐπιγραφόμενον, ἐν ᾧ τὴν

ψυχὴν τῇ οὐσίᾳ παρυπάρχειν ἀποφαίνεται ὁ λόγος, οἱ μὲν

οὐδ' εἶναι τὸ παράπαν Ἡρακλείδου νομίζουσιν, οἱ δὲ πρὸς

ἀντιπαρεξαγωγὴν 〈συν〉τετάχθαι τῶν εἰρημένων ἑτέροις

περὶ οὐσίας ψυχῆς· ὅτῳ 〈δ' οὖν〉 γεγραμμένον, ἄντικρυς

ἀναιρεῖ τὴν οὐσίαν αὐτῆς, ὡς τοῦ σώματος ἔχοντος ἐν

αὑτῷ τὰς εἰρημένας δυνάμεις πάσας.

Οἳ δ' ὥσπερ διὰ μέσου τῶν λόγων ἐπεχείρησαν ἀφορί-

ζειν τῆς ψυχῆς ἴδια πάθη καὶ ἴδια τοῦ σώματος, ἐν κοινῷ

καὶ πλάτος οὐκ ἔχοντι φερόμενοι τόπῳ συνεχύθησαν.

6

Ὅ γέ τοι Ποσειδώνιος τὰ μὲν εἶναι ψυχικά, τὰ δὲ σω-

ματικά, καὶ τὰ μὲν οὐ ψυχῆς, περὶ ψυχὴν δὲ 〈σωματικά, τὰ

δ' οὐ σώματος, περὶ σῶμα δὲ ψυχικά φησι, ψυχικὰ μὲν〉

ἁπλῶς τὰ ἐν κρίσεσι καὶ ὑπολήψεσιν οἷον ἐπιθυμίας λέ-

γων, φόβους, ὀργάς, σωματικὰ δ' ἁπλῶς πυρετούς, περι-

ψύξεις, πυκνώσεις, ἀραιώσεις, περὶ ψυχὴν δὲ σωματικὰ

ληθάργους, μελαγχολίας, δηγμοὺς, φαντασίας, διαχύσεις,

ἀνάπαλιν δὲ περὶ σῶμα ψυχικὰ τρόμους καὶ ὠχριάσεις καὶ

μεταβολὰς τοῦ εἴδους κατὰ φόβον ἢ λύπην.

Διόδοτος πάλιν ἴδια μέν τινα τοῦ λογικοῦ φησι τῆς

ψυχῆς πάθη, ἴδια δὲ τοῦ συμφυοῦς καὶ ἀλόγου εἶναι,

ῥιπταζόμενος ἐπὶ πάντα καὶ ψηλαφῶντι προσεοικὼς τὰς

διαφοράς. ὅπου γὰρ ἐπὶ τῶν ἀγγείων ἔργον ἐστὶ διακρῖ-

ναι, πότε τῇ περὶ αὑτὰ κακίᾳ τὸ ἐγκεχυμένον διέφθαρκε,

καὶ πάλιν πότε τῶν ὑγρῶν νοσησάν〈των〉 διαβέβρωται

[κέκρυπται], ἦπού γε τῆς ψυχῆς ἀναμεμιγμένης εἰς τὸ σῶ-

μα καὶ κατὰ σύγκρασιν ἑνωτικὴν συμπεφυκυίας εὔπορόν

ἐστιν ἐκκαθᾶραι τὴν διαφοράν; ὅρους ψυχῆς καὶ σώματος

ἐπιζητεῖς, οὓς ἡ φύσις ἀνεῖλεν, ἐκ δυοῖν μίαν γενέσθαι

σοφιζομένη, καὶ τῷ λόγῳ παρενδῦναι γλιχόμενος δια-

στέλλεις κοινωνίαν οὐδενὶ λυτὴν οὐδὲ χωριστὴν ἢ μόνῳ

θανάτῳ. ἐκεῖνος δὲ τὰ πρὸς ἄλληλα 〈συγκραθέντα δια〉-

κόψας ἢ ἀποκρίνας θάτερον, ἐξελέγξει τὴν ἑκατέρου φύ-

σιν ὅσον εἶχεν ἀλλότριον· μέχρι δὲ τούτου τὸ συγκεκρα-

μένον ἡ κοινωνία δείκνυσιν, ἀρνουμένη ἐκ δυοῖν εἶναι, καὶ

ἀποκρύπτουσα τὰς ἀμφοῖν εἰς κοινωνίαν ἀρχάς, καὶ ἀνα-

πιμπλᾶσα θατέρου θάτερον, ὡς μήτε ψυχῆς εἶναι πάθος ὃ

σώματος οὐ καθάπτεται, μήτε σώματος μεταβολὴν ἣ διὰ

ψυχῆς οὐ κεχώρηκε. κινδυνεύομεν ὅμοιόν τι ποιεῖν τῇ περὶ

τὸν Ὧρον ὑπ' Αἰγυπτίων μυθολογουμένῃ διανομῇ· δικά-

σαντος 〈γάρ〉 τινος τῶν παλαιοτέρων θεῶν, ἐπεὶ τῷ πα-

τρὶ τιμωρῶν ἀπέκτεινε τὴν μητέρα, καὶ τὸ αἷμα αὐτοῦ

καὶ τὸν μυελὸν καταλιπεῖν, περιελεῖν δὲ τὴν πιμελὴν καὶ

τὰς σάρκας, ὡς τούτων ἐν τῇ μητρὶ τὴν σύστασιν λαβόν-

των, ἐκείνων δ' ἀπὸ τοῦ πατρὸς 〈κατὰ〉 τὴν γένεσιν ῥυέν-

των αὐτῷ. καθάπερ γὰρ οὗτοι τῶν σπερ〈μά〉των 〈τὴν〉 ἄνω-

θεν κατὰ φύσιν κρᾶσιν ἀχώριστον ἐπιχειροῦντες διαιρεῖν

ἄχρι λόγου μυθώδους καὶ ἀπίστου προέρχονται, τὸν αὐτὸν

τρόπον ἡμεῖς σώματος καὶ ψυχῆς εὐθὺς ἐν πρώτῃ κατα-

βολῇ συγχυθέντων πάθη διαλαβεῖν καὶ χωρίσαι ζητοῦντες,

ἀκριβοῦς σφόδρα λόγου καθάπερ ὀργάνου λεπτοῦ πρὸς

τὴν διαίρεσιν δεόμεθα.

7

Ταύτην ἀπογνόντες 〈τινὲς〉 φιλόσοφοί φασι μήτε

σώματος εἶναί τι μήτε ψυχῆς ἴδιον πάθος, ἀλλὰ τοῦ κοι-

νοῦ· τὸν γὰρ ἄνθρωπον ἥδεσθαι καὶ λυπεῖσθαι καὶ φο-

βεῖσθαί τινα [ἄνθρωπον], οὐχὶ τὴν ψυχήν, ὥσπερ γε πάλιν

οὐ τὸ σῶμα βάλλειν καὶ ὀρχεῖσθαι καὶ περιπατεῖν, ἀλλὰ

τὸν ἄνθρωπον, ἀμφοτέροις χρώμενον ὥσπερ ἐξ ἀμφοῖν

συνέστηκε. καὶ οὐκ ἂν θαυμάσαιμι, 〈εἴ〉 τούτοις μάλιστά

πως τὸ ἀληθὲς συμφέρεται. κρίσις γὰρ ἡ λύπη κακοῦ τι-

νος αὐτῷ παρόντος, ἐφ' ᾧ συστέλλεσθαι καθήκει, καὶ ὁ

φόβος κακοῦ μέλλοντος, ἀφ' οὗ φεύγειν καθήκει καὶ ἀνα-

χωρεῖν· ὥστε τὸν λυπούμενον αὐτὸν αὑτῷ λέγειν ὅτι ‘μοι

κακὸν πάρεστι’, καὶ τὸν φοβούμενον ὁμοίως ὅτι ‘μοι κα-

κὸν ἔσται’. ‘ἐγὼ’ δ' οὔκ εἰμι ἡ ψυχή, ἀλλ' ὁ ἄνθρωπος, καὶ

τὸ κακὸν οὔκ ἐστι τῆς ψυχῆς, ἀλλὰ τοῦ ἀνθρώπου, πενία,

νόσος, ἀδοξία, θάνατος. διὸ τήν τε λύπην καὶ τὸν φόβον

ἀναγκαῖον εἶναι πάθη τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ψυχῆς.

καὶ γὰρ ἄλλως ὁρμὴ μὲν [προσ]πλεονάζουσα τὸ πάθος,

τῷ ἀλόγῳ 〈τὸ〉 σφοδρὸν ἔχουσα καὶ ἀπειθές· ὁρμᾷ δὲ τὸ

ζῷον, οὐχ ἡ ψυχή, πρὸς τὸ κείρασθαι, πρὸς τὸ ὁπλίσασθαι,

πρὸς τὸ λούσασθαι 〈καὶ〉 κατακλιθῆναι· ταῦτα γάρ ἐστι

τῷ ἀνθρώπῳ πρακτά, τῇ ψυχῇ δ' ἀσύμπτωτα. οἷς καὶ

πιθανὸν ὁρμᾶν τὸν ἄνθρωπον, οὐχὶ τὴν ψυχήν· εἰ δ' ὁρ-

μᾶν, καὶ ὀρέγεσθαι· οὐκοῦν καὶ ἀλόγως ὀρέγεσθαι, του-

τέστιν 〈ἐπιθυμεῖν〉· εἰ δ' ἐπιθυμεῖν, καὶ ἥδεσθαι· εἰ δ'

ἥδεσθαι, καὶ λυπεῖσθαι καὶ φοβεῖσθαι· ταῦτα γὰρ ἐκείνοις

ἐξ ἀνάγκης ἕπεσθαι συμβέβηκεν· ὥστε μηδ〈ὲν〉 εἶναι ψυχῆς

ἴδιον, ἀλλὰ καὶ χαίρειν καὶ ἄχθεσθαι καὶ ὀρέγεσθαι καὶ

φοβεῖσθαι τὸν ἄνθρωπον.

8

Ταῦτα δ' ἐστὶν οὐ λυόντων τὴν ἀπορίαν, ἀλλ' ἀποδι-

δρασκόντων. καὶ γὰρ εἰ τὰ μάλιστα φαίη τις εἶναι τοῦ ἀν-

θρώπου ταῦτα πάθη, μένει τὸ ἀπορεῖν, τίνι καὶ κατὰ τί

ταῦτα πάσχει, πότερον κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα.

καὶ 〈γὰρ〉 ὀρχεῖται ὁ ἄνθρωπος, ἀλλὰ ταῖς χερσί, καὶ

λακτίζει ὁ ἄνθρωπος, ἀλλὰ τοῖς σκέλεσι, καὶ βλέπει κατὰ

τὴν ὄψιν, καὶ ἀκούει κατὰ τὰ ὦτα· καὶ ὅλως τὸ μὲν ἔργον

ἐστὶ κοινὸν τοῦ ἐκ τούτων πάντων συνεστῶτος, τὴν δ'

αἰτίαν τῆς συμπράξεως ἔχει τὸ μέρος ᾧ προσχρώμενος

ἐνεργεῖ 〈ὁ〉 ἄνθρωπος. ‘ἀλλὰ τὸ μὲν πλεῖον πολυάικος πο-

λέμοιο’ φησὶν Ἀχιλλεύς (Α 165) ‘χεῖρες ἐμαὶ διέπουσιν’,

οὐκ ἀποστερῶν ἑαυτὸν τῶν πολεμικῶν ἔργων, ὅτι ταῖς

χερσὶν ἐπέγραψε τὴν αἰτίαν, ἀλλὰ δηλῶν ὅτι ταῖς μὲν χερσὶ

κατειργάζετο τοὺς πολεμίους καὶ τῷ ξίφει, αὐτὸς μέντοι

ἦν ὁ διεργαζόμενος. καὶ ὁ λέγων (Trag. adesp. 412 N.2)

‘δεινὸς κολαστὴς πέλεκυς αὐχένος τεμεῖν’ οὐ τὸ ὃ κολάζει

εἴρηκεν, ἀλλ' ᾧ κολάζουσιν. οὕτως οὖν ὁ 〈τὴν λύπην καὶ〉

τὴν ἐπιθυμίαν ἐπιζητῶν, πότερον τοῦ σώματός ἐστιν ἢ

τῆς ψυχῆς, οὐκ ἀγνοεῖ ὅτι τὸ λυπούμενον καὶ ἐπιθυμοῦν

ἅνθρωπός ἐστι, πότερον 〈δὲ〉 τῇ ψυχῇ προσχρώμενος ἢ

τῷ σώματι καὶ 〈κατὰ τὴν ψυχὴν ἢ〉 κατὰ τὸ σῶμα τοῦτο

πάσχει, διηπόρηκεν. ὥστε τὰς προφάσεις ἐάσαντες ἁψώ-

μεθα τοῦ λόγου καὶ κατὰ τὴν ζήτησιν ἤδη 〈τραπώμεθα〉.

9

Ὅσοι τοίνυν τὴν ψυχὴν οὐκ ἄφθαρτον οὐδ' ἀθάνα-

τον μόνον, ἀλλὰ καὶ ἀπαθῆ πειρῶνται διαφυλάττειν, ῥώ-

μην τινὰ τὴν ἀπάθειαν τῇ ἀφθαρσίᾳ προβαλλόμενοι, καὶ

τὸ πάσχον ἁμωσγέπως ἤδη φθορᾶς ἀναδέχεσθαι πεῖραν

οἰόμενοι, τὰ δὲ πάθη πάντα καὶ τὰς ἀσθενείας ὥσπερ ἐκ

ῥίζης τῆς σαρκὸς ἀναβλαστάνειν ἐπὶ τὸν ἄνθρωπον, τῶν

διαφορῶν πρῶτον ἕξονται τῶν περὶ τὰ σώματα φαινο-

μένων κατὰ χρόνους καὶ φύσεις καὶ μεταβολάς. οἷον εὐ-

θὺς ἐν νέοις ἀκμάζει τὸ ἐπιθυμητικόν, ἐν πρεσβύταις 〈δὲ〉

τὸ περίλυπον· τοῖς μὲν γὰρ αἷμά τε θερμὸν ἐγκέκραται, καὶ

πνεῦμα ῥαγδαῖον ἐπὶ τὰς πράξεις παρέστηκε, καὶ τὸ σῶμα

τοῖς ὀργάνοις καθαροῖς καὶ ἀκραιφνέσιν ἐμμελὲς ἀεὶ καὶ πο-

λύσφυκτον ἀνακινεῖ καὶ ἀναρριπίζει τὰς ἐπιθυμίας, ὥσπερ

ἐξ ὕλης νεαρᾶς ἀναπτομένας † περιφέρειν αἵματος, ἐξ ὧν

μεταβαλλόμενον ἐπὶ πολλὰ ταῖς ὁρμαῖς τὸν νέον 〈ὁρῶμεν〉.

ὁ 〈δὲ〉 πρέσβυς τοῦ τε θερμοῦ προλιπόντος ἤδη, ᾧ τὸ

ἐπιθυμητικὸν ἀνεζωπυρεῖτο, καὶ τῷ πνεύματι χαλῶν καὶ

κατατετριμμένος τῷ σώματι περὶ τὰς ἡδονάς, ἀμβλὺ ταῖς

ἐπιθυμίαις καὶ δυσκίνητον ***

{ΕΙ ΜΕΡΟΣ ΤΟ ΠΑΘΗΤΙΚΟΝ ΤΗΣ ΑΝΘΡΩΠΟΥ ΨΥΧΗΣ Η ΔΥΝΑΜΙΣ} Περὶ τῆς παθητικῆς καὶ ἀλόγου ζωῆς, πότερα μέ-ρος ἐστὶ τῆς ἀνθρώπου ψυχῆς ἢ δύναμις, ἐπισκεπτέον.ἐοίκασι γὰρ τῶν ἀρχαίων οἱ μὲν οὕτως, οἱ δ' ἐκείνως ἀπο-φηνάμενοι περὶ αὐτῆς. ἄξιον οὖν καὶ ἡμᾶς ἀπορήσανταςκαὶ ἐπὶ ζήτησιν τραπομένους ταύτῃ δοξάσαι, ᾗπερ δὴ καὶζητοῦσι φανεῖται πιθανώτερον. Ὅσοι μὲν οὖν μέρος ἀποδιδόασιν αὐτήν, δόξαιεν ἂνοὐκ εἶναι λέγειν ἔμψυχα τὰ ἄλογα τῶν ζῴων οὐδὲ ψυχὴνἔχοντα, ἀλλά τι μόριον ψυχῆς, εἴ γε τοῖς ἀλόγοις ἡ πα-θητικὴ μέν ἐστιν, ἡ λογικὴ δ' οὐδαμῶς· ὅσοι δ' αὖ δύ-ναμιν, πρῶτον μὲν ἄτοπον ὅτι τῷ τόπῳ διαχωρίζουσινἀπὸ τῆς ἀντιδιαιρουμένης αὐτῇ δυνάμεως, τῆς λογικῆς·οὐ γὰρ διαιροῦνται ἀπ' ἀλλήλων αἱ δυνάμεις, ὅσαι τοῦαὐτοῦ τυγχάνουσιν οὖσαι· ἔπειτα 〈ὅτι〉 καὶ συνυπάρχεινποιοῦσι τἀναντία κατὰ ταὐτό. αἱ γὰρ δυνάμεις τοιαῦταιὥστε ἑκάστην, κἂν ὁποσαιοῦν ὦσι, περὶ ὅλον θεωρεῖσθαιτὸ ὑποκείμενον. τὸ δὲ λογικὸν καὶ τὸ ἄλογον οὐχ οὕτωπερὶ ψυχήν· ἀποτέμνεσθαι γὰρ δοκεῖ τῆς ὅλης καὶ ποιεῖναὐτὴν τὸ μὲν ἄλλο, τὸ δ' ἄλλο, καὶ τοῦτ' εἰκότως· ἐναντίαγάρ· τὰ δ' ἐναντία καθ' ἓν καὶ τὸ αὐτὸ συνυπάρχειν 〈ἀδύ-νατον, ...〉 ἀληθές. οὐδὲν γὰρ ἴσως κωλύει καὶ τἀναντίασυνυπάρξαι τὸν εἰρημένον τρόπον, ἐὰν δυνάμεις ὦσι καὶμὴ ἐνέργειαι λαμβάνωνται. λογίζεσθαι μὲν γὰρ καὶ ἀλο-γιστεῖν ἢ ὑγιάζειν καὶ κακοῦν 〈ἅμ'〉 ἄμφω ἀδύνατον· ἡμέντοι δύναμις τοῦ 〈ὑγιάζειν καὶ τοῦ〉 κακοῦν ἅμα περὶτὸ αὐτό, ἥ 〈τε τοῦ λογίζεσθαι καὶ τοῦ〉 ἀλογιστεῖν περὶτὴν ψυχὴν ἅμα, οὐ μέντοι καὶ αἱ κατὰ ταύτας ἐνέργειαι·καὶ πλείω δὴ τὸ αὐτὸ δύνασθαι οὐθὲν κωλύει, οἷον τὸἀληθεύειν τόν τε ἐπιστήμονα καὶ τὸν διαλεκτικόν· οὕτωδὴ καὶ ἀλογιστεῖν τήν τε τῶν ἀλόγων ζῴων ψυχὴν καὶ τὴνἀνθρώπου, ἀλλὰ τὴν μὲν τῶν ἀλόγων ἐν τῷ εἶναι αὐτῆς τὸἀλογιστεῖν ἔχειν (διὸ καὶ ἀεὶ ἀλογιστεῖ καὶ οὐχ ὁτὲ μὲντοῦτο, ὁτὲ δὲ τὸ ἐναντίον), τὴν δὲ τοῦ ἀνθρώπου τὸ μὲνἀλογιστεῖν οὐκ ἐν τῷ εἶναι ἔχειν αὐτῆς (οὐ γὰρ ἂν καὶἐλογίζετο), τὸ δύνασθαι μέντοι ἀλογιστεῖν καὶ τὸ δύνα-σθαι λογίζεσθαι. ἐνεργεῖ δὲ κατ' ἄμφω· κατὰ λόγον μέν,ὁπηνίκ' ἂν βλέψῃ πρὸς τὴν ἑαυτῆς οὐσίαν, αὕτη δ' ἐστὶν ὁἐν αὐτῇ νοῦς, κατὰ δὲ τὴν ἀλογίαν, ὁπόταν νεύσῃ πρὸς τὰἔξω αὐτῆς, ταῦτα δ' ἐστὶ τὰ αἰσθητά. ἄλλο οὖν τὸ ἐν ἀν-θρώπῳ ἄλογον, καὶ ἄλλο τὸ ἐν τοῖς ζῴοις· τὸ μὲν γὰρ ἐντούτοις ψυχή, τὸ δ' ἐν ἀνθρώπῳ δύναμις· καὶ τοῦτ' ἂνεἴη τῆς τοῦ λογίζεσθαι δυνάμεως ἀχώριστον. ὀρθῶς ἄρακαὶ Ἀριστοτέλης τὴν ἀνθρώπου ψυχὴν δύναμιν συναποκα-λῶν, ὅτι ποτὲ μὲν λογίζεται, ποτὲ δ' οὔ. Ὅταν οὖν μὴ λογίζηται, ἄλλο τι ἢ ἀλογιστεῖ; ἆρ'οὖν ἡ κατὰ τὸ λογίζεσθαι δύναμις καὶ αὐτὸ 〈τὸ〉 λογίζε-σθαι ψυχῆς ἐστι, καὶ ἐν χάρτῃ, χάρτης δ' οὔ; ἀλλ' εἰ τοῦτο,ἑτέρα ἔσται αὐτῆς 〈ἡ〉 οὐσία παρὰ τὸ ἔργον καὶ τὴν πρὸςτοῦτο δύναμιν, καὶ ἕξει τι ὑποκείμενον περὶ ὃ θεωρηθή-σεται ἡ δύναμις αὐτῆς, καὶ ἔσται τὸ ὄνομα τοῦτο ‘ψυχή’ τὸὑποκείμενον μετὰ τῶν περὶ αὐτὸ θεωρουμένων δυνάμε-ων· καὶ ζωὴν ἕξει οὐ διὰ πάσης ἑαυτῆς· κατὰ γὰρ τὸὑποκείμενον ἄζωος ἔσται, τάχα δὲ καὶ παντάπασιν. οὐδε-μία γὰρ αὐτῆς ἐν τῇ φύσει ἐνέργεια ζωτική, ἀλλὰ πάνταδύναμις. δυνάμει οὖν ἔσται ζῶσα. Ἢ τὸ δυνάμει τὸ καθ' ἕξιν ῥητέον, ἵνα πὼς μὲν ἔχῃζωήν, πὼς δ' οὐκ ἔχῃ; δύο γὰρ ζωαί, ἡ μὲν ὡς ἕξις, ἡδ' ὡς τὸ ἐνεργοῦν· καὶ ἡ μὲν ὡς ἕξις 〈ἡ〉 ψυχή, ἡ δ' ὡςτὸ ἐνεργοῦν ὁ νοῦς. εἰ οὖν ἡ ὡς ἕξις ζωὴ ἡ ψυχή, ἁπλῆ ἂνεἴη χωρὶς ὑποκειμένου. τοιοῦτον γάρ τι τὴν ψυχὴν ὑπο-λαμβάνομεν, ὃ τὴν ζωὴν ἔχει σύμφυτον καὶ οὐ παρ' ἄλλου,ἀλλὰ παρ' αὑτῆς· σωμάτων γὰρ τὸ παρ' ἄλλου τὴν ζωὴνμεταλαγχάνειν. εἰ δ' ἦν τι σύνθετον ἡ ψυχή, ἐξ ὑποκει-μένου καὶ εἴδους συγκειμένη, οὐκ ἂν ἔσχε παρ' αὑτῆς,ἀλλὰ παρ' ἄλλου τὴν ζωήν· παρὰ γὰρ τοῦ εἴδους, ὥσπερκαὶ τῷ πυρὶ τὸ θερμῷ εἶναι παρὰ τῆς θερμότητος καὶ οὐπαρὰ τῆς ὕλης. ἔπειτα κἂν σῶμα ἦν· τὸ γὰρ ἐξ ὑποκειμέ-νου καὶ εἴδους συνεστηκὸς σῶμα. Δύναμις οὖν ζωτικὴ ἡ ψυχή, δύναμις δ' ἡ ὡς ἕξις.διὰ τοῦτο καὶ ἐλευθέρα καὶ πρὸς τὰς ἐνεργείας ἀκώλυτος.ἔχουσα γὰρ ζωήν, μᾶλλον δ' οὖσα ζωή, κινεῖται καθ'ἑαυτὴν ὁπότε βούλεται. τοῦτο δὲ περὶ τῆς ἔξω σωμάτωνψυχῆς ὑποληπτέον· ἡ γὰρ κρατηθεῖσα σώματι καὶ τοῖςἐκ τούτου πάθεσιν ἀπόλλυσι τὸ ἐλεύθερον, καὶ οὐχ ὁπότεβούλεται κινεῖσθαι ἐᾶται, ἀλλὰ δεδουλωμένη πέπαυται τῆςἐνεργείας, καὶ εἴ τις ἐπὶ ψυχῆς ὄλεθρος εἴη, οὗτος ἂν εἴη·οἷον γὰρ ἀπόλλυται σβεννυμένης ἐν αὐτῇ τῆς κατὰ νοῦνἐνεργείας. ἃ δὲ δοκεῖ ἐνέργειαν ἀποστρέφειν, ταῦτα πα-θήματα ἂν εἴη μᾶλλον, οὐκ ἐνεργήματα, καὶ οὐκ αὐτῆςταῦτα, ἀλλὰ τοῦ ζῴου, κατ' αὐτὴν μέντοι. τὸ γὰρ λογί-ζεσθαι καὶ θεωρεῖν μόνον αὐτῆς, καὶ τοῦθ' ἡ κυρίως ἐνέρ-γεια, τὰ δὲ παρὰ τοῦτο τοῦ ζῴου πάντα, καὶ πάθη μᾶλλον,οὐκ ἐνέργειαι. Ἀλλὰ πῶς, εἰ κατ' αὐτὴν εὖ πάσχει τὰ ζῷα, οὐκαὐτὴ παθητική; πάσχειν γὰρ κατὰ τὴν παθητικὴν εὔλο-γον ψυχὴν ὥσπερ καὶ ὑφαίνειν κατὰ τὴν ὑφαντικήν. ἢτοῦτο μὲν ἀληθὲς καὶ διδόναι χρή, ἀπορητέον δὲ περὶτῆς καλουμένης παθητικῆς καὶ περὶ τοῦ πάσχειν ὅλως,πῶς γίνεται, πότερα τῷ μὴ ἐνεργεῖν τὴν ψυχὴν κατὰλόγον ἢ ἄλλως; εἰ[τε] γὰρ τῷ μὴ ἐνεργεῖν, οὐθέν ἐστιπάθος ἐπαινετόν. φαίνεται δ' 〈ἐπαινετὰ〉 πάντα ὁπόσαμετρεῖται ὑπὸ τοῦ λόγου, χρήσιμα ὄντα (ἀρετὰς γὰρ αὐτὰκαλοῦμεν πολιτικὰς καὶ ἐπαινοῦμεν τὸν ἔχοντα αὐτάς)·μετρεῖσθαι δ' οὐκ ἂν ἠδύνατο μὴ ἐφορῶντος αὐτὰ 〈τοῦ〉νοῦ καὶ ἐνδιδόντος αὐτοῖς ἀφ' αὑτοῦ μέτρον καὶ ὅρον· τοῦτοδ' οὐθὲν ἀλλ' ἢ ἐνεργοῦντος περὶ αὐτά, ἐνεργεῖ τε οὖν ἅμαὁ λόγος καὶ πάσχει τὸ ζῷον, καὶ τῷ αὐτῷ καὶ λογιζόμεθα