Fragmenta
- Authority group
- Plutarch (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. F.H. Sandbach, Plutarchi moralia, vol. 7, Leipzig: Teubner, 1967: 13– 138.
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg145.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
15
σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνῃ.
Ὥσπερ ἐπὶ τῶν ὀφθαλμικῶν, ὅταν συμβαίνῃ κοι-
λαίνεσθαι τοὺς ὀφθαλμούς, δηλονότι ἐξασθενήσαντος τοῦ
σώματος, ἢ ὥσπερ ὅταν βλέφαρον καταγαγόντες ἢ
περιθλίψαντες τῷ λύχνῳ τὴν ὄψιν προσβάλλωμεν, οὐ φαί-
νεται συνεχὲς τὸ φῶς ἀλλὰ πλάγιαι καὶ σποράδες αἱ αὐγαί·
οὕτως ὅταν ἀχλὺς ἢ νέφωσις ἀνώμαλος πρὸ τοῦ ἡλίου
στᾶσα περιθλίψῃ καὶ σείσῃ τὸν τῆς ὄψεως κῶνον εἰς λεπτὰς
ἀκτῖνας καὶ ῥαβδοειδεῖς, ὃ πάσχομεν αὐτοὶ τῇ αἰσθήσει,
τοῦτο περὶ τὸν ἥλιον εἶναι δοκοῦμεν. οὕτω <Πλούταρχος>.
16
Schol. in Arat. Phaen. 1033—1036: μηδ' ὅτε ...
ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,
πιστεύειν χειμῶνι.
Τὰ καυστὰ βραδέως ἐξάπτεται παχυμεροῦς τοὺς πόρους
ἐπιφράττοντος τοῦ ἀέρος· διόπερ οἱ τὰς δᾷδας ἅπτοντες
προτρίβουσιν ἐν τῇ τέφρᾳ, ἵνα ἀποκρουσθῇ εἴ τι ἔνικμον
[ᾖ] καὶ τὸ πῦρ τῆς ὕλης μᾶλλον ἅψηται. οὕτω <Πλούτ-
αρχος>.
17
Schol. in Arat. Phaen. 1047: πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
<Κατὰ μέτρον δὲ ἔχουσαι> ἀντὶ τοῦ συμμέτρως ἔχου-
σαι τῶν καρπῶν. φησὶν οὖν ὁ Θεόφραστος ὅτι ὁ πρῖνος
καὶ ἡ σχῖνος αὐχμηρὰ τῇ κράσει καὶ ξηρότερα τῶν ἄλλων
πεφυκότα πολὺν καρπὸν οὐ φέρει, ἐὰν μὴ εἰς βάθος
ὑγρανθῇ. εἰκότως οὖν τῇ τούτων ἀφορίᾳ καταμαντεύονται
περὶ τῶν σπερμάτων οἱ γεωργοί, μιᾶς αἰτίας οὔσης δι'
ἣν ἀμφοτέροις ἡ πολυκαρπία· εἰ δ' ὑπερβάλλει τοῦ καρ-
ποῦ τὸ πλῆθος, οὐκ ἀγαθὸν σημεῖον· ἄμετρον γὰρ ἐπομ-
βρίαν καὶ πλεονασμὸν ὑγρότητος ἡ περὶ τὸν ἀέρα ἄνεσις
καὶ θηλύτης δηλοῖ. οὕτω <Πλούταρχος>.
18
Schol. in Arat. Phaen. 1051—1052: τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ τε αὖξαι,
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστη
Ὅσα γὰρ τὴν σχῖνον ἐκ τοῦ ἀέρος ὠφελεῖ, ταῦτα καὶ τὸν
σῖτον· ὁμοίως καὶ τὰ βλάπτοντα. δείγματα οὖν τῶν σπό-
ρων ὁ πρῶτος ἐν τῇ σχίνῳ ἐστὶ τῶν πρώτων, καὶ τῶν
μέσων ὁ μέσος, καὶ ὁ τρίτος τῶν τελευταίων. οὕτω
<Πλούταρχος>.
19
Schol. in Arat. Phaen. 1057—1058: ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνῳ γ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη.
Οὐ μόνον ἐν τοῖς ζῴοις συμπάθειά ἐστι, ἀλλὰ καὶ ἐν τοῖς
φυτοῖς. ὁσαοῦν κεκραμένην ὑγρότητι ἢ ψυχρότητι παρα-
πλησίως ἔχει τὴν ἕξιν [ἢ] τρέφεται ἀπὸ τῶν ὁμοίων καὶ
τοῖς αὐτοῖς εὐθηνεῖ καὶ μαραίνεται. διὸ πολλὰ μετ'
ἀλλήλων συνακμάζει καὶ καρποφορεῖ, τὰ μὲν θέρει τὰ δὲ
χειμῶνι τινὰ δὲ καὶ ἔαρι. τῶν μὲν οὖν αἱ κράσεις διάφοροι,
τῶν δ' ὅμοιαι καὶ συγγενεῖς σφόδρα· τῶν οὖν τὴν ὁμοίαν
κρᾶσιν ἐχόντων εἰσὶ πρῖνος, σχῖνος, σκίλλα, πυρός. οὕτω
<Πλούταρχος>.
20
Schol. in Arat. Phaen. 1094—1096: οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ, ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις
ἐρχομένου θέρεος, χαίρει ...
Ξηρότεραι γὰρ αἱ νῆσοι τῶν ἠπείρων ὑπάρχουσαι, ὥς
φησι <Πλούταρχος>, θᾶττον καὶ ῥᾷον τοῦ αὐχμηροῦ
καταστήματος ἀντιλαμβάνονται. διὸ καὶ τὰ ὄρνεα φεύγει
καὶ ταῖς ἠπείροις ἐπιπελάζει· καὶ ἄχθεται μὲν ὁ γεωργὸς
τῇ τῶν ὀρνίθων ἐπιδημίᾳ τὸν αὐχμὸν ὑποπτεύων, χαίρει
δὲ ταῖς αὐταῖς ὄρνισιν ὁ αἰπόλος, ὅταν ἐν κόσμῳ καὶ
τεταγμέναι φέρωνται, ὡς πλείονος γάλακτος γενησομένου
διὰ τὸ ἔνθερμον εἶναι τὸν ἐνιαυτόν.
21-23
{<ΕΙ Η ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ
ΠΡΟΓΝΩΣΙΣ ΩΦΕΛΙΜΟΣ>}
21
Stobaeus 1.5.19 (1. p. 81 W.). Πλουτάρχου ἐκ τοῦΕἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος. Τὸ γὰρ εἱμαρμένον ἄτρεπτον καὶ ἀπαράβατον, ‘χὤπερ
μόνον ὀφρύσι νεύσῃ, καρτερὰ τούτῳ κέκλωστ' ἀνάγκα’
(fr. chor. mel. adesp. 19 D., 99 P.) [καὶ πεπρωμένη] διὰ
τοῦτο τὴν εἱμαρμένην 〈καὶ Πεπρωμένην〉 καὶ Ἀδράστειαν
καλοῦσιν, ὅτι πέρας ταῖς αἰτίαις ἠναγκασμένον ἐπιτίθησιν
ἀνέκφευκτος οὖσα καὶ ἀναπόδραστος.
22
Stobaeus 2.8.25 (2. p. 158 W.). ἐκ τοῦ ΠλουτάρχουΕἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος. Ὁ δὲ Νέστωρ οὐκ ἀβέλτερος, ὕπνου φθονῶν τοῖς τὰς
ναῦς φυλάσσουσι καὶ διακελευόμενος (Κ 192—193)
‘οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μηδέ τιν' ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν’;
οὐ γενησόμεθα, φησί τις, οὐδ' ἂν καθεύδωμεν, εἰ πεπρω-
μένον ἐστὶ μὴ ἁλῶναι τὸν ναύσταθμον. τίς οὐκ ἂν εἴποι
πρὸς τοὺς ταῦτα ληροῦντας, ὅτι καθείμαρται μὲν ἴσως
ἅπαντα ταῦτα, συγκαθείμαρται δ' ἑκάστῳ τὸ διὰ τούτων
καὶ τὸ ἐν τούτοις καὶ οὕτω καὶ τὸ μὴ ἄλλως συντελεῖσθαι
δίχα τούτων; οὐ γὰρ ἔστι φυλακὴ καθευδόντων οὐδὲ νίκη
φευγόντων οὐδὲ θερίσαι μὴ σπειράντων γῆν ἀγαθὴν καὶ
καθαράν, οὐδὲ γεννῆσαι μὴ συγγενόμενον γυναικὶ ἡλικίαν
ἐχούσῃ καὶ σώματος φύσιν γόνιμον, οὐδ' ἄγρας τυχεῖν ἐν
ἀθήροις χωρίοις.
23
Stobaeus 3.3.41 (3. p. 207 H.). ἐκ τοῦ ΠλουτάρχουΕἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος. Ἀλλὰ μὴν ἡ φρόνησις οὐ σωμάτων ἀλλὰ πραγμάτων
ὄψις ἐστί, πρὶν ἐν αὐτοῖς γενέσθαι τὸν ἄνθρωπον, ὅπως
ἄριστα χρήσεται τοῖς ἀπαντῶσι καὶ προστυγχάνουσι, παρ-
έχουσα διασκοπεῖν τὸ μέλλον. τὸ μὲν οὖν σῶμα πρόσω
μόνον ὠμμάτωται τοῖς δ' ὄπισθεν τυφλόν ἐστιν ἀτεχνῶς,
ἡ δὲ διάνοια καὶ τὰ παρῳχημένα βλέπειν τῇ μνήμῃ πέφυ-
κεν· ὁ γὰρ ἐγκαθήμενος ἀεὶ καὶ οἰκουρῶν γραμματεὺς ἐν
ἡμῖν, ὥς φησιν ὁ Πλάτων (Philebus 39a), οὗτός ἐστι
καὶ προγεγονὼς 〈τῶν〉 ἐνταῦθα, τῆς ψυχῆς εἴτε μέρος εἴτε
ὄργανον, ᾧ τῶν πραγμάτων ἀντιλαμβάνεται φερομένων καὶ
φυλάττει καὶ ἵστησι καὶ κύκλον ποιεῖ, τὸ παρῳχημένον
ἐπιστρέφουσα καὶ συνάπτουσα τῷ παρόντι καὶ παραρρεῖν
εἰς τὸ ἄπειρον οὐκ ἐῶσα καὶ ἀνύπαρκτον καὶ ἄγνωστον.
24
{<ΕΙΣ ΕΜΠΕΔΟΚΛΕΑ>}
Hippolytus, Refutatio haeresium 5.20.5. Τετέλεσται
δὲ ταῦτα (sc. Orphica quaedam) καὶ παραδέδοται ἀνθρώ-
ποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ
Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς ἐν Φλιοῦντι τῆς
Ἀττικῆς· πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἔστιν ἐν τῇ
Φλιοῦντι 〈τῆς〉 λεγομένης Μεγάλης ὄργια. ἔστι δὲ παστὰς
ἐν αὐτῇ, ἐπὶ δὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον
ἡ [τὰ τῶν] πάντων τῶν εἰρημένων λόγων ἰδέα. πολλὰ μὲν
οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης ἐγγεγραμμένα περὶ
ὧν Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα
δέκα βίβλοις· ἔστι δὲ τοῖς πλείοσι καὶ πρεσβύτης τις
ἐγγεγραμμένος πολιὸς πτερωτός, ἐντεταμένην ἔχων
τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυανοειδῆ·
ἐπιγέγραπται δὲ ἐπὶ τοῦ πρεσβύτου ‘φάος ῥυέντης’, ἐπὶ
δὲ τῆς γυναῖκος ‘περεηφικόλα’.
25*-112
{<ΕΙΣ ΤΑ ΗΣΙΟΔΟΥ ΕΡΓΑ>}
25*
Schol. in Hesiodi OD 7: ῥεῖα δέ τ' ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
Τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν ‘σκολιὸν’ ὀνο-
μάζει. τοῦτον οὖν ἰθύνειν λέγει τὸν Δία, πάλιν εἰς τὸ
ἁπλοῦν ἐπανάγοντα ἦθος διὰ τὸ κολάζειν αὐτὸν ἐπὶ τῇ
πανουργίᾳ. τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ
ταπεινόν. ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν
ἄλλων ἁπάντων, ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν
ἡμᾶς διαφέρειν τῶν ὁμοίων καὶ μετρίους ποιεῖ τὸ ἦθος.
26
Ibid. in OD 41: οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ.
Ἴσως δὲ καὶ ἀφ' ἱστορίας τοῦτο λέγει. Ἕρμιππος γὰρ
ἐν τῷ 〈Περὶ〉 τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου βρώσεως
λέγει (F. H. G. III. 37, 40). [μέμνηται δὲ τῆς ἀλίμου καὶ
Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθ' Ἡρακλέα λόγου
(F. Gr. Hist. I. 31 F 1) καὶ Πλάτων ἐν 〈τῷ〉 τρίτῳ τῶν
Νόμων (677D—E)]. Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμά-
τιον προσφερόμενον ὧδε ὅλην διατελεῖν τὴν ἡμέραν ἄσιτον
καὶ ἄποτον. ἦν δ' ἐξ ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν
ἄλιμον καὶ ἄδιψον ἐποίει.
27
Ibid. in OD 48: ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.
Εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεύς (οὕτω γὰρ γράφειν δεῖ
καθὰ καὶ Πλούταρχος) ...
28*
Ibid. in OD 126: πλουτοδόται, καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.
Καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλικοὺς ἄνδρας καὶ
καθαρεύειν πάσης τῆς κακουργίας καὶ τῆς τῶν χρημάτων
ἐπιθυμίας, ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν
θεῶν.
29*
Ibid. in OD 127—128: δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
ἀργύρεον ποίησαν Ὀλύμπια δώματ' ἔχοντες.
Ὅτι δὲ ἄργυρος ἰοῦ δεκτικός, ὡς καὶ διίησιν ἔξω τεγγό-
μενος ὑπὸ τῶν ὑγρῶν τὴν θερμότητα καὶ ψυχρότητα παν-
τὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. ψύχεται γὰρ τὸ
ὕδωρ ἐν αὐτῷ ῥᾳδίως καὶ θερμαίνεται περιτιθεμένων
ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν
δέχεσθαι, τοῦ χρυσοῦ πυκνοτάτου ὄντος.
30
Ibid. in OD 143—145: Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
χάλκειον ποίης', οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
ἐκ μελιᾶν δεινόν τε καὶ ὄβριμον— — —
Τοῦτο τὸ γένος εἰκότως τρίτον οὔτε νοερὸν ὂν οὔτε
πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυνα-
στείαν ἐκλακτίσαν καὶ φονικόν, τῶν σωμάτων μόνων
ἐπιμελές. διό φησιν
‘ἄπλατοι, μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον’.
δηλοῖ γὰρ ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τού-
τῳ τῷ γένει, τῶν δ' ἄλλων ἀμελοῦντες περὶ τὴν τῶν
ὅπλων κατασκευὴν διέτριβον καὶ τῷ χαλκῷ πρὸς τοῦτο
ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς
τὸν χαλκὸν στερροποιοῦντες ὄντα φύσει μαλακόν. ἐκλι-
πούσης δὲ τῆς βαφῆς, ἦλθον ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν
τοῖς πολέμοις χρῆσιν. * τοῦτο δὴ τὸ χαλκοῦν γένος ‘ἐκ με-
λιᾶν’ εἶπε φῦναι δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν
δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν (καὶ γὰρ Μελίας
Νύμφας εἶναί φασιν· ἄτοπον δὲ τὸ ἐκ τοῦ θείου γένους
ὄντας θηριώδεις φῦναι) ἀλλ' ὡς ἐκ δένδρων στερεῶν καὶ
δυσσήπτων γεγονότας τά τε σώματα γενέσθαι ἰσχύοντας
καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους. *
31
Ibid. in OD 199/200: ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ' ἀνθρώπους
Αἰδῶς καὶ Νέμεσις— — —
Τουτέστι τὸ τῶν κακῶν ἔσχατον. ἀναιδείας γὰρ κρατη-
σάσης καὶ φθόνου τῶν ἀνθρώπων, πάντῃ τὸ γένος ἡμῶν
ἀπολιπεῖν αἰδῶ καὶ νέμεσιν· τούτων γὰρ ἀπόπτωσίς ἐστιν
ἡ ἀναίδεια καὶ ὁ φθόνος, ἀλλ' οὗτος μὲν εἴδωλον ὢν νεμέ-
σεως (δοκεῖ γὰρ καὶ αὐτὸς ἐπὶ τοῖς παρ' ἀξίαν εὐτυχοῦσιν
ἀγανακτεῖν), ἡ δ' ἀναίδεια οὐχὶ εἴδωλον τῆς αἰδοῦς ἀλλὰ
τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμενον τὴν παρρη-
σίαν. ... καλῶς οὖν καὶ Πλάτων (CAF I. 660) ἐρωτηθεὶς
τί ποτε προσγέγονε τοῖς κατ' αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο
μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ
νέμεσις, δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· ‘νεμέσησε δὲ
πότνια Ἥρη’ φησὶν ἡ ποίησις (Θ 198). φθόνος δ' ἔξωθεν
θείου χοροῦ παντός.
32
Ibid. in OD 214—215: ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδέ μιν ἐσθλὸς
ῥηιδίως φερέμεν δύναται βαρύθει δέ θ' ὑπ' αὐτῆς.
Λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προ-
έχοντας, ὥς φησι <Πλούταρχος>, ἀλλὰ τοὺς κατ' ἀρετὴν
προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον.
* οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσιν ἐπὶ ταῖς
ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατ' ἀρετὴν
ζῶντες καὶ ταύτας τὰς ὕβρεις διαπτύουσιν. οὐδὲ γὰρ
χείρων ἐγώ, φησὶν ὁ Σωκράτης, ἂν ὁ δεῖνα ἐπὶ κόρρης
πατάξῃ με ἀδίκως. *
33*
Ibid. in OD 219: αὐτίκα γὰρ τρέχει ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
Σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας διὰ
τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας ἀλλ' ἐμπαθῶς
δικάζειν· πᾶν γὰρ πάθος σκολιόν, ὡς ἁπλοῦν τὸ ἀπαθές.
34
Ibid. in OD 220: τῆς δὲ δίκης ῥόθος ἑλκομένης— — —
Τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον
καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα· <Πλούταρχος> δὲ
βοιωτιάζων (οὕτω γὰρ καλεῖν φασι Βοιωτούς) τὰς ὀρεινὰς
ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους ὀνομάζεσθαί φη-
σιν. εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι, τῆς δίκης ἑλκο-
μένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκολιῶς,
ῥόθος ἐστί, τουτέστι δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, δι'
ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ
τὸ σκολιὸν καὶ τῷ λείῳ τὸ τραχὺ καὶ τῷ εὐδιοδεύτῳ τὸ
στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δὲ ἐστὶ πᾶσα μο-
χθηρὰ κρίσις.
35*
Ibid. in OD 230: οὐδέ ποτ' ἰθυδίκῃσι μετ' ἀνδράσι λιμὸς ὀπηδεῖ
Οὔκουν οὐδὲ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο δι'
εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον·
ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισελθοῦσα λιμοῦ
γίνεται πρόξενος.
36*
Ibid. in OD 240: πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.
Τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα
πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. * δύναται δὲ λέγειν ὅτι
μοχθηροῦ ἑνὸς ὄντος ὥσπερ νοσήματος ἡ πόλις παρα-
πολαύουσα πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν
πονηρίαν ἐξομοιουμένη τῷ ἑνί *. δύναται δὲ κἀκεῖνο
σημαίνειν ὅτι ἑνὸς ὄντος πονηροῦ δίδωσιν ἡ πᾶσα πόλις
δίκην, ὡς ἐξὸν κωλύειν μὴ κωλύουσα τὴν τοῦ ἑνὸς
πονηρίαν. οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ
προσενεχθέντος, εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμός,
ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσε-
βήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, πάντες ἔνοχοι τῇ
δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβή-
ματι. δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς μηδὲ συνεπι-
νεύειν τοῖς ἀδίκοις, δυναμένους μὲν παῦσαι περιορῶντας
δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.
37
Ibid. in OD 244: Δεῖ δὲ συνάπτειν τῷ
‘λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί’,
τοὺς ἐν τοῖς πολλοῖς φερομένους ὑπερβάντα δύο στίχους,
〈τὸ〉
‘ἢ τῶν γε στρατὸν 〈εὐρὺν〉 ἀπώλεσεν’
καὶ τὰ ἑξῆς. οὕτω <Πλούταρχος>.
38
Ibid. in OD 270—272: νῦν δὴ ἐγὼ μήτ' αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
εἴην μήτ' ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.
(Τὸ μὲν λεγόμενον φανερόν· εἰ μὴ ἔστι δίκη καὶ τιμωρία
κατὰ τῶν ἀδίκων, μηδ' ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν
ἀδίκων ἐν τῷδε τῷ παρόντι ὃ ἐφορᾷ ὁ Ζεύς, μήτ' αὐτὸς
εἴην δίκαιος μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης, ὄνομα
μόνον ἔσται τὸ δίκαιον.) εἰ δὲ δὴ τὸ δίκαιον αἱρετόν, κἂν
μὴ ᾖ πρόνοια, καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος
ὁ λόγος περιττός. διόπερ ὁ <Πλούταρχος> τοὺς ἑπτὰ
τούτους στίχους ἐκβάλλει ἀπὸ τοῦ
‘πάντα ἰδὼν Διὸς ὀφθαλμὸς ...’
ἕως τοῦ
‘ἀλλὰ τά γ' οὔπω ἔολπα τελεῖν Δία μητιόεντα’,
ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων
κρίσεως.
39
Ibid. in OD 282—284: ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
τοῦ δέ τ' ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται.
* Τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραίνει καὶ τοὺς ἐκγό-
νους αὐτῶν καὶ ἐνόχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ
ὀνείδη καὶ ἀδοξίαι αὐτοῖς ἐκ τῶν ἀδικιῶν συμβαίνουσι,
καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον
ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφει-
λομένων ἐκείνοις κολάσεων *. ἄλλως δὲ γινώσκει τὸ θεῖον
ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδίκου τῶν
γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι, καὶ εἰκό-
τως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ
τῶν τιμωριῶν καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν ὡς ἰατροὶ
προκαθαίροντές τινας ὧν ὑφορῶνται νόσους.
40
Ibid. in OD 286: σοὶ δ' ἐγὼ ἐσθλὰ νοέων ἐρέω— — —
Κάλλιστα τὸ φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπε διὰ τούτων
ὁ <Πλούταρχος> δηλοῦσθαι. τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ
τὸν Ἱππώνακτα βλασφημίας συγγράψαι κατὰ τῶν λυπη-
σάντων· Τιμοκράτην δὲ καὶ Μητρόδωρον τοὺς Ἐπικου-
ρείους, ἀδελφοὺς ὄντας καὶ προσκρούσαντας ἀλλήλοις,
ἐκδοῦναι κατ' ἀλλήλων συγγράμματα. καὶ τί δεῖ τούτους
λέγειν, ὅπου γε καὶ Ξενοφάνην διὰ δή τινα πρὸς τοὺς κατ'
αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν σίλλους ἀτό-
πους συνθεῖναι κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν; ἀλλὰ
τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ
γὰρ μουσικοῦ τὸ μελαγχολᾶν· λυπηθέντα δὲ πρὸς τὸν
ἀδελφὸν ἀντὶ τοῦ βλασφημεῖν νουθετεῖν, * εἰδότα τοῦτο δὴ
τὸ τοῦ Σωκράτους, ὅτι πᾶς ὁ κακὸς ἄκων ἐστὶ κακός·
δεῖται οὖν νουθεσίας, καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα
κακόν. *
41
Ibid. in OD 287: τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.
Οὐκ ἀποδεκτέον τὸ <ἰλαδόν>, ὡς <Πλούταρχος> ἐξηγή-
σατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν.
42
Ibid. in OD 293: Ζήνων μὲν ὁ Στωικὸς ἐνήλλαττε τοὺς στίχους, λέγων
‘οὗτος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται·
ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς αὑτῷ πάντα νοήσῃ·’
τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδούς, τῇ φρονήσει δὲ τὰ
δευτερεῖα (SVF I 235). Ἀρίστιππος δὲ ἀπ' ἐναντίας ὁ Σω-
κρατικὸς ἔλεγε τὸ συμβούλου δεῖσθαι χεῖρον εἶναι τοῦ
προσαιτεῖν (fr. 17 Mannebach, I 55 Giannantoni). ὁ δὲ
Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει, τρεῖς ἕξεις διελών,
τὴν ἔμφρονα τὴν ἀνόητον τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ
τῷ θείῳ παραπλησία· καὶ γὰρ τὸ θεῖον αὔταρκες, ὥσπερ
καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν
ἔπειτα χρόνον ἀμείνω. ἡ δὲ φευκτοτάτη τὸ μήθ' ἑαυτῷ
δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι μήτ' ἄλλοις ἕπεσθαι
συμβούλοις ἐθέλειν. μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ
μὲν τῶν ἀμεινόνων οὐκ ἔχουσα δύναμιν, ἐπακολουθητικὴ
δὲ τοῦ συνορῶντος. * καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα
δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ
τὸ τὰ παρόντα ὁρᾶν καὶ τὰ ἐγγύς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα
προορᾶν· τοῦτο γὰρ δηλοῖ τὸ φράσασθαι ἅπερ ἂν εἴη ἐπὶ τὰ
ἀμείνω. *
43*
Ibid. in OD 313: πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦ-
τον ὁρῶν 〈τὸν〉 πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦ-
τον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν
ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν
οἰκείων πόνων ἠθροισμένην. εἴρηται γὰρ ἐν τοῖς ἔμπρο-
σθεν ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους
καὶ ἀφθόνους καὶ ἀφνειούς. τῷ δὲ τοιούτῳ πλούτῳ ἕπεσθαι
πάντως τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δ' οὐχ ὡς
παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας ἀλλ' ὡς
συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ· καὶ ὡς παντός, ὃς ἂν
οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος
ὅτι ἀρετὴν ἔχει, δι' ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις.
44
Ibid. in OD 314: δαίμονι δ' οἷος ἐῆσθα, τὸ ἐργάζεσθαι ἄμεινον
Δαίμων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν
τὰ ἡμέτερα κρείττων ἡμῶν καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ
ἀπ' ἐκείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες
τοὺς μὲν εὐδαιμονεῖν φαμεν τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ
τύχη λέγεται ἥ τε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν καὶ τὸ
ἀποδιδόμενον ἑκάστοις παρ' αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν
τινας καὶ δυστυχεῖν λέγομεν. * τοῦτο οὖν φησιν ὁ Ἡσίοδος
προτρέπων εἰς τὸ μὴ ζῆν ἀργόν, ὅτι ὁποῖος ἂν ἑκάστῳ
τυγχάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμεινον ἐργάζεσθαι,
εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν
ἀργίας ἡλικίαν ἢ τύχην ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ πάντως
ἔργον τι ζητεῖν ἢ γεωργικὸν ἢ τεκτονικὸν ἢ ἐμπορικὸν ἢ
ἄλλ' ὁτιοῦν. *
45
Ibid. in OD 317: αἰδῶς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει.
Καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι,
ληφθέντας ἀπὸ τοῦ Ὁμήρου, καὶ <Πλούταρχος> εἶπε.
46
Ibid. in OD 327—334: ἶσον δ' ὅς θ' ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
...............................
...............................
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νειμείη χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν,
τῷ δ' ἦτοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
ἔργων ἀντ' ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
Διαφερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς
τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας Ἱκέσιον
καλοῦντες ὡς ἔφορον τῶν ἱκετῶν καὶ Ξένιον ὡς τῶν ξέ-
νων προστάτην 〈καὶ〉 Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα
φύλακα καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. οὕτω
γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον κηδεμόνα,
πατέρα νομίζοντες πάντων καὶ ὧν οὔκ εἰσιν ἄνθρωποι
πατέρες, καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν
παίδων. ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρός,
τοῦ Διός· οἱ δ' εἰς τὰ ἀγάλματα τῶν θεῶν δυσσεβεῖς, εἰς
αὐτοὺς ἀναφέρουσι τοὺς θεούς, ὧν τὰ ἀγάλματα, τὴν δυσ-
σέβειαν· ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾶν τούτοις
καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο,
χαλεπὴν ἀποδιδόναι ἔκτισιν. αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν
ἀδικημάτων τιμωρία τις οὖσα τῆς ἀδικίας ἀκόλουθος.
47
Ibid. in OD 336: κὰδ δύναμιν δ' ἔρδειν ἱέρ' ἀθανάτοισι θεοῖσιν.
* Τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν
ὠνόμαζον οἱ παλαιοὶ καὶ ῥέζειν. τὸ δ' ἀπάρχεσθαι τῶν παρ-
όντων διὰ τοῦ θύειν ἐδήλουν καὶ θυηλὰς τὰς ἀπαρχὰς
ἐκάλουν· ‘ὁ δ' ἐν πυρὶ βάλλε θυηλάς’ φησὶν Ὅμηρος.
(Ι 220) * ... τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται
πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυ-
πάθειαν εἰσάγουσαν, καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος,
ὃς ἐρωτηθεὶς διὰ τί εὐτελῆ θύουσιν ἔφη ὅτι ἵνα πολλάκις
θύωσιν. οὕτω γὰρ καὶ Νουμᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος
Λακεδαιμονίοις, προσέταξεν ἀπὸ τῶν εὐτελεστάτων θύειν.
τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ
τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ
μόνον βλέπουσι τὸ ὅσιον· τὴν δ' ἁγνείαν καὶ καθαρότητα
μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν
μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ—τοιαύτη δ' ἐστὶν ὅση
ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας πάσης ἀδικίας πάσης ἐμπα-
θείας· ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν, καὶ μετὰ
ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τῶν ποτῶν κατὰ τὰ
πάτρια ἤθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστίν, ὧν ὁ μετασχὼν
εἴργεται τῶν νομίμων θυσιῶν—τὴν δὲ ἐν τοῖς ὀργάνοις
πᾶσι τοῖς ἱεροῖς, 〈τοῖς〉 τόποις ἐν οἷς δεῖ θύειν, τοῖς περὶ
τὸ σῶμα ἡμῶν κόσμοις. γελοῖον γὰρ τοῖς καθαρωτάτοις
προσιόντας οἷς θύουσιν ἀκαθάρτοις χρῆσθαί τισιν, ἢ ἐν
τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας ἢ μοῖραν τῷ
ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας ἢ ἐσθῆ-
τα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι
πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέν-
τι. τὸ 〈δ'〉 αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλείπτοις
σπονδαῖς καὶ τοῖς μετὰ τούτων θυέσσιν, ἀρχομένης ἡμέρας
ἢ νυκτός, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυ-
ται· καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις
ἀπάρχεσθαι τῶν προσόδων αὐτοῖς, διὰ τῆς συνεχείας τη-
ροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ
ἐκείνοις προστίθησιν ὃ μὴ εἶχον, ἀλλ' ἡμᾶς ἐπιτηδειοτέρους
ποιήσει πρὸς τὸ μενόντων αὐτῶν ἀεὶ τοιούτων οἷοί πέρ
εἰσι μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενές, τὸ
μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν, καὶ ὡς ἐκεῖνοι
διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.
48
Ibid. in OD 342/3: τὸν φιλέοντ' ἐπὶ δαῖτα καλεῖν, τὸν δ' ἐχθρὸν ἐᾶσαι.
τὸν δὲ μάλιστα καλεῖν ὅς τις σέθεν ἐγγύθι ναίει.
Ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους
καὶ γείτονας καθηκόντων ἔχει τὴν παραίνεσιν οὐκ ὄντα
〈εὐ〉ηθικὰ ὥς τισιν ἔδοξεν ἀλλ' εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν
προσάγοντα τὸν πειθόμενον. οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ
ἐχθροῖς ἀποδιδόναι οὐδ' ὁμοίως ἑκατέρους ὁμοτραπέζους
ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγουμένους καὶ τράπεζαν βω-
μὸν εἶναι τῆς Ἑστίας καὶ 〈θεῶν〉 πάντων τῶν τὴν τροφὴν
δωρησαμένων. θύειν μὲν οὖν καὶ ὑμνεῖν νόμος πρὸ τοῦ
τῆς τροφῆς ἅψασθαι· δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ
δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους,
οἷς καὶ κοινωνεῖν ὅσιον ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ
ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας [θεῶν] καὶ φιλοφροσύνης.
καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσο-
μεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; μὴ
ὑπακούοντες γὰρ ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακού-
οντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς δια-
κειμένοις.
49
Ibid. in OD 346, 348: πῆμα κακὸς γείτων, ὅσσον τ' ἀγαθὸς μέγ' ὄνειαρ ..................................
οὐδ' ἂν βοῦς ἀπόλοιτ' εἰ μὴ γείτων κακὸς εἴη.
Ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ <Πλούταρχος> ἐπιστώ-
σατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας, Ἕλληνας ὄντας
καὶ γείτονας, ἐκτρῖψαι διὰ πλεονεξίαν ἀλλήλους, καὶ Χαλκη-
δονίους καὶ Βυζαντίους διὰ τὴν ἔμφυτον δυσμένειαν περὶ
σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχῆσαι· καὶ
ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν
διὰ ταύτας, ὡς ἐπὶ Φλάκκου καὶ Κάτωνος, πολλὰ δὲ τὰ
ἐναντία· τὰς γὰρ γειτνιάσεις ἀφορμὰς προξενεῖν ἐνίοτε
πολλῶν ἐπηρειῶν. αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα
παρέλαβε· δεῖ δ' ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον, ὡς οὐκ
ἂν οὐδὲν ἀπόλοιτο 〈εἰ μὴ〉 διὰ τὸν γείτονα. πρὸς ἃ καὶ
οἱ παλαιοὶ νόμοι βλέποντες ἐδικαίωσαν τῶν ἀπολλυμέ-
νων τοὺς γείτονας τὴν τίμην συνεισάγειν.
50a
Tzetzes in OD 346: Δείκνυσι τοῦτο <Πλούταρχος>. Θεμιστοκλέα γάρ φησιν
ἢ Κάτωνα πιπράσκοντα τὸν ἀγρὸν λέγειν ὅτι ἀγαθὸν ἔχει
γείτονα.
50b
Scholia in OD 348: Λέγεται ὅτι Θεμιστοκλῆς χωρίον πιπράσκων ἐκέλευσε
κηρύττεσθαι ὅτι ἀγαθὸν ἔχει γείτονα.
51a
Scholia in OD 353/54: τὸν φιλέοντα φιλεῖν καὶ τῷ προσιόντι προσεῖναι,
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
Τούτους ὁ <Πλούταρχος> ἐκβάλλει τοὺς στίχους. ὁ γὰρ
μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει καὶ
ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη λέγων καὶ διδόναι τῷ
διδόντι καὶ μὴ διδόναι τῷ μὴ διδόντι· οὕτω γὰρ ἂν τὰς
δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν
εὐεργεσιῶν ἐξέκοψεν.
51b
Tzetzes in OD 353: Ὁ μὲν Πλούταρχος τούτους ὀβελίζει τοὺς στίχους, λέγων
οὐδέποτε ἂν γενέσθαι φίλον, εἰ τῶν φιλιωθησομένων
ἑκάτερος ἀναμένει παρὰ τοῦ ἑτέρου προφιλιωθῆναι.
52
Schol. in OD 355: δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ' οὔ τις ἔδωκεν.
Τὸν δώτην καὶ ἀδώτην οὐ λέγει τὸν δεδωκότα πρότερον
ἢ μὴ δεδωκότα—καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε
τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν—ἀλλὰ τὸν δωρητικὸν
καὶ μὴ δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων. ὁ
<Πλούταρχος> εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρεσιν
δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν, οἳ λαβόντες τὴν
ὑπ' ἀλλήλων ῥιφεῖσαν σφαῖραν οὔτε κατέχουσιν οὔτε ἀντι-
πέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι
δυναμένοις.
53
Ibid. in OD 359—362: ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
καί τε σμικρὸν ἐόν, τό γ' ἐπάχνωσεν φίλον ἦτορ.
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτ' ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
Δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προρρηθέντος· ἔχει δὲ
καὶ συνέχειαν. ἐπειδὴ γὰρ εἶπεν ὅτι, κἂν ᾖ σμικρὸν τὸ
ἀφαιρεθέν, παχνοῖ τὸν ἀφαιρεθέντα διὰ τὴν ἀκούσιον
ἀφαίρεσιν, ἐπήγαγεν ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν
μέγα τι γίνεται, ἀφαιρούμενον δ' εἰς τὸ μηδὲν καταλήγει·
ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρούμενον. καὶ
εἰ τοῦτο ἀληθές, ὀρθῶς Ἀριστοτέλης ἔλεγεν ὅτι χείριστον
τῶν ἐν τῷ βίῳ τὸ <μὴ παρὰ τοῦτο> λεγόμενον· εἰ γὰρ
καταφρονοῖτο ὡς μικρὸν ἕκαστον καὶ ἐπιλέγοιμεν <μὴ
παρὰ τοῦτο>, κακῶς πράξομεν· ἐν μὲν οὖν οἰκονομίαις
λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες· ἐν δὲ τῇ διαίτῃ νοσήσο-
μεν πολλάκις μὲν παρορῶντες τὸ ὀρθόν, λέγοντες δὲ ταύ-
την τὴν φωνήν· ἡ γὰρ καθ' ἓν ἕκαστον ἔλλειψις μεγάλην
ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.
54
Ibid. in OD 368/69: ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι· δειλὴ δ' ἐν πυθμένι φειδώ.
Καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοιγία, καθ' ἣν οὔτε
οἰκέτην οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου
θεμιτὸν ἦν, ἀλλὰ θύσαντας πᾶσι μεταδιδόναι τοῦ δώρου
τοῦ Διονύσου. καλῶς οὖν εἴρηται δεῖν ‘ἀρχομένου πίθου
κορέσασθαι’, καὶ τῇ ἑορτῇ συμφώνως· δεῖ δὲ καὶ φειδοῦς
ταμιευομένοις τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν
γενέσθαι καὶ αὖθις. εἰ δ' ἀπαναλωθέντος τοῦ πλείστου τὸ
λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδώ· τοῦτο γάρ,
φησί, τάχα ἂν καὶ τραπείη καὶ ἄχρηστον γένοιτο τοῖς φει-
σαμένοις.
55
Ibid. in OD 370/72: μισθὸς δ' ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
πίστιες ἄρτοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
Τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον· ὁ δὲ <Πλούτ-
αρχος> ἐγκρίνει· δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παρα-
λαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· ἔχθραν γὰρ προξενεῖ
τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδοκήτως ὑπάρξαν.
τούτῳ δ' ὅμοιον καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγ-
ματα μὴ ἀμάρτυρα ποιεῖσθαι. τὸ δ' ἐπαχθὲς ἀφαιρῶν
εἶπεν ὅτι <γελάσας>, τουτέστιν ὡς παίζοντας καὶ μὴ
σπουδάζοντας. πολλοὺς γὰρ ἀπολέσθαι διὰ τὸ πιστεῦσαί
τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦσαι
δέον.
56
Ibid. in OD 375: ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ' ὅ γε φηλήτῃσι.
Τοῦτον ὁ <Πλούταρχος> χαράττει τὸν στίχον.
57
Ibid. in OD 376: μουνογενὴς δὲ πάις σῴζοι πατρώιον οἶκον.
Δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος,
ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. μήποτε, φησὶν ὁ <Πλούτ-
αρχος>, καὶ Πλάτων (Leges 923) ἕπεται τῷ Ἡσιόδῳ καὶ
Ξενοκράτης (fr. 97 Heinze), καὶ Λυκοῦργος πρὸ τούτων· οἳ
πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο
ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον.
58
Tzetzes in OD 378: γηραιὸς δὲ θάνοις ἕτερον παῖδ' ἐγκαταλείπων.
Οἱ περὶ Πρόκλον καὶ <Πλούταρχον> ἀδιανόητον τοῦτό
φασιν εἶναι καὶ περισσόν.
59
Schol. in OD 380: πλείων μὲν πλεόνων μελέτη, μείζων δ' ἐπιθήκη.
Μήποτε δέ, φησὶν ὁ <Πλούταρχος>, ἐκεῖνο λέγει τὸ τοῦ
Λάμπιδος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος
πλούτου, μείζων δ' ἡ ἐπίδοσις, ἣν ‘ἐπιθήκην’ εἶπεν, αὐτοῦ
συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων
εὐπορίαν καὶ τῶν ὑπηρετῶν. ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρω-
τηθεὶς πῶς ἐκτήσατο τὸν 〈πλοῦτον· τὸν〉 μὲν γὰρ ὀλίγον
ἔφη χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως, πολλῶν ὄντων ἤδη
τῶν ὑπουργούντων.
60
Ibid. in OD 391: γυμνὸν σπείρειν— — —
Κάλλιον δέ, φησὶν ὁ <Πλούταρχος>, μετὰ τὸν σπόρον
ὑετὸν συμβῆναι ἢ πρὸ σπόρου· δῆλον δέ· τὰ γὰρ μετὰ
Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαῖα—
ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα—τὰ δὲ μετὰ τροπὰς μόλις ἐν
τριπλασίῳ τούτου τοῦ χρόνου. οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν
ἀγαθὸν μᾶλλον ἢ τὸ προγενέσθαι. οἱ δ' ἀρχαῖοι καὶ πρωϊ-
αίτερον ἔσπειρον, ὡς δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν,
ἐν αἷς ἐλέγετο ‘πάριθι κόρη γέφυραν· ὅσον οὔπω † τριπό-
λεον δέ’ (Carmina Popularia 50 Diehl 31 Page).
61
Ibid. in OD 414: ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
καύματος ἰδαλίμου μετοπωρινὸν ὀμβρήσαντος
Ζηνός ...........................
................................
................................
................................
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
ὕλη .............................
Λέγοι δ' ἂν καὶ τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων
θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν
καὶ τερηδόνων, ἃ διεμφύεται τοῖς δένδρεσι σηπομένης τῆς
ἐν αὐτοῖς ὑγρότητος. τὸ δ' ἐν τούτῳ ὑλοτομεῖν ὀρθόν, ὅτε
ξηρὰ μέν ἐστι τὰ δένδρα, ἀποδεδωκότα τὸν οἰκεῖον καρπόν,
καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ
ἔτυχεν ὑγρότητος ἀλλ' οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον,
τοῖς τέμνουσιν ὥστε [γε] μὴ σήπεσθαι μετὰ τὴν τομήν.
εἰς ὅ τινας βλέποντας καὶ φθινούσης τέμνειν τῆς σελήνης
ἀλλὰ μὴ πανσελήνου μηδ' αὐξανομένης· ἡ γὰρ τοῦ φωτὸς
ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα καὶ εὐεπίφορα τεμνό-
μενα πρὸς τὴν σῆψιν.
62
Ibid. in OD 423: ὅλμον μὲν τριπόδην— — —
Πολὺς ἐν τούτοις ὁ <Πλούταρχος> ἀμυνόμενος τοὺς
γελῶντας τὸν Ἡσίοδον τῆς σμικρολογίας, καὶ Πλάτωνα
(Leges 746E) λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις
διειλέχθαι συμμετρίας καὶ Λυκοῦργον περὶ τῆς τῶν
θυρῶν κατασκευῆς, ἵν' ἀπὸ πρίονος ὦσι καὶ πελέκεως
μόνον ἀποίκιλοι. δεῖν οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον
μέτρα παραδόντα καὶ ὅλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ
σφύρας. καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι
λόγον καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾶν, διότι τὸν
λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσήγαγεν εἴς
τε τὰ ἱερὰ καὶ τὴν ἰδίαν χρῆσιν, τὸν δὲ τῶν Πιτθέων
δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοή-
σαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν
θαυμάζειν ἀλλὰ τὴν τῶν χρειωδῶν, κἂν εὐτελῆ τυγχάνῃ,
περιποίησιν.
63a
Schol. in OD 426: τρισπίθαμον δ' ἄψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ.
Σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς 〈ἀπὸ τοῦ
ἀντίχειρος〉 ἐπὶ τὸ ἄκρον τοῦ σμικροτάτου δακτύλου διά-
στημα ... δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστή, ἀλλ'
αὕτη μὲν ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων,
δῶρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερ-
θέντος.
63b
Hesych. s. v. δεκαδώρῳ ἁμάξῃ. Ἧς ἡ διάμετρος τῶν τροχῶν δέκα δώρων. δῶρον δέ, ὡς
μέν τινες, ἡ παλαιστή· ὡς δ' ἕτεροι, ὅταν τοὺς τέσσαρας
δακτύλους συστρέψας ἐγείρῃς τὸν ἀντίχειρα, ὡς <Πλούτ-
αρχος>.
64
Schol. in OD 427: ... φέρειν δὲ γύην ...
(Τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον, προσθείς ‘ἢ
κατ' ἄρουραν εἰ εὕροις, ἢ κατ' ὄρος, πρίνινον.) οὐ γὰρ
εὔπορος Βοιωτοῖς ἡ πρῖνος, φησὶν ὁ <Πλούταρχος>, ἀλλὰ
τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται τοὺς γύας
κατασκευάζοντες.
65
Ibid. in OD 435: δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες
Τὸ δ' ἄσηπτον ἐδήλωσεν εἰπὼν <ἀκιώτατον>· ὁ δὲ
<Πλούταρχος> ἐξηγήσατο τὴν αἰτίαν, λέγων εἶναί τι θη-
ρίδιον, ὃ καλεῖται κίς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίν-
δαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα (fr. 222 Bergk,
261 Turyn)
’κεῖνον οὐ σῆς, οὐ κὶς δάμναται‘,
ὡς ἄσηπτον· ἐγγίνεται δ' οὖν τὰ τοιαῦτα θηρίδια τοῖς
γλυκέσι καὶ μαλακοῖς ξύλοις, δάφνη δὲ καὶ πτελέα δρι-
μύτατα.
66
Ibid. in OD 453/54: ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἅμαξαν.
ῥηίδιον δ' ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
(Τούτων τὸ μὲν ὁ ’ἀβούτης‘ εἴποι ἂν αἰτῶν βόας ἵν'
ἀρόσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δ' ὁ εὐπορῶν βοῶν ἀπο-
κρίναιτο ἄν, ὅτι καὶ οἱ παρ' αὐτῷ βόες ἔργα ἔχουσι, καὶ
διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη.) ὃ καὶ ὁ Λάκων τὴν
κυνῆν αἰτούμενος εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· ’εἰ
μὲν εὐδία, ἔσται καὶ σοὶ ἄχρηστος· εἰ δὲ χειμών, καὶ ἐμοὶ
χρήσιμος‘. καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταὐτὸν ὁ αἰ-
τηθείς· ’εἰ μὲν καιρὸς τοῦ ἀροῦν, καὶ σοὶ ἄχρηστοι· εἰ δὲ
καιρός, κἀμοὶ χρήσιμοι‘.
67
Ibid. in OD 465: εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ' ἁγνῇ.
Ταῦτα καὶ θεοσεβείας ἐστι δόγματα, τρέποντα τοὺς
ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα
ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπο-
λείπει πρὸς τέρψιν, εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα,
λαβόμενον τῆς ἐχέτλης, ἣν προείπομεν ὅ τι ποτὲ δηλοῖ τοῦ
ἀρότρου μέρος, πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα
τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητραν, τὸν μὲν ὡς τελεσι-
ουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δ' ὡς προστάτιν
τῶν γονίμων δυνάμεων τῆς γῆς. ὁ γοῦν πάντα τὰ παρ'
ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς ἀλλ' ὥσπερ
ἀπαιτεῖ τὸ τέλος. ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν
μουσικὴν τὸν μανθάνοντα καὶ γονὴν παίδων τὸν γαμοῦντα,
οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη
λαμβανόμενον καὶ ὅρπηκα φέροντα καὶ ἐπάγοντα τοῖς νώ-
τοις τῶν βοῶν ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον.
68
Ibid. in OD 486—489: ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ' ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ' ἀπολήγοι,
μήτ' ἄρ' ὑπερβάλλων βοὸς ὁπλὴν μήτ' ἀπολείπων.
Ὅτι δ' ὁ τοιοῦτος ὄμβρος χρήσιμος, πιστοῦται ἀπὸ τοῦ
τὴν Σικελίαν εὐκαρπεῖν, πολλοὺς δεχομένην ἐαρινοὺς
ὄμβρους· καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τῇ γῇ τότε τὸ ὕδωρ
ὑποθερμαινόμενον, καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέ-
ρον· καὶ ἀπὸ τοῦ τινας καὶ ἐν ἰσημερίᾳ σπείραντας ἐαρινῇ
πολλοὺς θερίσαι καρπούς· καὶ γὰρ ὁ τριμηνιαῖος λεγό-
μενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῶν
ἐαρινῶν.
69
Ibid. in OD 496—497: μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
* Τῶν λιμωττόντων τοὺς πόδας παχύνεσθαί φησι τὸ
δ' ἄλλο σῶμα λεπτύνεσθαι. καὶ εἷς νόμος ἦν Ἐφεσίων, μὴ
ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι, ἕως ἂν διὰ λιμὸν παχυν-
θῇ τοὺς πόδας. ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας
πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ
πολὺ καθημένοις. ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς
καθιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας
πιέσεις. * ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ
φύσιν, ὡς ὁ <Πλούταρχος>· δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμόν,
ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς, ἣν οὐ δεχόμενον δαπανᾷ
τὸ σῶμα καὶ αὐτοῦ τι ἀποσπᾷ· δι' ἀσθένειαν δ' ἀδυνατοῦν
ἀλλοιῶσαι τὸ ἀποσπώμενον ἄπεπτον [ὂν] ἀφίησι· καὶ αὐτὸ
μὲν τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος, ἐν οἷς ἐστι
πλεῖον· ἐκεῖνο δ' ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται,
καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.
70
Ibid. in OD 502—503: δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
Διὰ τούτου τοῦ παραγγέλματος καὶ τὰ ὅμοια νοητέον.
οὐκ ἀεὶ εὐτυχήσομεν· παρασκευαστέον οὖν καὶ πρὸς τὰς
περιστάσεις. οὐδ' ἀεὶ ὑγιανοῦμεν· φροντιστέον οὖν καὶ τῶν
〈ταῖς〉 νόσοις ἐπιτηδείων.
71a
Ibid. in OD 504: μῆνα δὲ Ληναιῶνα.
<Πλούταρχος> οὐδένα φησὶ μῆνα Ληναιῶνα Βοιωτοὺς
καλεῖν· ὑποπτεύει δ' ἢ τὸν Βουκάτιον αὐτὸν λέγειν, ὅς
ἐστιν ἡλίου τὸν αἰγόκερων διιόντος (καὶ τοῦ <βούδορα> τῷ
Βουκατίῳ συνᾴδοντος διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθεί-
ρεσθαι βόας) ἢ τὸν Ἑρμάϊον, ὅς ἐστι μετὰ τὸν Βουκάτιον
εἰς ταὐτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθ' ὃν καὶ τὰ
Λήναια παρ' Ἀθηναίοις· Ἴωνας δὲ τοῦτον οὐδ' ἄλλως,
ἀλλὰ Ληναιῶνα καλεῖν.
71b
Hesych. s. v. Ληναιών. Οὐδένα τῶν μηνῶν Βοιωτοὶ οὕτω καλοῦσιν· εἰκάζει δὲ
ὁ Πλούταρχος Βουκάτιον. καὶ γὰρ ψυχρός ἐστιν. ἔνιοι δὲ
τὸν Ἑρμάϊον, ὃς κατὰ τὸν Βουκάτιόν ἐστιν· καὶ γὰρ
Ἀθηναῖοι τὴν τῶν Ληναίων ἑορτὴν ἐν αὐτῷ ἄγουσιν.
72
Ibid. in OD 524: ὅτ' ἀνόστεος ὃν πόδα τένδει.
Ἀριστοτέλης δέ φησι (HA 591a—b) ψεῦδος εἶναι τὸ κατὰ
τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν ἀλλ'
ὑπὸ τῶν παγούρων κατεσθίεσθαι.
73*
Ibid. in OD 539—540: τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
μηδ' ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
Τοῦτο συμβαίνει τοῖς ῥιγῶσι· πιεζομένων γὰρ τῶν τρι-
χῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως
περὶ αὐτὰς γινομένης αἴρονται ὀρθαί.
74
Ibid. in OD 541—542: ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
Ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα, καὶ
τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δ' εἶναι τὰ τῶν σφαγέντων
βοῶν, ἀλλ' οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. εἰκότως·
ἀποθνήσκουσι μὲν γὰρ ἢ νοσήσαντες ἢ γηράσαντες ὥστε
ἠσθενηκ…
The complete text is available when the reading interface loads.