Fragmenta
- Authority group
- Plutarch (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, FGrH #388: 3B:264–265.
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg148.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
EUSEB. P. E. 3, 8, 1: λέγει δ' οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν·«ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινονμὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶνἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦνἈθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησιΚαλλίμαχος (F 105 Schn; 100 Pf) ‘οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ' ἐπὶτεθμὸν / δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς· / ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε·καὶ γὰρ Ἀθήνης / ἐν Λίνδωι Δαναὸς † λίθον ἔθηκεν ἕδος’. λέγεται δὲ Πείρας ὁπρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος 〈καὶ〉 τὴν ἑαυτοῦ θυγατέρα Καλλί-θυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανονἭρας ἄγαλμα μορφῶσαι· πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰνκαὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆςἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώ-λωπας ὑπὸ πυρὸς ῥαπισθείσης, ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ' ὅπου προεχρῶντοποικίλματι τρυφῆς». ταῦτα ὁ Πλούταρχος.{ΠΛΟΥΤΑΡΧΟΥΠΕΡΙ ΤΩΝΠΑΡ' ἈΛΕΧΑΝΔΡΕΥΣΙΠΑΡΟΙΜΙΩΝ} <οἶδα Σίμωνα καὶ Σίμων ἐμέ>· Τελχίνων φύσει βασκάνων ὄντων (καὶ γὰρτῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταρραίνοντες ἄγονον ἐποίουν) δύο ἐγένοντο ἡγεμόνες,Σίμων καὶ Νίκων. ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν ὥστε καὶ τὴν ἐπὶ Νίκωνιφήμην ἀπαλεῖψαι. διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. λεχθείηδ' ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. *** τὸ <Βάβυος χεῖρον>: Μαιάνδρῳ τῷ ποταμῷ δύο ἐγενέσθην παῖδε, Βάβυςκαὶ Μαρσύας· ὧν ὁ Μαρσύας μὲν δυσὶ καλάμοις κατὰ τὸν Φρύγιον ηὔλει νόμον, ἑνὶδὲ μόνῳ ὁ Βάβυς. ἀλλ' ὁ μὲν ἐπαρθεὶς τοῖς αὐλοῖς εἰς τοσοῦτον ἀπονοίας ἦλθεν[ὁ Μαρσύας], ὣς καὶ τῷ Ἀπόλλωνι περὶ αὐλητικῆς φιλονεικῆσαι. ἀγανακτήσαντος δὲ τοῦθεοῦ εἰσπράττεται τῆς ἀπονοίας δίκην 〈καὶ〉 ἐν Κελαιναῖς τῆς Φρυγίας ἀσκὸς ἐξεδάρη.μέλλοντα δὲ καὶ τὸν Βάβυν ὁμοίως κολάζεσθαι, Ἀθήνη ἐπιφανεῖσα ἐξῃτήσατο ὑποθεμένηὡς ἀφυῶς τῷ αὐλῷ χρᾶται. ὅθεν *** <Ὑπερβερεταῖα>: ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. παρὰ γὰρ Μακεδόσιν ὁτελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος καλεῖται.<Τὰ ἐκ παλαιᾶς>: λείπει ἐνθάδε τὸ ‘τῆς Τύρου’. Τύρον γὰρ τὴν παλαιὰνἈλέξανδρος ὁ Μακεδὼν πολλῇ χειρὶ ἐπελθὼν διέθηκε τὰ χαλεπώτατα, ὥστε τὴν πόλινκατασκάψαι, τοὺς δὲ πολίτας οὓς μὲν ἀνασκολοπίσαι, οὓς δὲ κατακαῦσαι. ἐκ τούτουγοῦν ἡ παροιμία 〈λέγεται〉 ἐπὶ τῶν κακῶς διακειμένων. <δανάκη>: τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδοσαν πάλαι συγ-κηδεύοντες <‘νεὼς Ἀχερουσίας ἐπίβαθρον.’> Ἀχερουσία δέ ἐστι λίμνη ἐν Ἅιδου, ἣνδιαπορθμεύονται οἱ τελευτῶντες, τὸ προειρημένον νόμισμα τῷ πορθμεῖ διδόντες. <Ἰνοῦς ἄχη>: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι δύο ἐγέννησε παῖδας,Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. οὗτοι ὑπὸ Ἀθάμαντος μανέντοςκατετοξεύθησαν. μετὰ δὲ τοῦ Μελικέρτου ἡ Ἰνὼ ἔρριψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷΜολουρίῳ θάλασσαν· καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶπολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κορίνθιοι θάψαντεςΜελικέρτην ** καὶ ἄγουσιν ἐπ' αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. διὰ δὴ ταῦτα εἴρηται Ἰνοῦςἄχη. ἄχος γὰρ ἡ λύπη ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ἀθάμαντι δὲ μανίανἐμβαλόντες 〈οἱ θεοὶ〉 τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν. ταῦτα δὲ δηλώσει καὶ<Μενεκράτης ὁ Τύριος> *** <ὁ ἄπληστος πίθος>: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. μετε-νήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαιὕδωρ βάλλουσι· λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσ-χουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί, καὶ αἱ κόραι, ἃς ἔνιοι Δαναΐδας λέ-γουσιν, αἳ πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον.〈ἐγ〉γέγραπται δὲ τῷ πίθῳ ‘ἀμυήτων’ *** Λέγονται δὲ αἱ κόραι ‘<ἠπεδαναί>’, τουτέστινἀσθενεῖς παρὰ τὸ ἄπεδον *** δύναται δὲ ἡ παροιμία καὶ ἐπ' αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου,ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται. <τὰς ἐν Ἅιδου τριακάδας>: τιμᾶται ἡ τριακὰς ἐν Ἅιδου διὰ τὴν Ἑκάτηνμυστικώτερον, ᾗ καὶ τρίγλα ἐπιθύεται, ***, ἐπεὶ καὶ αὐτὴν τὴν Ἑκάτην φασὶ Τριτο-γενῆ εἶναι. καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη αἱ τρεῖς δοκοῦσιν ἓν εἶναι. τὸγοῦν μυστικὸν Ἑκάτη ἡ Φερσεφόνεια καλεῖται, τῶν ὑποχθονίων δεσπότις. ὅθεν καὶἀφιδρύματα Ἑκάτης πρὸς ταῖς τριόδοις ἐστὶ καὶ τὰ νεκύσια τῇ τριακάδι ἄγεται. λεχ-θείη δ' ἂν ἡ παροιμία ἐπὶ τῶν περιέργων καὶ τὰ ἀποκεκρυμμένα ζητούντων γινώσκειν. <ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος>· Πασιφάην φασὶν ἐρασθεῖσανταύρου Δαίδαλον ἱκετεῦσαι, ποιῆσαι ξυλίνην βοῦν 〈καὶ〉 κατασκευάσαντα [εἰς] αὐτὴνἐνθεῖναι· ἣν ἐπιβαίνων ὡς βοῦν ὁ ταῦρος ἔγκυον ἐποίησεν. ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος.Μίνως δὲ διά τινας αἰτίας ὀργιζόμενος τοῖς Ἀθηναίοις ἑπτὰ παρθένους καὶ ἴσουςνέους ἐξ αὐτῶν ἐδασμολογεῖτο, οἱ παρεβάλλοντο τῷ θηρίῳ. ὡς οὖν τὸν Δαίδαλονἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν καὶδιὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι ἐμυσάχθησαν, ἐξηνέχθη ἡ παροιμία. <νόμος καὶ χώρα>: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοιςνόμοις χρῆσθαι. <Πέρσαι> μὲν γὰρ μεθύοντες βουλεύονται. καὶ τοὺς βασιλεῖς ἑαυτῶν ὡςθεοὺς προσκυνοῦσι, καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶντῶν μειζόνων μόνον θιγγάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίανβλέπουσιν. καὶ ἄλλα εἰσὶ παρ' ἄλλοις, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται. <Γόρδιοι> τὸν παχύτατον αὑτῶν βασιλέα αἱροῦνται. <Σούρακοι> τὸ διάδημα τῷμακροτάτῳ διδόασιν: ὡς δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν. <Στάφυλοι> τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι γαμηθεῖσαν. Ὄρειοι <Μασσα-γέται> ἐν ταῖς ὁδοῖς πλησιάζουσι. <Σαυρομάται> παρὰ πότον τὰς θυγατέρας πιπρά-σκουσι. παρ' <Ἀμαζόσιν> οὐδεμία γαμεῖται, ἐὰν μὴ πολέμιον ἀνέλῃ. <Τιβαρηνοὶ> τῶν γυναικῶν τεκουσῶν αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατα-κλίνονται. παρὰ τοῖς <Κερκεταίοις> οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰὠνήσεται. <Ἐσσηδόνες> τοὺς γονεῖς ἐσθίουσι χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσιν.<Καυσιανοὶ> ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσιν. <Βακχείριοι> ἐὰν ἀπὸ νόσου 〈μὴ〉 σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν. <Ὀργεμπαῖοι> οἰκίας οὐκ ἔχουσιν, οὐδ' ἔμψυχόν τι σιτοῦνται· εἰσὶ δὲ καὶ σὺνγυναιξὶ φαλακροὶ διὰ τὴν φύσιν τοῦ ὕδατος, οὗ πίνουσι. <Θυσσαγέται> τὰ ὀστᾶ τοῖς θεοῖς ἐπιθύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες.<Ταυροσκύθαι> ἀνθρωποθυτοῦσιν. <Βυζωνοὶ> μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται. οἱ κατὰ τὴνἡμετέραν οἰκουμένην <Ἴβηρες> κυνῶν ἀγέλας τρέφουσιν ἀντὶ προβάτων. <Αἰθίοπες> δὲ