The Greek Library Author

Anonymous

De proverbiis Alexandrinorum

Authority group
Plutarch (catalogue association; authorship remains anonymous)
Edition reference
De proverbiis Alexandrinorum [Sp.], ed. O. Crusius, Plutarchi de proverbiis Alexandrinorum libellus ineditus, Tübingen: Fues & Kostenbader, 1887: 1–24.
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg149.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

10

οἱ λεγόμενοι Κολχεῖς ὑαίνας. διὰ ταῦτα ἡ παροιμία εἴρηται.

11

<οἶκος φίλος, οἷκος ἄριστος>: *** ἔνιοι τὴν παροιμίαν ἐπὶ τὸ γελοι-

ότερον μεταφράζοντες αὐτὴν ἐπὶ τῆς χελώνης εἶναί φασιν.

12

<συντομώτερος ληκύθου:> οἱ γῆς ἐπίβαθρον παρ' Ἀθηναίοις τελοῦντες

μέτοικοι *** λοιδορούμενοι ὑπὸ τῶν φύσει Ἀθηναίων ἠνείχοντο, οὐδὲ χανεῖν πρὸς τὰς

λοιδορίας δυνάμενοι.

13

<λούσαιο τὸν Πελίαν>: αὕτη ἡ παροιμία προήχθη ἐκ τῶν συμβεβηκότων

τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ

Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα ἀπώλεσαν. *** ἐλούσαντο

δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. <Μάγαν> μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θέογος

λουόμενον καθήψησε ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. <Μίνῳ> δὲ τῷ Κρητῶν βασιλεῖ

αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν.

14

<ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν>: *** ἐπὶ τῶν κατακόρως

καὶ ἀδιαφόρως πάντα ἐσθιόντων ***

15

<ἧλιξ ἥλικα τέρπει>: ***

16

<καθ' αὑτοῦ Βελλεροφόντης>: Βελλεροφόντης ἀνελὼν Πειρῆνα περὶ

ἱερὸν εἰς Τίρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον· Προῖτος δ' αὐτὸν

διαβληθέντα ὑπὸ τῆς γυναικὸς αὐτοῦ εἰς Λυκίαν ἀποστέλλει πρὸς Ἀμφιάνακτα γράμ-

ματα ἔχοντα, ὥστε τὸν φέροντα ἀποκτιννύναι. ὁ δὲ ἀγνοῶν τὰ γεγραμμένα καθ' ἑαυτοῦ,

ἀπήνεγκε *** ὁ δὲ πέμπει 〈αὐτὸν〉 πρὸς Ἀμισόδαρον ***

17

<Βησᾶς ἕστηκας>: *** οὗτος *** ἕστηκεν [οἷον ἀχανὴς καὶ] παταγώδης

καὶ ὑπόμωρος.

18

<μερὶς οὐ πνίγει>: τῶν ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων

τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους

ἀποπνίγεσθαι, ἐπεὶ ἄρα αὑτοῖς βοηθεῖν οὐκ ἠδύναντο. διὰ τοῦτο οὖν ὁ διαμερισμὸς

ἐπενοήθη· καὶ ἕκαστος ἑκάστῳ τὸ ἶσον λαμβάνων ἐπεφώνει· ‘μερὶς οὐ πνίγει.’

19

<ἀφ' ἵππων ἐπ' ὄνους>: *** τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ

τῶν σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἢ πραγματικῶν εἰς

χαλκευτικὴν ἢ ἡνιοχευτικὴν ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων.

20

<Κόττας Μάξιμος>: οὗτος ὕπαρχος ἦν Πομπηΐου, πιστευθεὶς Κυπρὸν καὶ

Σαρδώ. ἀγανακτήσας δὲ κατ' αὐτοῦ ὁ Καῖσαρ Ἰούλιος δι' ἣν εἶχεν ὑπεροψίαν καθ-

εῖλεν αὐτόν. λέγεται γοῦν ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονηματιζομένων.

21

<τὸ ἀρνίον σοι λελάληκεν>: Αἰγύπτιοι τοῦτο ἀνέγραψαν ὡς ἀνθρωπείᾳ

φωνῇ λαλῆσαν· εὑρέθη δὲ ἔχον βασίλειον δράκοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ πτερωτὸν

ἔχοντα μῆκος πήχεων δ', καὶ τῶν βασιλέων τινὶ λελάληκε τὰ μέλλοντα ***.

22

<τὸ βασιλικὸν βοΐδιον>: ἐπὶ Πτολεμαίου τοῦ νέου Διονύσου βασιλεύοντος

βοῦς ἀπέτεκεν ἓξ βοΐδια· πρὸς ἀγαθοῦ δὲ οἰωνοῦ τὸ συμβεβηκὸς λαβὼν ὁ Πτολεμαῖος

προσέταξεν ἐν τοῖς βασιλείοις μετὰ πάσης ἐπιμελείας πολυτελῶς αὐτὰ τρέφεσθαι. διὸ καὶ

βασιλικὰ ἐκλήθη· χρήσῃ δὲ τούτῳ ἢ ἐπὶ τῶν θεραπείας πολλῆς ἀξιουμένων ἢ ἐπὶ τῶν

εὐτυχούντων.

23

<ὁ Φθάς σοι λελάληκεν>: *** Μεμφῖται τὸν Ἥφαιστον Φθὰν καλοῦσιν.

ἔστι δὲ χρησμολόγος ὁ Φθὰς παρ' αὐτοῖς.

24

<ἄφωνος Ἱππαρχίων>: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι

ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνος. καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου

ἐν Ἰουλιοπόλει κατὰ τὸ ἔθος ὁ Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον

ἀποσιωπήσας.

25

<Βόκχορις>: οὗτος βασιλεὺς Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοίᾳ κρίσεων

ἀπομνημονεύεται. *** εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως

κρινόντων.

26

<Προμέρου κύνες>: *** οὗτος βασιλικὸς οἰκέτης ὢν ἐμίσησε καθ' ὑπερβολὴν

Εὐριπίδην τὸν [τῶν] τραγῳδοποιὸν [ποιητὴν] ἔκ τινων διαβολῶν τῶν πρὸς τὸν ἐαυτοῦ δεσπότην·

ἀναλύοντι δ' αὐτῷ ἐπαφῆκε κύνας ἀγρίους, οἳ τὸν Εὐριπίδην κατεθοινήσαντο. διὰ τοῦτο

καὶ ἡ παροιμία ***

27

<Πτολεμαῒς ἡ δίκη>: πρεσβῦτις ἦν ἀρχαία αὕτη, ἄχρις οὗ ἀποθάνοι δίκας

λαχοῦσα διὰ τὸ ἀεὶ [ποτε] ὑπερτίθεσθαι καὶ μήποτε βούλεσθαι ἀπαλλαγῆναι τοῦ δικά-

ζεσθαι. *** ἐπὶ τῶν ἀεὶ δικαζομένων.

28

<Ἄννας κρίβανος>: μυθεύεται [ὅτι] τὴν Ἄνναν Αἰγυπτίαν οὖσαν εἰς τὴν

τῶν ἄρτων ὄπτησιν ἐπινενοηκέναι τὸν κρίβανον. ἀφ' ἧς ἡ παροιμία ἐπὶ τῶν καινόν τι

ἐφευρηκότων.

29

<τὸ τοῦ Δίωνος γρῦ>: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, δια-

βόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην Διονύσιον, †Τόψιον ἐπικαλούμενον.

λοιδορούμενος δ' ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄρρητα καίτοι

πολλοῦ παρακολουθοῦντος ὄχλου αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο κατεσταλμένος τὸ τῆς

φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς

ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν ‘οὐδὲ γρῦ’. ὁ δὲ ἀθυμήσας ἀπήγξατο.

εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ <γρῦ> [καὶ] ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόν-

τος. καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν

λεπτὰ σκευάρια καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.

30

<τὰ μηδὲν πρὸς τὸν Διόνυσον>: τὴν κωμῳδίαν καὶ τὴν τραγῳδίαν ἀπὸ

γέλωτος εἰς τὸν †βίον φασὶ παρελθεῖν. καὶ 〈γὰρ〉 κατὰ καιρὸν τῆς συγκομιδῆς τῶν γεν-

νημάτων παραγενομένους τινὰς ἐπὶ τὰς ληνοὺς καὶ τοῦ γλεύκους πίνοντας [ποιήματά

τινα] σκώπτειν· 〈ὕστερον δὲ σκωπτικὰ〉 ποιήματά τινα καὶ γράφειν, 〈ἃ〉 διὰ τὸ

πρότερον ἐν 〈κώμαις ᾄδεσθαι〉 κωμῳδίαν καλεῖσθαι. ἤρχοντο δὲ καὶ συνεχέστερον εἰς

τὰς κώμας τὰς Ἀττικὰς γύψῳ τὰς ὄψεις κεχρισμένοι καὶ ἔσκωπτον. *** τραγικὰ

παρεισφέροντες, 〈ἐπὶ τὸ〉 αὐστηρότερον μετῆλθον *** ταῦτα οὖν καὶ ἐπεὶ τῷ Διονύσῳ

πολέμιόν ἐστιν ὁ τράγος ἐπισκώπτοντές τινες ἔλεγον. *** ἐπὶ τῶν τὰ ἀνοίκειά τισι

προσφερόντων.

31

<Ἀτρέως ὄμματα>: οἱονεὶ ἄτρεπτα καὶ σκληρά· εἴρηται ἀπὸ τῆς Ἀτρέως

παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν

γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας δειπνοῦντι παρέθηκε τῷ

πατρὶ, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.

32

<ὄνῳ τις ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει>: εἰς ἀναισθησίαν τινῶν

ἡ παροιμία εἴρηται κατ' ἀμφότερα· τό τε γὰρ ζῷον νωχελές ἐστι ἐπὶ τὰ ἔργα καὶ

*** τὰ ὦτα κινεῖ, οἷον εἰ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ

ἀναισθησίας· πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ὦτα μεγάλα

ὥσπερ ὄνος ἔχῃ;

33

<ὄνος λύρας ἀκούει>.

34

<εἴποις τὰ τρία τὰ παρὰ τῇ αὐλῇ>: τοῖς ἐπὶ θάνατον ἀπαγομένοις

ταύτης μετῆν τῆς παρρησίας, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν ἃ βούλον-

ται· μεθ' ἃ φιμωθέντες ἀπήγοντο πρὸς τὴν κόλασιν. τὸ δὲ νῦν ἀρχεῖον λεγόμενον

αὐλὴ ἐκαλεῖτο [ὅπου ἀπήγοντο], καὶ τοὺς ἐν αὐτῷ διαιτωμένους ὑπηρέτας αὐλικοὺς ὠνό-

μαζον. ὡς ἐκ τούτου φανερὰν εἶναι τὴν λοιδορίαν.

35

<γράψαις πρὸς τὴν Ἄρτεμιν>· *** διὰ τὸ εἶναι κακωτικὸν εἴρηται.

36

<σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει>· [παροιμία] ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς

τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα

ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη *** ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς

ἀγωνίσασθαι χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος

εἰσελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρας εἱστήκει, ἕως τυπτόμενος ὑπὸ

τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.

37

<Αἰσώπειον αἷμα>· ἐπὶ τῶν δυσαποτρίπτοις ὀνείδεσιν ἐνεχομένων εἴρηται

ὡς Ἀριστοτέλης.

38

<ἀγαθῶν ἀγαθὰ καὶ ἀγαθῶν ἀγαθίδες>· *** ὡς δεινότερα Δεινίου

καὶ <κυνώτερα Κύντωνος>· ἐπὶ τῶν καθ' ὑπερβολήν 〈κακῶν〉.

39

<ἅλις δρυός>.

40

<ἄλλην δρῦν βαλάνιζε>.

41

<βουλήσεταί τις μᾶλλον ἢ δυνήσεται>· ἐπὶ τῶν προαιρουμένων μὲν

ἀδικῆσαι, οὐ δυναμένων δέ. ὅλον κεῖται ἐν τῷ *** <μωμήσεταί τις μᾶλλον ἢ

μιμήσεται>.

42

<Βουμίλκου νῆες>· ἐπὶ τῶν παραλογιζομένων. φασὶ γὰρ 〈ὅτι〉 Κυρηναίας

οὔσας τὰς ναῦς προσεποιεῖτο ἰδίας ἔχειν.

43

<Ἡλιάδων δάκρυα>· ἐπὶ τῶν πολλὰ ἐχόντων χρήματα· παρόσον τὰς Ἡλιά-

δας 〈εἰς〉 αἰγείρους 〈ἀποδενδρωθείσας〉 Φαέθοντα θρηνούσας τὸν ἀδελφὸν στάζειν δάκρυα

τὸν ἤλεκτρον οἱ Ἕλληνες ἐμυθεύσαντο· Ἡλίου δὲ τέκνα Φαέθων καὶ αἱ Αἴγειροι.

44

<βάλλειν μήλοις>: ἐπὶ τῶν τυχόντων ὧν ἐρῶσι. παρῆκται δὲ ἀπὸ τῶν

πεμφθέντων παρ' Ἱππομένους ἐπὶ Ἀταλάντην μήλων. προύκειτο μὲν γὰρ τῷ νικῶντι

δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν

καταστὰς χρυσᾶ μῆλα πρότερον παρὰ τῆς Ἀφροδίτης λαβὼν καὶ ταῦτα ῥίπτων αὐτῆς

περιγέγονεν ἀσχολουμένης περὶ τὴν τῶν μήλων συλλογήν.

45

<Εἰρὰς καὶ Χάρμιον>: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεο-

πάτρας τῆς βασιλίσσης, ἡ δὲ τῶν ὀνύχων· παρέμειναν δ' αὐτῇ καὶ μέχρι θανάτου καὶ ἀπο-

θανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγου-

στος Ἀντώνιον χειρωσάμενος * ἐβουλήθη ** τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ ἐν

θριάμβῳ ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως

ἀποθανεῖν ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν.

ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη ἐπέτρεψεν Εἰράδι καὶ Χαρμίῳ ἐχίδνας παρ' ἑκα-

τέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. εἰθ' οὕτως καὶ Κλεο-

πάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ' αὐτῆς ἀνῃ-

ρέθη. ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ μνήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώ-

λειον, Εἰράδι καὶ Χαρμίῳ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι.

εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.

46

<Εὔνους ὁ σφάκτης>: αὕτη ἡ παροιμία προηνέχθη ἀπὸ τοῦ <Ὀρέστου>,

ὡς καὶ Ὅμηρος ἐδήλωσεν· ἀποκτείνας γὰρ τὴν μητέρα περίδειπνον ἐποίησεν. ὁμοίως

δὲ καὶ ἀπὸ <Ἀντιγόνου> τοῦ βασιλέως, ὃς Σελήνην φονεύσας τὰ ὀστᾶ αὐτῆς μετὰ πολλῆς

φροντίδος ἔπεμψε τῇ μητρί. ἔτι δὲ μᾶλλον ἀπὸ <Πτολεμαίου> τοῦ Φιλοπάτορος· τὴν γὰρ

μητέρα Βερσενίκην καθείρξας ἐν μεγάροις καὶ παραδοὺς Σωσιβίῳ φυλάσσειν, ἡνίκα ἐκείνη

οὐ φέρουσα τὴν κόλασιν ἔπιε θανάσιμον βοτάνην καὶ τὸ φάρμακον πιοῦσα ἀπέθανε,

διὰ τὰς ἀπ' αὐτῆς τῶν ὀνείρων ταραχὰς ἐν μέσῃ τῇ πόλει μνῆμα οἰκοδομήσας, ὃ νῦν

Σῆμα καλεῖται, πάντας ἐκεῖ τοὺς προπάτορας σὺν αὐτῇ κατέθετο, καὶ Ἀλέξανδρον τὸν

Μακεδόνα. καὶ ἐπὶ τῶν Αἰγιαλῶν δὲ ἱερὸν αὐτῇ ἱδρύσαντο, ὃ ἐκάλουν Βερσενίκης

σωζούσης.

47

<ὤδινεν ὅρος, εἶτα μῦν ἀπέτεκεν>: *** ὅταν ἐλπίσας τις μεγάλα

μικροῖς ἐντύχῃ.

48

<Κασιωτικὸν ἅμμα>: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ἀπὸ τῶν ἐν Πη-

λουσίῳ Κασιωτῶν, οἳ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δύσλυτα δοκοὺς ἐπὶ δοκοῖς

συνάπτοντες.

49

<Κάθαμμα λύεις>: ** παροιμία ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούν-

των. λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει, τῆς κομισάσης τὸν Μίδαν ἁμάξης εἴ τις

ἐπιλύσειε τὸν δεσμὸν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξανδρος δὲ ἔλυσεν.

50

<τὸ Πάσητος ἡμιωβόλιον>: *** ὁ δὲ Πάσης οὗτος μαλακὸς ἦν τὴν

φύσιν, πάντας δὲ ἀνθρώπους ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδῶν αὐτοῦ καὶ

δεῖπνα πολυτελῆ ὁρᾶσθαι καὶ διακονουμένους τινάς, καὶ πάλιν ἀφανῆ πάντα γίνεσθαι.

εἶχε δὲ καὶ ἡμιωβόλιον ἐκ μιᾶς ** αὐτῷ πεποιημένον, ὁ διαδιδόμενον ὑπ' αὐτοῦ τοῖς

πιπράσκουσι παρ' ὧν ἤθελεν ὠνεῖσθαι, εἰ ἐβούλετο, πάλιν παρ' αὐτῷ ηὑρίσκετο. καὶ

Ἀπίων δὲ ὁ γραμματικὸς μνημονεύει αὐτοῦ ἐν τῷ περὶ μάγου.

51

<Βυζίνη παρρησία>: ἐπὶ τῶν σφόδρα πεπαρρησιασμένων. ἀπὸ Βυζίνου

τοῦ Ποσειδῶνος μετὰ παρρησίας ἀεὶ διαλεγομένου.