Deipnosophistae
- Authority group
- Athenaeus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Deipnosophistae (epitome), ed. S. P. Peppink, Athenaei dipnosophistarum epitome, vols. 2.1–2.2, Leiden: Brill, 2.1:1937; 2.2:1939: 2.1:3–174; 2.2:3–162.
- CTS identifier
urn:cts:greekLit:tlg0008.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2,1
4
καὶ δίφοροι καὶ Μεγαρικαί. Λυγγεὺς δέ φησι τὰ ἐαρινὰ τοῖς Λακωνικοῖς
ὡς συκάμινα σύκοις δοκεῖν ἐρίζειν. ὅτι ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρούθια
σῦκα πολλὴν ἔχει <διαφορὰν> πρὸς τὰ ἐν πάσῃ τῇ οἰκουμένῃ γινόμενα.
ἐπαινεῖται δὲ ἐν Ῥώμῃ καὶ τὰ Χῖα καλούμενα καὶ Λιβιανὰ καὶ Χαλκιδικὰ
καὶ τὰ Ἀφρικανά. ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται
κοινόν. σύκων δὲ τοξαλίων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος λέγων· τὸ
οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρὸν ὡστ' ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ
τοξαλίους συκᾶς καὶ τὰ ἑξῆς. καὶ ἐν Πάρῳ δὲ καλὰ σῦκα τὰ καλούμενα
αἱμώνια παρ' αὐτοῖς διὰ τὸ ἐρυθρῶδες, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις.
Ἀρχίλοχος· ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. Τὰ δὲ σῦκα
ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ πολλαχοῦ γινόμενα ὡς τὸ
τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ τῶν μὴ ἀγρίων. λευκερινεὸς δὲ εἶδος συκῆς,
ἥτις, φησίν, ἴσως τὰ λευκὰ σύκα φέρει. ἐρίνων δὲ σύκων Εὐριπίδης μέμνηται·
ἢ προσπήγνυναι κράδαις ἐριναῖς. Σοφοκλῆς δὲ τὸν καρπὸν τῷ τοῦ δένδρου
ἐκάλεσεν ὀνόματι εἰπών· πέπων ἐρίνος ἀχρεῖος ὢν εἰς βρῶσιν ἄλλους ἐξερι-
νάζεις λόγῳ. τὸ δὲ δένδρον ἡ ἄγρια συκῆ ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται.
ἐξ οὗ παρ' Ὁμήρῳ ἐρινεός. Ἀμερίας δὲ ἐρίνακας καλεῖσθαι τοὺς ὄλονθούς
φησιν. Φιλήμων δὲ σῦκά τινα βασίλεια ἀφ' ὧν καὶ βασιλίδας ἰσχάδας
καλεῖσθαι, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος
δὲ γλυκισίδην καλεῖσθαι τινά φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν.
Φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς. τὰ δὲ
χειμερινὰ σῦκα Πάμφιλός φησι καλεῖσθαι κωδωναῖα ὑπὸ Ἀχαιῶν. Ἕρμιππος
δὲ κορακέων σύκων μέμνηται. Θεόφραστος δέ φησι περὶ τὴν Τρωικὴν Ἴδην
γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας. φέρειν
δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος στρογγυλώτερα, εἶναι δὲ τὴν
γεῦσιν μεσπιλώδη. ὁ αὐτός φησι. τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς
καὶ ὑγρὸς καὶ θερμὸς ἐξεκαλέσατο τὴν βλάστησιν, ὅθεν καὶ οἱ πρόδρομοι.
καὶ προιὼν δὲ λέγει τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἡ τε Λακωνικὴ
καὶ ἡ λευκομφάλος καὶ ἕτεραι πλείους, αἳ δ' οὐ φέρουσιν. —ἡ δ' ἐν Κρήτῃ,
5
φησὶν ὁ αὐτὸς, καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στε-
λέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων. Σέλευκος δὲ πρῳτερικήν τινά φησι
καλεῖσθαι συκῆν ἣ φέρει πρώιον καρπόν. Θεόπομπος ἱστορεῖ κατὰ τὴν
Φιλίππου ἀρχὴν περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς
μὲν συκὰς σῦκα, τὰς δ' ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ
βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον.
Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον, οἳ δὲ καὶ τρίφορον ὡς ἐν
Κέῳ. λέγει δὲ καὶ τὴν συκῆν ἐν Σκιάλῃ φυτευθεῖσαν θᾶττον παραγίνεσθαι
καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν Σκιάλᾳ φυ-
τευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίνεσθαι. Ὁ αὐτός φησι
καὶ ὅτι ἡ Ἰνδικὴ συκῆ καλουμένη μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς
ἂν εἰς τὴν βλάστην ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν. φησὶ δὲ καὶ ἄλλο
γένος συκῆς εἶναι ἐν τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον,
ὃ τὸ μὲν σῦκον ἔμπροσθεν φέρει τοῦ κάρπου, τὸν δὲ ὄλονθον ἐξόπισθεν.
οἶδα, φησίν, ὀνόματα σύκων καὶ ἄλλα, συκοβασίλεια· κιρροκοιλάδια, ὑλάδια,
σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφια, μελανόφια, μυλαικά,
ἀσκαλώνια. Δωρίων ἱστορεῖ Συκέαν τινὰ ἕνα τῶν Τιτάνων διωκόμενον ὑπὸ
Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ
παιδί, ἀφ' οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ· Φερένικος δὲ ὁ Ἡρακλεώτης,
ἀπὸ συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι. Ὄξυλον γὰρ τὸν Ὀρίου
Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Κάρυαν, Βάλανον, Κρανεῖον, Ὀρέαν,
Αἴγειρον, Πεταλίαν, Ἄμπελον, Συκῆν· καὶ ταύτας Ἁμαδρυάδας νύμφας
καλεῖσθαι καὶ ἀπ' αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ
Ἵππωνάξ φησι· συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην. Σωσίβιος δὲ εὕρεμα
Διονύσου τὴν συκῆν φησι, διὸ καὶ Λακεδαιμονίους Συκίτην τιμῆσαι Διόνυσον.
Νάξιοι δὲ μείλιχον καλοῦσι Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παρά-
δοσιν. διὸ καὶ τὸ πρόσωπον αὐτοῦ παρὰ Ναξίοις τὸ μὲν τοῦ Βακχέως
Διονύσου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ μειλιχίου σύκινον, τὰ δὲ σύκα μείλιχα
καλεῖσθαι· ὠφελιμώτερα δὲ πάντων τῶν ξυλίνων καρπῶν ἀνθρώποις τὰ
σύκα. Ἡρόδοτος γοῦν ὁ Λύκιος εὐτραφῆ λέγει γίνεσθαι τὰ νεογνὰ τῶν
παίδων, τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. καὶ Φερεκράτης δέ φησιν· ἢν
δ' ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνον νέον ποτέ, τὠφθαλμῷ περιμάττομεν τοῦτο
τῶν παιδίων ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. ὁ
δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος χώραν ψέγων ἐν τῇ πρώτῃ
ἱστοριῶν οὔτε οἶνον ἔχειν αὐτήν φησιν οὐ σῦκα οὐκ ἄλλο οὐδὲν ἀγαθόν.
Φίλιππος δὲ ὁ Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τρο-
φῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε.
διὸ καὶ Μυοῦντος κυριεύσας, τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν
6
σύκων. εἰσὶ δ' εὐκατεργαστοτέρα τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν
οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ' ἔχει τῶν ὑγρῶν κολλώδεις καὶ γλυ-
κείας καὶ ὑπονιτρώδεις καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην
καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ' ἁλυκὸν δριμύτητα
ἔχοντα ἀναδίδωσι μέθ' ἁλῶν ἐπιπινόμενα. διαλύεται μὲν οὖν ταχέως διότι
πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν λαγαροὶ γινόμεθα
καθ' ὑπερβολὴν, ὃ οὐκ ἂν ἐγίνετο μὴ ταχὺ διαλυομένων τῶν σύκων. κατερ-
γάζεται δὲ μᾶλλον τῆς ἄλλης· πολλαπλασίονα γοῦν λαβόντες αὐτὴν
τῆς λοιπῆς ὁπώρας ἀλύπως διάγομεν, ἀλλ' οὐδὲ τὴν εἰωθυῖαν τροφὴν
λαβόντες τούτων προχειρισθέντων ἐνοχλούμεθα. ταῦτα τε οὖν πέττεται
μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν· δυνάμεις δ' ἔχει
κολλώδη μὲν καὶ ἁλυκὴν ἐκ τοῦ κολλᾶν καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ
γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων
καὶ ταραχῆς καὶ πλείω καὶ θᾶττον καὶ μαλακώτεραν παρασκευάζει. ἀλ-
λοιοῦται δ' οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ' ὅτι καταπίνομεν τε
ταχέως οὐ λεάναντες καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν
δ' ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα,
ἁλυκώτερον δὲ ποιήσει ἢ δριμὺν, ἐκ τῶν ἐπιγινομένων. οἱ μὲν γὰρ ἅλες τὸ
ἁλυκόν, τὸ δ' ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν. ταῦτα συκολογεῖ
Φιλότιμος ἐν τῷ περὶ τροφῆς. Ἡρακλείδης δὲ ζητεῖ πότερον ἐπιλαμβάνειν
δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. θερμὸν μὲν
ὅτι ὁρῶμεν τὸ θερμὸν ταχέως ῥύπτον· διὸ πιθανὸν καὶ ἐν κοιλίᾳ συντόμως
αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ σύκων τὸ θερμὸν διαλύει
τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερῆ τόπον ἄγει. τὸ δὲ ψυχρὸν συνίστησιν.
οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ἡ τοῦ ψυχροῦ, φασί, πόματος λῆψις
τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ
ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα.
διό τινες καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως
καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ. δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ
πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν
κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων. ἄλλοι δέ φασιν ὅτι
μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε. Εὔβουλος·
ἠσθένουν φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας. Νικοφῶν· ἐὰν δέ γ' ἡμῶν
σῦκά τις μεσημβρίας τρώγων καθεύδῃ πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ
ἄξιος τριωβόλου· κᾷθ' οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν. Δίφιλος δ' ὁ
Σίφνιός φησι τῶν σύκων τὰ ἁπαλὰ ὀλιγοτρόφα, κακόχυλα, εὐέκκριτα,
ἐπιπολαστικά, εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι βίᾳ
πεπαινόμενα χείρω τυγχάνειν· τὰ δὲ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα. ὡς
7
ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα καὶ τὰ σπάνυδρα
εὐστομαχώτερα μὲν, βαρύτερα δέ. Μνησίθεος δέ φησιν· ἄπιοι, σῦκα, μῆλα
Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς
τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν
ὑπὸ τῆς ὥρας ἕξει. Δημήτριος δὲ εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων
ἐσθίοντας. Ἠγισιάνακτα γοῦν τὸν Ἀλεξανδρέα κατ' ἀρχὰς ὄντα πένητα
καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτὴν καὶ εὔηχον, ὀκτωκαίδεκα
ἐτῶν σύκων μὴ γευσάμενον. καὶ παροιμιὰς δὲ οἶδα περὶ σύκων λεγομένας
τοιάσδε· σῦκον μετ' ἰχθύν, ὄσπριον μετὰ κρέα. σῦκα φιλ' ὀρνίθεσσι, φυ-
τεύειν δ' οὐκ ἐθέλουσι.
μῆλα.
μῆλα Δελφικὰ ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος καλεῖ, Δίφιλος δέ φησι
τῶν μήλων τὰ χλωρὰ καὶ μήπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα
ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια.
τῶν δὲ πεπόνων εὐχυλώτερα τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στύψιν
μὴ ἔχειν, κακοχυλώτερα δὲ τὰ ὄξεα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυ-
κύτητος ὑφειμένα διὰ τὴν ποσὴν στύψιν εὐστομαχώτερα, κακοχυλώτερα
δὲ τὰ θερινά, τὰ δὲ φθινοπωρινὰ εὐχυλώτερα, τὰ δὲ καλούμενα ὀρβικλᾶτα
μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτατα εὐστόμαχα εἶναι. τὰ δὲ ση-
τάνια καὶ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ
κυδώνια, ὧν ἔνια καὶ στρούθια λέγεται, κοινῶς ἁπάντων τῶν μήλων εὐστο-
μαχώτερα καὶ μάλιστα τὰ πέπονα. Φιλότιμος δὲ τὰ μῆλα φησὶ τὰ μὲν
ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέ-
πονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ
μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ
σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τὲ τὰ μῆλα τῶν ἀπίων δυσπε-
πτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσ-
αράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται ἐξ αὐτῶν χυμός, διότι
τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει χυμούς, παχυτέρους δὲ ἔτι μᾶλλον
αὐτοὺς ποιεῖ τὰ στρυφνά. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια
στρυφνοτέρους, τὰ δὲ στρουθία χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνο-
τέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται. Γλαυκίδης δὲ ἄριστα ἀκροδρύων
λέγει μῆλα κυδώνια, φαυλία, στρουθία. μνημονεύει δὲ μήλων κυδωνίων
Στησίχορος· πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
πολλὰ δὲ μύρρινα φύλλα καὶ Ῥοδίνους στεφάνους ἴων τὲ κορωνίδας οὔλας.
Φιλήμων δὲ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δὲ τὰ κυδώνια
μῆλά φησι τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμ-
8
βλύνειν. τὸ γοῦν φάριον φάρμακον ἐμβληθὲν εἰς ῥοίσκον ἔτι ὀδωδότα ἀπὸ
τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν
δύναμιν. κερασθὲν οὖν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς
αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ
φάρμακον πωλήσαντος, ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συν-
θέσεως. Ἕρμων δ' ἐν ταῖς Κρητικαῖς γλώσσαις κωδύμαλα καλεῖσθαί φησι
τὰ κυδώνια μῆλα. κατὰ δὲ Θεόφραστον διαφέρει τὸ κυδώνιον μῆλον τοῦ
στρουθίου. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι πόλει Κορίνθου, ἃ σιδούντια
λέγεται. φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης· ὦ τὰ μὲν κομψοί,
τὰ δὲ φαυλότεροι φαυλίων μήλων. καὶ Ἀνδροτίων· φαυλίας καὶ στρουθίας,
καὶ πάλιν· οὐ γὰρ ἀπορρεῖ τὸ φύλλον ἀπὸ τοῦ μίσχου τῶν στρουθίων.
μάλιστα δὲ θαυμαστὰ τὰ ἐν Ῥώμη πιπρασκόμενα τὰ Βατιανὰ καλούμενα,
ἃ κομίζεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων.
τούτων δ' οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ.
Διόνυσον δὲ εὑρετὴν τῶν μήλων Θεόκριτος μαρτυρεῖ λέγων· μᾶλα μὲν ἐκ
κόλποιο Διωνύσοιο φέρουσα κρατὶ δ' ἔχει λεύκαν, Ἡράκλεος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ' ὁ Κυπριανὸς καὶ τὰ ἄλλα ἀκρόδρυα ὑπ' αὐτοῦ εὑρεθῆναι.
ἐπιμηλὶς δὲ κατὰ Πάμφιλον καλεῖται ἀπίων τι γένος. Ἑσπερίδων δὲ μῆλα
καλούμενα ἐν Λακεδαίμονι Πάμφιλός φησι τοῖς θεοῖς παρατίθεσθαι. εὔοσμα
δὲ εἶναι καὶ ἄβρωτα. Περσικὰ δὲ μῆλα, φησὶ Δίφιλος ὁ Σίφνιος, τὰ καὶ
κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων· Φυλότιμος
δὲ τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δὲ καὶ
πιεζούμενον πλεῖστον ἔλαιον ἀνιέναι. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς τὰ
κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά. Παροιμιωδές
ἐστι τό· ὥσπερ εἰς αἶγας ἀγρίας ἀποπέμπων ἡμᾶς.
Ὅτι Ἰόβας ὁ Μαυρουσίων βασιλεὺς, πολυμαθέστατος ἀνὴρ, ἐν τοῖς περὶ
Λιβύης συγγράμμασι τὸ κιτριὸν καλεῖσθαί φησι παρὰ Λίβυσι μῆλον Ἑσπε-
ρικόν, ἀφ' ὧν καὶ Ἡράκλεα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν
ἰδέαν λεγόμενα μῆλα. ὅτι εἰς τοὺς Διὸς καὶ Ἥρας γάμους ἀνῆκεν ἡ γῆ
Ἀσκληπιάδης ἱστορεῖ. οἱ δὲ τὸ μὲν ὄνομα οὔ φασι κεῖσθαι τοῦ κιτρίου
παρὰ τοῖς παλαιοῖς, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτω
λέγεσθαι. φησὶ γάρ· ἡ Μηδία χώρα καὶ ἡ Περσιὰ ἄλλα τε ἔχει πλείω
καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο
φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς Δάφνης ἀνδράχλης καὶ καρύας,
ἀκάνθας δ' οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυ-
ράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ
φύλλα τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρή-
σιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον, δοθὲν γὰρ
9
ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον, καὶ πρὸς στόματος
εὐωδίαν. εἰ γάρ τις ἑψήσει ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου
ἐκπιέσει τε εἰς τὸ στόμα καὶ καταρροφήσει, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται
δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένον ἐπιμελῶς. εἶτ'
ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται
πάλιν τοῦ ἔαρος εἰς χώριον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν.
φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ' ἀνθεῖ, τὰ δ'
ἐκπέττει. τῶν δ' ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου ἀνέχουσαν,
ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μὴ, ἄγονα. ἐκ τούτων πιστευτέον τὸ κιτριὸν
λέγειν τὸν Θεόφραστον. καὶ μηδεὶς θαυμαζέτω εἴ φησι μὴ ἐσθίεσθαι αὐτό,
ὁπότε μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν, φησὶν ὁ Ἀθηναῖος οὗτος, χρόνων
οὐδεὶς αὐτὸ ἤσθιεν, ἀλλ' ὅτι μέγα κειμήλιον ἀπετίθεντο ἐν τῷ κιβώτῳ μετὰ
τῶν ἱματίων. ὅτι δ' ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς Ἕλληνας
τὸ φυτὸν τοῦτο, Ἀντιφάνης φησί. ταυτὶ λάμβανε, παρθένε, μῆλα. καλά γε·
καλὰ δῆτ', ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ' ἀφιγμένον εἰς Ἀθήνας
ἐστὶ παρὰ τοῦ βασιλέως. παρὰ τῶν Ἑσπερίδων ᾤμην γε, νὴ τὸν Φωσφόρον,
τρία μόνον. ὀλίγον ἐστὶ πανταχοῦ τὸ καλὸν καὶ τίμιον. τούτων μὲν ὀβολὸν
τίθημι· λογιοῦμαι γάρ. αὗται δὲ ῥόαι. ὡς εὐγενεῖς. τὴν γὰρ Ἀφροδίτην ἐν
Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Αἰγύπτιός τις ἄρχων κατε-
δίκασέ τινας θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἅπασι
τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμω-
ρίαν ἀποδεδειγμένον θεάτρον κάπηλίς τις γυνὴ κατ' ἐλεὸν ἔδωκεν οὗ μετὰ
χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον. εἶτα παραβληθέντες
πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον.
ἀνακρίνων οὖν ὁ ἄρχων τὸν φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον,
ὡς ἔμαθε τὸ περὶ τοῦ κιτρίου, τῇ ἐπιούσῃ πάλιν τῶν ἡμερῶν τῷ μὲν ἐκέ-
λευσε δοθῆναι κιτρίον τῷ δ' οὔ. καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ
δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου
εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον παντὸς δηλητηρίου φαρμάκου. εἰ δέ τις ἐν
μέλιτι Ἀττικῷ ὅλον τὸ κιτρίον ὡς ἔχει φύσεως συνεψήσει μετὰ τοῦ σπέρ-
ματος, διαλύεται ἐν τῷ μέλιτι καὶ ὁ ἀπ' αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ
τρεῖς δακτύλους οὐδὲν ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται. ὅτι Θεόπομπος ὁ
Χῖος, ἀνὴρ πολλὰ χρήματα καταναλώσας εἰς τὴν περὶ τῆς ἱστορίας ἀκριβῆ
ἐξέτασιν, φησιν ὅτι Κλέαρχος ὁ Ἡρακλεώτης πολλοὺς ἀνῄρει βιαίως τοῖς
πλείστοις διδοὺς κώνειον πιεῖν· ἐπεὶ οὖν πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου
τούτου φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον· τοῦτο
γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κλη-
θῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ Ἡρά-
10
κλειαν. ὅτι τὸ κιτρίον κίτρον Ῥωμαῖοι καλοῦσι ὥς φησι Πάμφιλος ἐν τῷ
περὶ γλωσσῶν. τὰς λεπάδας, φησὶ, τὰ παιδάρια, ἡνίκ' ἂν εἰς τὸ στόμα
λάβωσιν, αὐλεῖ ἐν ταύταις καὶ παίζει, καθάπερ καὶ τὰ σπερμόλογα παίδια
ταῖς καλουμέναις τελλίναις ὡς Σώπατρος ὁ φλοιακόγραφος· ἀλλ' ἴσχε·
τελλίνης γὰρ ἐξαίφνης <μέγας> ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. ἀνα-
ρίτης· κογχῶδες ὄστρεον ταῖς πέτραις ὡς ἡ λεπὰς προσεχόμενον, ὡς Ἡρώνδας·
προσφὺς ὅπως τις χοιράδων ἀναρίτης. Διοκλῆς δ' ὁ Καρύστιος κράτιστά
φησιν εἶναι τῶν κογχύλων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας,
χήμας. ῥωμαλέα δὲ κόγχας, πορφύρας, κήρυκας περὶ ὧν Ἄρχιππός φησι·
κῆρυξ θαλάσσης τρόφιμος υἱὸς πορφύρας. Σπεύσιππος δέ φησι· παραπλήσια
εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. Ἀραρὼς δέ φησί που· τὰ
κομψὰ δὴ ταῦτα νωγαλεύματα, κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην. Σώφρων δὲ τὸν σωλῆνα γλυκύκρεών φησι
κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. τοὺς δὲ στραβήλους Δέρκυλος καὶ
ἄλλοι ἀστραβήλους καλοῦσι. κόγχαι δὲ καὶ θηλυκῶς λέγονται καὶ ἀρσενι-
κῶς. Ἀριστοφάνης· ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγ-
χαισιν ἐπὶ τῶν ἀνθράκων. Σώφρων· αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ' ἐξ ἑνὸς
κελεύσματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει. Αἰσχύλος
κόγχοι, μύες, ὄστρεα. Ἱκέσιος δέ φησι τῶν χημῶν τὰς μὲν τραχείας
λέγεσθαι, τὰς δὲ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι
ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευο-
μένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας.
Ἡγήσανδρος δὲ τὰς τραχείας φησὶ κόγχας ὑπὸ Μακεδόνων μὲν κωρύκους
καλεῖσθαι, ὑπὸ δ' Ἀθηναίων κρείους. τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προ-
ειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δὲ ὄστρεα ἀτροφώτερα τε τούτων
καὶ πλήσμια, εὐεκκριτώτερα τε τούτων. οἱ δὲ κτένες τροφιμώτεροι μὲν τούτων,
κακοχυλώτεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι τῶν
μὲν κτενῶν βελτίους, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον
ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ' αὐτῶν ἔνιοι καὶ <σκιλλώδεις> κακό-
χυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ' ἐλασσούμενοι τούτων καὶ
δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλώτεροι τῶν σκυλλωδῶν, ἀτρο-
φώτεροι δὲ διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύ-
κων τράχηλοι εὐστόμαχοι καὶ ἀτροφώτεροι μυῶν καὶ χημῶν καὶ κτενῶν·
τοῖς δ' ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι εἰς τὸ
κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες· τὰ γὰρ ὁμολογουμένως
εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης εἴσιν, εὐχερῶς
διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν
πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοι-
11
λίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι δὲ τούτων καὶ ἀπολαυστικώτεραι αἱ
τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδεστέραι. καὶ γὰρ τὸ ὅλον κογχύλιον
τοιοῦτον. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι τὸ ἑψομένοις παχὺν ποιεῖν
τὸν ζωμόν. αἱ βάλανοι δ' αἱ μείζους εὐέκκριτοι καὶ εὐστόμαχοι, τὸ δ' ὠτάριον
ὄστρεον, ὃ καλεῖται παρ' Αἰολέων οὖς Ἀφροδίτης, γίνεται ἐν τῷ κατὰ
Ἀλεξάνδρειαν Φάρῳ, τροφιμώτερον δέ ἐστι τῶν εἰρημένων πάντων, οὐκ
εὐέκκριτον δέ, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη
παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. λέγεται δέ τινα καὶ
ἄγρια ὄστρεα πολύτροφα καὶ βρομώδη καὶ εὐτελῆ τὴν γεῦσιν. Ἀριστοτέλης
δὲ ἐν τῷ περὶ ζώων φησίν· ὄστρεα, πίννη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη,
λέπας, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος,
στράβηλος. ἔστι δ' ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτὸς, τὸ δὲ τῆθος ἀράβδωτον,
λειόστρακον, ἡ δὲ πίννη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, μονόθυρον
δὲ καὶ λειόστρακον, λέπας δὲ δίθυρον καὶ λειόστρακον, μονοφυὲς δὲ καὶ
λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ' ἐξ ἀμφοῖν κόγχη. τὸ δ' ἐντὸς
τῆς πίννης μήκων καλεῖται κατ' Ἐπαίνετον. ἐν δὲ πέμπτῳ ζῴων μορίων
Ἀριστοτέλης φησί· γίνονται αἱ πορφύραι περὶ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος
χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχειν τὰ
καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι
δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις ἀεί τε ἰσχύουσι καὶ μάλιστα ἐν
πανσελήνῳ καὶ ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρρέων.
ἐκεῖνοι δ' ἀμείνους χειμῶνος καὶ εἰσὶ μικροὶ, πλήρεις δὲ ᾠῶν· κύοντες δὲ
φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν. καὶ προίων· αἱ μὲν
οὖν πορφύραι ἔαρος ἁθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελί-
κηραν, ἀλλ' οὐχ οὕτως γλαφυρὸν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθου λευκοῦ
πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τού-
των αἱ πορφύραι, ἀλλὰ φύονται αὑταὶ καὶ τὰ ἄλλα ὄστρακα ἐξ ἰλύος καὶ
σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι·
κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ' ἀρχόμεναι κηριάζειν μυξώδη γλισχρό-
τητα, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν πάντα διαχεῖται,
ἀφίησι δ' ἴχωρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ
συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν
ἐκτεμεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ τοῦτο συνιοῦσαι ἐκτίκτουσι,
καὶ γίνονται οἱονεὶ βότρυς· γίνονται δὲ μεγάλαι περὶ Σίγειον καὶ Λεκτόν,
ἐν δ' Εὐρίπῳ καὶ περὶ Καρίαν μικραί. καὶ ἐν τῷ κόλπῳ μὲν μεγάλαι καὶ
τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ' ἐρυθρὸν
μικρῷ. γίνονται δ' ἔνιαι τῶν μεγάλων καὶ <μναιαῖαι>, αἱ δ' ἐν τῷ αἰγιάλῳ
καὶ περὶ τὴν ἀκτὴν μικραὶ μὲν τὸ μέγεθος, τὸ δ' ἄνθος ἐρυθρὸν ἔχουσιν.
12
ἔτι δ' ἐν μὲν τοῖς προσβόροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ
τὸ πλεῖστον. ἡ δὲ παροιμία ἡ λέγουσα λιχνότερος πορφύρας, ὡς μὲν τινὲς
ἀπὸ τοῦ βάμματος εἴρηται· οὗ γὰρ ψαύσει ἕλκει ἐφ' ἑαυτὸ καὶ τοῖς
παρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ' ἀπὸ τοῦ ζῴου. ἁλίσκον-
ται δέ, φησὶν Ἀριστοτέλης, ἔαρος, ὑπὸ κύνα δ' οὔ. οὐ γὰρ νέμονται, ἀλλὰ
κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δ' ἄνθος ἔχουσιν ἀνὰ μεσὸν τοῦ
μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ καὶ πάντα τὰ
στρομβώδη ἐκ γενετῆς τὰ ἐπικαλύμματα. νέμονται δὲ ἐξείροντα τὴν καλου-
μένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα
μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ τὰ κογχύλια. μακρόβια δὲ πορ-
φύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἀπὸ τῆς ἐν τῷ
ὀστράκῳ ἕλικος. κόγχαι δὲ σωλῆνες, χῆμαι, κτένες ἐν τοῖς ἀμμώδεσι
συνίστανται. αἱ δὲ πίνναι ὀρθαὶ φύονται ἐκ τοῦ βύθου ἔχουσί τε ἐν αὐταῖς
τὸν πιννοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον
διαφθείρονται. ὃ καὶ συμπέφυκεν αὐταῖς κατὰ τὸν Ἀλεξανδρέα Πάμφιλον.
φασὶ δὲ ἄλλοι καὶ συγγενᾶσθαι αὐτὸν αὐτῇ καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος
γίνεσθαι. πάλιν Ἀριστοτέλης φησί· πάντα δὲ τὰ ὀστρακώδη γίνεται ἐν
τῇ ἰλύι, ἐν μὲν δὴ τῇ βορβορώδει ὄστρεα, ἐν δὲ τῇ ἀμμώδῃ κόγχαι καὶ
τὰ ῥηθέντα, περὶ δὲ τὰς σηράγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ
ἐπιπολάζοντα λεπάδες, νηρῖται.
ὡσαύτως δὲ γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα,
ὡς αἱ κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι. δύο δὲ γένη κνιδῶν· αἱ μὲν
γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δὲ ἐν τοῖς λείοις
καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι. τὰς δὲ κνίδας Εὔπολις
ἀκαλήφας ὀνομάζει καὶ Ἀριστοφάνης, ὃ μὲν εἰπὼν κραναὰς ἀκαλήφας,
ὃ δὲ ἀκαλήφαις ἐστεφάνωσθαι. Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ἐστὶν ἡ ἀκαλήφη
εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν
μὴ προαλείψωνται. ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ' ὧν κατὰ
παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ
βοτάνη. κατ' εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά
ἐστι καὶ ἁπαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τὸ δ' Ἀριστοφάνῃ ἐν
Λυσιστράτῃ πέπαικται· ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
ἐπεὶ τήθεα τὰ ὄστρεια. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τροφὴν καὶ
μητέρα. Περὶ δὲ τῶν ἄλλων ὀστρέων Δίφιλός φησί· χημῶν τῶν παχειῶν
αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί
εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ παχεῖαι, αἱ καὶ βασιλικαὶ καὶ πελώριαι λεγό-
μεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους.
τελλῖναι γίνονται ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν
13
πληθύουσιν. ὧν λεπτότεραι αἱ βασιλικαὶ καὶ διαχωρητικαὶ καὶ κοῦφαι καὶ
τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως τρόφιμοι, διαχω-
ρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ
δὲ μύες καὶ τῶν μυῶν αἱ μικρότεραι γλυκεῖαι, εὔχυλοι, τρόφιμοι, σωλῆνες,
οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες καλούμενοι, πολύχυλοι, κακόχυλοι,
κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοὶ καὶ οὐ μονοχρώματοι· εἰσὶ
δὲ τοῖς λιθιῶσι καὶ δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεες μονοχρώματοι καὶ
γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττους δὲ οἱ μέχρι
τοῦ χανεῖν ἐπ' ἀνθράκων ὀπτώμενοι· σωληνισταὶ δὲ ἐκάλουντο οἱ συνά-
γοντες τὰ ὄστρεα. Φαινίας γοῦν φησιν ὁ Ἐρέσιος· Φιλόξενος ὁ καλούμενος
σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος
καὶ σωληνοθήρας ὤν. ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐ-
κτήσατο. τῶν δὲ κτενῶν ἁπαλώτεροι οἱ λευκοί· ἄβρομοι, εὐκοίλιοι. τῶν δὲ
μελάνων καὶ πυρρῶν οἱ μείζους εὔστομοι, κοινῇ δὲ πάντες εὐστόμαχοι,
εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.
αἱ δὲ βάλανοι καλούμενοι ἀπὸ τῆς πρὸς τὰς δρυινὰς ὁμοιότητος δια-
φέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαὶ, εὔστομοι,
θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ
ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα, αἱ δὲ φωλάδες εὔστο-
μοι, βρομώδεις, κακόχυλοι. οἱ ἐχῖνοι ἁπαλοί, εὔχυλοι, βρομώδεις, πλήσ-
μιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου
εὐστόμαχοι, γλυκεῖς, εὔχυλοι. προσηνέστεροι δ' αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ
μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες
ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν καὶ Ἰκαρίαν καὶ τὸν Ἀδρίαν τινὲς
αὐτῶν καὶ ὑπόπικροί εἰσιν· οἱ δ' ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας λυτικοὶ
κοιλίας. Ἀριστοτέλης δέ φησι τῶν ἀχίνων πλείω γένη· ἓν μὲν τὸ ἐσθιόμενον
ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάνων καὶ τὸ
τῶν βυρσῶν. καὶ Ἀριστοφάνης δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντα
μου τὸν κάτω σπατάνην. Δημήτριος δὲ ὁ Σκήψιός φησι Λάκωνά τινα
κληθέντα ἐπὶ θοίνην παρατεθέντων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν
χρῆσιν τοῦ ἐδέσματος, οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν.
ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον.
δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τρα-
χύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε <ἀφέρω> μαλθακισθεὶς
οὔτ' αὖθις ἔτι λάβοιμι. ὅτι δὲ οἱ ἐχῖνοι οἵ τε χερσαῖοι καὶ οἱ θαλάττιοι
ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας,
Ἴων ὁ Χῖος μαρτυρεῖ λέγων· ἔν τε χέρσῳ τὰς λέοντας ᾔνεσα ἢ τὰς ἐχίνου
μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ' ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ, στρό-
14
βιλος ἀμφ' ἄκανθας εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
τῶν δὲ λεπάδων, φησὶ Δίφιλος, αἳ μὲν εἰσὶ μικραὶ, αἳ δὲ ὀστρέοις ἐοικυῖαι.
εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ
εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαὶ, τρόφιμοι,
δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ' αὐταῖς καὶ οἱ κήρυκες. αἱ δὲ πορφύραι
μεταξὺ πίννης εἰσὶ καὶ κήρυκος· καὶ οἱ μὲν τράχηλοι αὐτῶν πολύχυλοι,
εὔστομοι, τὸ δὲ λοιπὸν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον. τὰ δὲ ὄστρεα
γεννᾶται καὶ ἐν ποταμῷ καὶ <λίμναις> καὶ θαλάσσῃ. κράτιστα δὲ τὰ
θαλάσσια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ
μείζω καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἴλυος καὶ ὕδατος ἀμιγῆ
μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ κατὰ τὴν τοῦ θέρους
ἀρχὴν κρείσσω, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος εὐστόμαχα εὐέκκριτα.
τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ' αὑτὰ τρόφιμα
καὶ εὐκοίλια.
Μνησίθεος δ' ὁ Ἀθηναῖός φησιν· ὄστρεα, κόγχαι, μύες, τὰ ὅμοια τὴν
μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ἐν αὐτοῖς ἁλυκὴν ὑγρότητα. διόπερ
ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, ἑψόμενα
δὲ ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν ὑγρότητα.
διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ
καὶ ὑπακτικαὶ κοιλίας, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποι-
οῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς
ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς
ὤμοις ἐστὶ δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας,
δι' ὧν ἔκλυτος ἡ κοιλία γίνεται· τροφήν τε δίδωσιν ὕγραν τε καὶ δύσπεπτον
ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ
ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὕγραν καὶ μικράν, τῆς δὲ
κοιλίας ἐστι λυτικὰ καὶ οὐρήσεως κινητικά.
Ἀρχέστρατος δέ πού φησι· τοὺς μῦς ἡ Αἶνος ἔχει μεγάλους, ὄστρεα
δ' Ἄβυδος τοὺς <ἄρκτους> Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη· πλείστους
δ' Ἀμβρακία παρέχει κόγχας· ἐν Ἐφέσῳ λήψῃ τὰς λείας οὔ τι πονηράς.
τοὺς κήρυκας δ' ἐπιτρίψαι ὁ Ζεῦς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγο-
ραίους, πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος Λέσβον ἐριστάφυλον
ναίων, Ἀγάθων δὲ καλεῖται· ὄστρεα δὲ μόνως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος·
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων Φαίδρῳ· ὀστρέου
τρόπον δεδεσμευμένοι. αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον
γάρ τι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ
αὐτὰς γίνεσθαι, <χῆμαι δέ φησι> παρὰ τὸ κεχηνέναι ἴσως.
15
περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων Θεόφραστος ἐν τῷ <περὶ>
λίθων οὕτω γράφει· τῶν θαυμαζομένων λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλού-
μενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ' ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους.
<γίνεται> δ' ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι.
μέγεθος ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. Ἀνδροσθένης δὲ ἐν τῷ τῆς
Ἰνδικῆς παράπλῳ γράφει· στρόμβων, χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων
αἱ ποικίλαι ἡδεῖαι καὶ πολὺ διάφοροι τῶν παρ' ἡμῖν. γίνεται δὲ καὶ
ὀστρέων πολὺ πλῆθος· ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ
μαργαρῖτις λίθος γίνεται. αὑτὴ δ' ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ
πωλεῖται παρὰ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρύσιον. ἐστὶ δ' ἡ
μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον
τὸ ὄστρακον ἔχει καὶ δασὺ, οὐδὲ ὦτα δύο ἔχει ὥσπερ ὁ κτεὶς, ἀλλὰ ἕν. ἡ
δὲ λίθος γίνεται καὶ ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὡς ἐν τοῖς ὑείοις ἡ χάλαζα.
καὶ ἔστιν ἣ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρα-
τέθῃ παρὰ τὸ χρύσιον, ἣ δὲ ἀργυροειδὴς, ἣ δὲ τελείως λευκὴ ὁμοία τοῖς
ὀφθαλμοῖς τῶν ἰχθύων. Χάρης δ' ὁ Μιτυληναῖος θηρεύεται, φησί, κατὰ τὴν
Ἰνδικὴν θάλασσαν, ὡσαύτως καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ
Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ. τὸ δ' ἐστὶν ἁδρὸν καὶ πρό-
μηκες ἔχον ἐν αὐτῷ σάρκα μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα ἐξ ὧν
ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσιν μαργαρίτας, ἐξ ὧν κατασκευάζουσι
ψέλλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσι πάντες Ἀσιανοὶ
πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων. Ἰσίδωρος δέ φησι κατὰ τὸ Περσικὸν
πέλαγος νῆσον εἶναι, ἔνθα πλείστην μαργαρίτην εὑρίσκεσθαι, διόπερ καὶ
σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν
θάλασσαν ἐπ' ὀργυίας εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ' ὅταν
βρονταὶ συνεχεῖς ὦσιν καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν
καὶ πλείστην γένεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. τοῦ δὲ χειμῶνος εἰς τὰς
ἐμβυθίους θαλάμους δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας
κεχήνασιν διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δ' ἂν πέτραις ἢ σπίλασι
προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα <ἐνοῦσαι> τὴν μαργαρίτην γεννῶσι, ζωογο-
νοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο
δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον.
ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πιννοφύλας. διήκει δὲ ἐκ τούτου
ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ' ἢν ἡ μαργαρῖτις γενομένη
αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυ-
κυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς
ἐντέμνουσα χωρήσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου μὲν οὐκέτι τρέφει,
λειοτέραν δ' αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν
16
ἐμβύθιος πίννα, διαυγεστάτην ποιεῖ καὶ καθαρωτέραν καὶ μεγάλην γεννᾷ
μαργαρῖτιν. ἡ δ' ἐπιπολάζουσα καὶ ἀνωφέρης διὰ τὰ ὑπὸ ἡλίου ἀκτινο-
βολεῖσθαι, δύσχρους καὶ ἥσσων. κινδυνεύουσι δ' οἱ θηρῶντες τοὺς μαργαρίτας,
ὅταν εἰς κεχηνότα κόγχον κατευθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε,
καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα
ἀποθνῄσκουσιν. ὅσοι δ' ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως
τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀνασπῶσι. μαράγδων δὲ μνημονεύει Μένανδρος·
μάραγδον εἶναι ταῦτ' ἔδει καὶ σάρδια. ἄνευ δὲ τοῦ σίγμα λεκτέον· παρὰ
τὸ μαρμαίρειν γὰρ ὠνόμασται τῷ διαυγὲς ὑπάρχειν. ὅτι τὸ ἑφθοπώλιον εἴρηται
παρὰ Ποσειδίππῳ. ὅτι τὴν σιαγόνα ὑαγόνα τινές φασι διὰ τοῦ υ̅ στοιχείου κατ'
ἀναλογίαν ἀπὸ τοῦ ὑός. ὅτι τὰς χορδὰς Ἐπίχαρμος ὀρύας ὀνομάζει. φησί που
Ἀξιόνικος· ζωμοποιῶ θερμὸν ἰχθῦν. ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
ῥύγχος εἰς ὄξος πιέζω, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγο-
νέναι τὴν ἕωλον ἡμέραν. Ἄλεξις δέ που χορδαρίον ἔφη τὴν χορδήν. ὅτι
κυρίως ῥύγχος ἐπὶ τῶν συῶν. λέγεται δὲ καὶ ἐπ' ἄλλων ζῴων. Ἄρχιππος
δὲ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως· καὶ ταῦτ' ἔχων τὸ
ῥύγχος οὑτωσὶ μακρόν. καὶ Ἀραρώς· ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.
καλεῖται δὲ ῥύγχος καὶ τόπος τις περὶ Αἰτωλίαν. ὅτι Ἀφροδίτῃ ὗς θύεται
καὶ μάλιστα παρ' Ἀργείοις παρ' οἷς καὶ ἑορτὴ Ἀφροδίτης τὰ Ὑστήρια.
Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησι· κεφαλὴ καὶ πόδες ὑὸς
οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσιν. ὅτι Θυμοίτου βασι-
λεύοντος Μέλανθος ὁ Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν
ὅποι κατοικῇ. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ
καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ' ἐγένετο αὐτῷ ἐν
Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ
κρέα κατηναλωκυιῶν, τῶν δὲ πόδων καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων
ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.
μήτρα, φησί, ἑξῆς ἐπεισηνέχθη ἱκανῶς γεγαστρισμένοις ἡμῖν, μητρόπολις
τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν
κωμῳδουμένους οἶδα. Πλάτων ἐν Πρωταγόρᾳ φησί· τὸ περὶ ποιήσεως
διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων
ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι' αὐτῶν συνεῖναι
ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας
τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν
τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ
καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλη-
τρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ' αὐτοὺς ἑαυτοῖς ἱκανοὺς
17
ὄντας ξυνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν
φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ
πολὺν οἶνον πίωσιν. Σημείωσαι ὅτι διαφέρειν ἔοικε παρὰ τῷ ῥήτορι τούτῳ
τὸ πίνειν τοῦ ἐκπίνειν· εἶναι γὰρ ἐκπίνειν καὶ τὸ πάνυ πίνειν, ὃς καί
φησι τοὺς πίνοντας οὐκ ἀνθρώπου βίον ἀλλά τινος πνεύμονος ἢ τῶν ὅσα
θαλάσσια σώματα ζῆν. γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ
λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος
ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν
κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα
τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας. ὅτι ἐπινομίς
ἐστι μὲν καὶ ἡ τοῦ Πλάτωνος. λέγεται δ' οὕτω καὶ μέρος τι τῆς τριήρους.
ὅτι ἔλεγέ τις τὸν καινὸν φαινόλην ἄχρηστον καὶ περὶ βαλανείου ἠρώτα
τὸν παῖδα ποῖ δὴ ἀπολούμεθον; καὶ πυνθανουμένου τινὸς ἔπει λίθῳ προσ-
έπταισε καὶ τὴν κνήμην ἔλυσε τί τοῦτο Οὐλπιανέ; ὑπώπιον ἔλεγε. κἀγὼ
τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος
τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους τί δὲ σύ;
πρόσκομμα ἔφασκον. τῆς δ' αὐτῆς ταύτης σοφίας καὶ ἕτερός τίς ἐστι ζηλωτὴς
Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ
καὶ αὐτός. ὃς πρὸς τὸν…
τοὔνομ…
The complete text is available when the reading interface loads.