The Greek Library Author

Sophocles

Τραχίνιαι

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1913
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Δηιάνειρα

1λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,

2ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν

3θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·

4ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,

5ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,

6ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως

7ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον

8ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.

9μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,

10ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,

11φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος

12δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει

13βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος

14κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.

15τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη

16δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,

17πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.

18χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,

19ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·

20ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης

21ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων

22οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν

23θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·

24ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ

25μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.

26τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,

27εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν

28ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,

29κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει

30καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

31κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,

32γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,

33σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.

34τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων

35αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.

36νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,

37ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.

38ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,

39ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι

40ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου

41βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς

42ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.

43σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·

44χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα

45μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.

46κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ

47δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ

48θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

Θεράπαινα

49δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼ

50κατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματα

51τὴν Ἡράκλειον ἔξοδον γοωμένην·

52νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν

53γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·

54πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ

55ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,

56μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς

57νέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;

58ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,

59ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,

60πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.

Δηιάνειρα

61ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

62μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ

63δούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.

Ὕλλος

64ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

Δηιάνειρα

65σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου

66τὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν.

Ὕλλος

67ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.

Δηιάνειρα

68καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

Ὕλλος

69τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνου

70Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.

Δηιάνειρα

71πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.

Ὕλλος

72ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.

Δηιάνειρα

73ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;

Ὕλλος

74Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,

75ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.

Δηιάνειρα

76ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοι

77μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

Ὕλλος

78τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

Δηιάνειρα

79ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν

80ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον

81τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.

82ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,

83οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα

84ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος

85κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;

Ὕλλος

86ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

87βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·

88νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς

89ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.

90νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ

91πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.

Δηιάνειρα

92χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ

93πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

Choral 2

Strophe 1

Χορός

94ὃν αἰόλα νὺξ ἐναριζομένα

95τίκτει κατευνάζει τε, φλογιζόμενον

96Ἅλιον Ἅλιον αἰτῶ

97τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς

98ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,

100ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,

101εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.

Antistrophe 1

Χορός

103ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι

104τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,

105οἷά τινʼ ἄθλιον ὄρνιν,

106οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ

107εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ

110ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν

111δύστανον ἐλπίζουσαν αἶσαν.

Strophe 2

Χορός

112πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις

113κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι,

114οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει,

115βιότου πολύπονον ὥσπερ πέλαγος

120Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα

121σφε δόμων ἐρύκει.

Antistrophe 2

Χορός

122ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.

125φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν

126χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·

127ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον

130ἄρκτου στροφάδες κέλευθοι.

131μένει γὰρ οὔτʼ αἰόλα

Epode 5

Χορός

132νὺξ βροτοῖσιν οὔτε κῆρες

133οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ

134βέβακε, τῷ δʼ ἐπέρχεται

135χαίρειν τε καὶ στέρεσθαι.

136ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω

137τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε

140τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;

Episode 3

Δηιάνειρα

141πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

142πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,

143μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.

144τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται

145χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ

146οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,

147ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον

148ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ

149κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,

150ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.

151τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν

152πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.

153πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·

154ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.

155ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ

156ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις

157λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην

158ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,

159πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,

160ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.

161νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι

162χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις

163μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,

164χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα

165χώρας ἀπείη κἀνιαύσιον βεβώς,

166τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ

167ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος

168τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.

169τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα

170τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,

171ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε

172Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.

173καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου

174τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·

175ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ

176φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν

177πάντων ἀρίστου φωτὸς ἐστερημένην.

Χορός

178εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ

179στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.

Ἄγγελος

180δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων

181ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον

182καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης

183ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

Δηιάνειρα

184τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;

Ἄγγελος

185τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν

186ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.

Δηιάνειρα

187καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;

Ἄγγελος

188ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ

189Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων

190ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε

191πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

Δηιάνειρα

192αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

Ἄγγελος

193οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.

194κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς

195κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·

196τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων

197οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.

198οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ

199ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.

Δηιάνειρα

200ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,

201ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.

202φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης

203αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ

204φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

Choral 4

Χορός

205ἀνολολυξάτω δόμοις ἐφεστίοις

206ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ

207κοινὸς ἀρσένων ἴτω

208κλαγγὰ τὸν εὐφαρέτραν

209Ἀπόλλω προστάταν· ὁμοῦ δὲ

210παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,

211βοᾶτε τὰν ὁμόσπορον

212Ἄρτεμιν Ὀρτυγίαν

213ἐλαφαβόλον ἀμφίπυρον,

214γείτονάς τε Νύμφας.

215ἀείρομαι οὐδʼ ἀπώσομαι

216τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.

217ἰδού μʼ ἀναταράσσει,

218εὐοῖ μʼ,

219ὁ κισσὸς ἄρτι βακχίαν

220ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.

221ἴδʼ, ὦ φίλα γύναι,

222τάδʼ ἀντίπρῳρα δή σοι

223βλέπειν πάρεστʼ ἐναργῆ.

Δηιάνειρα

225ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος

226φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·

227χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ

228πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

Λίχας

229ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,

230γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς

231πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

Δηιάνειρα

232ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι

233δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.

Λίχας

234ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε

235καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.

Δηιάνειρα

236ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.

Λίχας

237ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται

238βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.

Δηιάνειρα

239εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;

Λίχας

240εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ

241χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

Δηιάνειρα

242αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;

243οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

Λίχας

244ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν

245ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.

Δηιάνειρα

246ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον

247χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

Λίχας

248οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον

249κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,

250ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,

251γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.

252κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ

253ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.

254χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν

255ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,

256ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους

257ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.

258κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,

259στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν

260τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον

261μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·

262ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,

263ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις

264ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,

265λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη

266τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,

267φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου

268ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,

269ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,

Λίχας

270ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν

271πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,

272τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν

273ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.

274ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ

275ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος

276πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,

277ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ

278ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,

279Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·

280ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.

281κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς

282αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,

283πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς

284ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον

285χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς

286ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.

287αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα

288ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,

289φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου

290πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.

Χορός

291ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,

292τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.

Δηιάνειρα

293πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ

294κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;

295πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.

296ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις

297ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.

298ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,

299ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης

300χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,

301αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως

302ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.

303ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε

304πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,

305μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.

306οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.

307ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;

308ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν

309πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.

310Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;

311τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;

312ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα

313βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.

Λίχας

314τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως

315γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.

Δηιάνειρα

316μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;

Λίχας

317οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.

Δηιάνειρα

318οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;

Λίχας

319ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.

Δηιάνειρα

320εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ

321καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.

Λίχας

322οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου

323χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ

324προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,

325ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος

326δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν

327διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη

328κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.

Δηιάνειρα

329ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας

330οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς

331τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·

332ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα

333χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις

334σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.

Ἄγγελος

335αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως

336μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,

337ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·

338τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.

Δηιάνειρα

339τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;

Ἄγγελος

340σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος

341μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.

Δηιάνειρα

342πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν

343καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;

Ἄγγελος

344σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.

Δηιάνειρα

345καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.

Ἄγγελος

346ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως

347φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς

348ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.

Δηιάνειρα

349τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.

350ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.

Ἄγγελος

351τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,

352πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης

353ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι

354τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν

355μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,

356οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων

357λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·

358ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.

359ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον

360τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,

361ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας

362ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ

363τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,

364κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν

365ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους

366ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,

367οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·

368οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.

369ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,

370δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.

371καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων

372ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,

373ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,

374οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.

Δηιάνειρα

375οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;

376τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον

377λαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμος

378πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;

Ἄγγελος

379ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,

380πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ

381Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ

382βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.

Χορός

383ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ

384λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.

Δηιάνειρα

385τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις

386τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.

Χορός

387πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ

388λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.

Δηιάνειρα

389ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.

Ἄγγελος

390ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;

Δηιάνειρα

391μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,

392ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.

Λίχας

393τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;

394δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.

Δηιάνειρα

395ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν

396ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

Λίχας

397ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.

Δηιάνειρα

398ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;

Λίχας

399ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.

Δηιάνειρα

400τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;

Λίχας

401Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.

Ἄγγελος

402οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;

Λίχας

403σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;

Ἄγγελος

404τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.

Λίχας

405πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως

406κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ

407λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

Ἄγγελος

408τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;

Λίχας

409δίκαια γάρ.

Ἄγγελος

410τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,

411ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

Λίχας

412πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

Ἄγγελος

413οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

Λίχας

414ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.

Ἄγγελος

415οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.

Λίχας

416λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

Ἄγγελος

417τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;

Λίχας

418φημί· πρὸς τί δʼ ἱστορεῖς;

Ἄγγελος

419οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,

420Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;

Λίχας

421ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

422σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;

Ἄγγελος

423πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

424ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.

Λίχας

425κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται

426δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

Ἄγγελος

427ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

428δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

Λίχας

429ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη

430δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.

Ἄγγελος

431ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ

432πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία

433πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.

Λίχας

434ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρ

435νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.

Δηιάνειρα

436μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος

437Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.

438οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ

439οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι

440χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.

441Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται

442πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·

443οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,

444κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;

445ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ

446ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,

447ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ

448τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.

449οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν

450ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.

451εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν

452θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.

453ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ

454ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.

455ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·

456πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.

457κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ

458τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·

459τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας

460πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;

461κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν

462ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ

463κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ

464ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι

465τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,

466καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος

467ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν

468ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν

469πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.

Χορός

470πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ

471γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.

Λίχας

472ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω

473θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,

474πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.

475ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.

476ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ

477διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος

478καθῃρέθη πατρῷος Οἰχαλία δόρει.

479καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,

480οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,

481ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν

482μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,

483ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.

484ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,

485κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν

486καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,

487οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·

488ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν

489τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.

Δηιάνειρα

490ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,

491κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,

492θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης

493χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,

494ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,

495καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε

496χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.

Choral 5

Strophe 1

Χορός

497μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.

498καὶ τὰ μὲν θεῶν

500παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,

501οὐδὲ τὸν ἔννυχον Ἅιδαν

502ἢ Ποσειδάωνα τινάκτορα γαίας·

503ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν

504τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,

505τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;

Antistrophe 1

Χορός

507ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου

508φάσμα ταύρου,

510Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ

511ἦλθε παλίντονα Θήβας

512τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,

513παῖς Διός· οἳ τότʼ ἀολλεῖς

514ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·

515μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.

Epode 3

Χορός

517τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,

518ταυρείων τʼ ἀνάμιγδα κεράτων·

520ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,

521ἦν δὲ μετώπων ὀλόεντα

522πλήγματα, καὶ στόνος ἀμφοῖν.

523ἁ δʼ εὐῶπις ἁβρὰ

524τηλαυγεῖ παρʼ ὄχθῳ

525ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.

526ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·

527τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας

528ἐλεινὸν ἀμμένει·

529κἀπὸ ματρὸς ἄφαρ βέβακεν,

530ὥστε πόρτις ἐρήμα.

Episode 6

Δηιάνειρα

531ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ

532ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,

533τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,

534τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,

535τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.

536κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,

537παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,

538λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.

539καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ

540χλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς,

541ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,

542οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.

543ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι

544νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·

545τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴ

546δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;

547ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,

548τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ

549ὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα.

550ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς

551ἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.

552ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν

553γυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι,

554λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.

555ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ

556θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,

557ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰ

558Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,

559ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς

560μισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοις

561κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.

562ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον

563ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,

564φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ,

565ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ,

566χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν

567ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας

568στέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρ

569τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,

570τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,

571πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·

572ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν

573σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους

574ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,

575ἔσται φρενός σοι τοῦτο κηλητήριον

576τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν

577στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.

578τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν

579κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,

580χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα

581ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.

582κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ

583μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·

584φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα

585τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,

586μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ

587πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

Χορός

588ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

589δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

Δηιάνειρα

590οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν

591ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·

Χορός

592ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς

593ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

Δηιάνειρα

594ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω

595θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.

596μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ

597κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.

Λίχας

598τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,

599ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

Δηιάνειρα

600ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,

601ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,

602ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,

603δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.

604διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν

605κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,

606μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου

607μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,

608πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς

609δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.

610οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους

611ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,

612στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς

613θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.

614καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς

615σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.

616ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,

617τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·

618ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι

619κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.

Λίχας

620ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην

621βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,

622τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,

623λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.

Δηιάνειρα

624στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

625τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.

Λίχας

626ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.

Δηιάνειρα

627ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

628προσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.

Λίχας

629ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

Δηιάνειρα

630τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρ

631μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,

632πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

Choral 7

Strophe 1

Χορός

633ὦ ναύλοχα καὶ πετραῖα

634θερμὰ λουτρὰ καὶ πάγους

635Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν

636χρυσαλακάτου τʼ ἀκτὰν κόρας,

637ἔνθʼ Ἑλλάνων ἀγοραὶ

638Πυλάτιδες κλέονται·

Antistrophe 1

Χορός

640ὁ καλλιβόας τάχʼ ὑμῖν

641αὐλὸς οὐκ ἀναρσίαν

642ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.

643ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος

645σοῦται πάσας ἀρετᾶς

646λάφυρʼ ἔχων ἐπʼ οἴκους·

Strophe 2

Χορός

647ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,

648δυοκαιδεκάμηνον ἀμμένουσαι

649χρόνον, πελάγιον, ἴδριες οὐδέν·

650ἁ δέ οἱ φίλα δάμαρ

651τάλαιναν δυστάλαινα καρδίαν

652πάγκλαυτος αἰὲν ὤλλυτο·

653νῦν δʼ Ἄρης οἰστρηθεὶς

654ἐξέλυσʼ ἐπίπονον ἁμέραν.

Antistrophe 2

Χορός

655ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη

656πολύκωπον ὄχημα ναὸς αὐτῷ,

657πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,

658νασιῶτιν ἑστίαν

659ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·

660ὅθεν μόλοι πανίμερος,

661τᾶς πειθοῦς παγχρίστῳ

662συγκραθεὶς ἐπὶ προφάσει φάρους.

Episode 8

Δηιάνειρα

663γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

664πεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.

Χορός

665τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;

Δηιάνειρα

666οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχα

667κακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.

Χορός

668οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

Δηιάνειρα

669μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίαν

670ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.

Χορός

671δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.

Δηιάνειρα

672τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

673γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.

674ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως

675ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,

676τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς

677τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,

678καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν,

679ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.

680ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν

681πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο

682παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην

683χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.

684καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·

685τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ

686θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,

687ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.

688κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,

689ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ

690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,

691κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου

692κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.

693εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν

694ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.

695τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως

696τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,

697ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,

698ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,

699μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος

700ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.

701τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν

702προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,

703γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ

704χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.

Δηιάνειρα

705ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·

706ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.

707πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ

708ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;

709οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι

710χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,

711ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.

712μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι

713γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·

714τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸν

715Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,

716φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδε

717σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας

718πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.

719καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,

720ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·

721ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,

722ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

Χορός

723ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,

724τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

Δηιάνειρα

725οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν

726οὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.

Χορός

727ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας

728ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

Δηιάνειρα

729τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

730κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.

Χορός

731σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

732εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ

733πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

Ὕλλος

734ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,

735ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην

736ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας

737τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.

Δηιάνειρα

738τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;

Ὕλλος

739τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω

740πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.

Δηιάνειρα

741οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;

Ὕλλος

742ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ

743φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;

Δηιάνειρα

744πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼν

745ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;

Ὕλλος

746αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

747πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

Δηιάνειρα

748ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

Ὕλλος

749εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

750ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,

751νίκης ἄγων τροπαῖα κἀκροθίνια,

752ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον

753Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ

754βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·

755οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.

756μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς

757κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,

758τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·

759ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,

760ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων

761λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ

762ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.

763καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,

764κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·

765ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο

766φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,

767ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται

768πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,

769χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων

770ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας

771ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.

772ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμονα

773Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,

774ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·

775ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης

776δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.

777κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος

778σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,

779μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,

780ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·

781κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου

782κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.

Ὕλλος

783ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,

784τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·

785κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.

786ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,

787βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,

788Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.

789ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ

790ῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,

791τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος

792σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον

793οἷον κατακτήσαιτο λυμαντὴν βίου,

794τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον

795ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ

796δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·

797ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,

798μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·

799ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς

800ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·

801εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς

802πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.

803τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει

804θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις

805βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα

806ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.

807τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ

808καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη

809τίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·

810θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,

811πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ

812κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

Χορός

813τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα

814ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

Ὕλλος

815ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν

816αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.

817ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν

818μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;

819ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν

820τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.

Choral 9

Strophe 1

Χορός

821ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ

822τοὔπος τὸ θεοπρόπον ἡμῖν

823τᾶς παλαιφάτου προνοίας,

824ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι

825δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων

826τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς

827ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων

830ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;

Antistrophe 1

Χορός

831εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ

832χρίει δολοποιὸς ἀνάγκα

833πλευρά, προστακέντος ἰοῦ,

834ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,

835πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,

836δεινοτάτῳ μὲν ὕδρας προστετακὼς

837φάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει

840Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.

Strophe 2

Χορός

841ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα

842δόμοισι βλάβαν νέων

843ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ

844δʼ ἀπʼ ἀλλόθρου

845γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς

846ἦ που ὀλοὰ στένει,

847ἦ που ἀδινῶν χλωρὰν

848τέγγει δακρύων ἄχναν.

850ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν

851καὶ μεγάλαν ἄταν.

Antistrophe 2

Χορός

852ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,

853οἷον ἀναρσίων

854οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.

855ἰὼ κελαινὰ λόγχα προμάχου δορός,

856ἃ τότε θοὰν νύμφαν

857ἄγαγες ἀπʼ αἰπεινᾶς

858τάνδʼ Οἰχαλίας αἰχμᾷ·

860ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ

861τῶνδʼ ἐφάνη πράκτωρ.

Episode 10

Ἡμιχόριον 1

863πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

864οἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;

Ἡμιχόριον 2

865ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

866κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

Ἡμιχόριον

867ξύνες δὲ

868τήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένη

870χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.

Τροφός

871ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶν

872ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

Χορός

873τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;

Τροφός

874βέβηκε Δῃάνειρα τὴν πανυστάτην

875ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.

Χορός

876οὐ δή ποθʼ ὡς θανοῦσα;

Τροφός

876aπάντʼ ἀκήκοας.

Χορός

877τέθνηκεν ἡ τάλαινα;

Τροφός

877aδεύτερον κλύεις.

Χορός

878τάλαινʼ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;

Τροφός

879σχετλιώτατά γε πρὸς πρᾶξιν.

Lyric 1

Χορός

880εἰπὲ τῷ μόρῳ,

881γύναι, ξυντρέχει.

Τροφός

882αὑτὴν διηΐστωσε.

Χορός

883τίς θυμὸς ἢ τίνες νόσοι

884τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο

885πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;

Τροφός

886στονόεντος ἐν τομᾷ σιδάρου.

Χορός

887ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;

Τροφός

888ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

Χορός

890τίς ἦν; πῶς; φέρʼ εἰπέ.

Τροφός

891αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

Χορός

892τί φωνεῖς;

Τροφός

892aσαφηνῆ.

Χορός

893ἔτεκεν ἔτεκε δὴ μεγάλαν

894ἁ νέορτος ἅδε νύμφα

895δόμοισι τοῖσδʼ ἐρινύν.

Dialogue 2

Τροφός

896ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία

897ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.

Χορός

898καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

Τροφός

899δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.

900ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη

901καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια

902στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,

903κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,

904βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι

905γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου

906ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·

907ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,

908εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,

909ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,

910αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη

911καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.

912ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ

913τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.

914κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη

915φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις

916τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.

917ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω

918καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,

919καὶ δακρύων ῥήξασα θερμὰ νάματα

920ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,

921τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε

922δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.

923τοσαῦτα φωνήσασα συντόνῳ χερὶ

924λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος

925προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν

926πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.

927κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,

928τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.

929κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,

930ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ

931πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.

932ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας

933τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,

934ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα

935ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.

936κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων

937ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,

938οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν

939πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,

940ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,

941κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,

942πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.

943τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο

944ἢ καί τι πλείους ἡμέρας λογίζεται,

945μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,

946πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

Choral 11

Strophe 1

Χορός

947πότερα πρότερον ἐπιστένω,

948πότερα μέλεα περαιτέρω,

949δύσκριτʼ ἔμοιγε δυστάνῳ.

Antistrophe 1

Χορός

950τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,

951τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·

952κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.

Strophe 2

Χορός

953εἴθʼ ἀνεμόεσσά τις

955γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,

956ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως

957τὸν Δῖον ἄλκιμον γόνον

960μὴ ταρβαλέα θάνοιμι

961μοῦνον εἰσιδοῦσʼ ἄφαρ·

962ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις

963χωρεῖν πρὸ δόμων λέγουσιν

964ἄσπετόν τι θαῦμα.

Antistrophe 2

Χορός

965ἀγχοῦ…

966

The complete text is available when the reading interface loads.