The Greek Library Author

Sophocles

Αἴας μαστιγοφόρος

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Christian Lobeck
Edition reference
Sophoclis Aiax · Berlin · Weidmann · 1866
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg003.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΑΘΗΝΑ

1Ἀεὶ μὲν, ὦ παῖ Λαρτίου, δἐδορκά σε

2πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον.

3καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ

4Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,

5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον

6ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς

7εἴτ’ ἔνδον, εἴτ’ οὐκ ἔνδον· εὑ δέ σ’ ἐκφέρει

8κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.

9ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει κάρα

10στάζων ἱδρῶτι καὶ χέρας ζιφοκτόνους,

11καί σ’ οὐδὲν εἴσω τἧςδε παπταίνειν πύλης

12ἔτ’ ἔργον ἐστὶν, ἐννέπειν δ’ ὅτου χάριν

13σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθης.

ΟΔΥΣΣΕΥΣ

14ὦ φθέγμ’ Ἀθανᾶς, φιλτάτης ἐμοὶ θεῶν,

15ὡς εὔμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως

16φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενὶ,

17χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.

18καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυςμενῖ

19βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ.

20κεῖνον γὰρ, οὐδἐν’ ἄλλον, ἰχνεύω πάλαι.

21νυκτὸς γὰρ ἡμᾶς τἧςδε πρᾶγος ἄσκοπον

22ἔχει περάνας, εἴπερ εἴργασται τάδε.

23ἴσμεν γὰρ οὐδὲν τρανὲς ἀλλ’ ἀλώμεθα.

24κἀγὼ ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ.

25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν

26λείας ἁπάσας καὶ κατηναρισμένας·

27ἐκ χειρὸς, αὐτοῖς ποιμνίων ἐπιστάταις.

28τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέuει.

29καὶ μοί τις ὀπτὴρ αὐτὸν εὶςιδὼν μόνον

30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει,

31φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ

32κατ’ ἴχνος ᾄσσω· καὶ τὰ μὲν σημαίνομαι,

33τὰ ὸ’ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου·

34καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ, τά τ’ οὖν πάρος,

35τά τ’ εὶσἐπειτα, σῇ κυβερνῶμαι χερί.

ΑΘΗΝΑ

36ἐγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην

37τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

ΟΔΥΣΣΕΥΣ

38ἦ καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;

ΑΘΗΝΑ

39Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

ΟΔΥΣΣΕΥΣ

40Καὶ πρὸς τί δυςλόγιστον ὧδ’ ᾖξεν χέρα;

ΑΘΗΝΑ

41Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.

ΟΔΥΣΣΕΥΣ

42Τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν;

ΑΘΗΝΑ

43Δοκῶν ὲν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

ΟΔΥΣΣΕΥΣ

44ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν;

ΑΘΗΝΑ

45Κὰν ὲξἐπραξεν, εἰ κατημέλησ’ ἐγώ.

ΟΔΥΣΣΕΥΣ

46Ποίαισι τόλμαις ταῖςδε καὶ φρενῶν θράσει;

ΑΘΗΝΑ

47Νύκτωρ ὲφ’ ὑμάς δόλιος ὁρμᾶται μόνος.

ΟΔΥΣΣΕΥΣ

48Ἡ καὶ παρέστη κἀπὶ τἐρμ’ ἀφίκετο;

ΑΘΗΝΑ

49Καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

ΟΔΥΣΣΕΥΣ

50Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;

ΑΘΗΝΑ

51Ἐγώ σφ’ ἀπείργω δυςφόρους ἐπ’ ὄμμασι

52γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς,

53καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε

54λείας, ἄδαστα βουκόλων φρουρήματα·

55ἔνθ’ εkπεσὼν ἔκειρε πολύκερων φόνον,

56κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε

57δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,

58ὅτ’ ἄλλοτ’ ἄλλον, ἐμπίτνων, στρατηλατῶν.

59ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις

60ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.

61κἀπειτ , ἐπειδὴ τοῦδ’ ἐλώφησεν πόνου,

62τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν

63ποίμνας τε πάσας εἰς δόμους κομίζεται,

64ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.

65καὶ νῦν κατ’ οἴκους ζυνδέτους αἰκίζεται.

66δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,

67ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.

68θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου

69τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους

70αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν.

71οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας

72δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ.

73Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος,

ΟΔΥΣΣΕΥΣ

74Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ ἔξω κάλει.

ΑΘΗΝΑ

75Οὐ σῖγ’ ἀνέξει, μηδὲ δειλίαν ἀρεῖς;

ΟΔΥΣΣΕΥΣ

76μὴ πρὸς θεῶν· ἀλλ’ ἔνδον ἀρκείτω μένων.

ΑΘΗΝΑ

77Τί μὴ γένηται; πρόςθεν οὐκ ἀνὴρ ὅδ’ ἦν;

ΟΔΥΣΣΕΥΣ

78ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

ΑΘΗΝΑ

79Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾷν;

ΟΔΥΣΣΕΥΣ

80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ὲν δόμοις μένειν.

ΑΘΗΝΑ

81Μεμῃνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;

ΟΔΥΣΣΕΥΣ

82Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

ΑΘΗΝΑ

83Ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας.

ΟΔΥΣΣΕΥΣ

84Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;

ΑΘΗΝΑ

85ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

ΟΔΥΣΣΕΥΣ

86Γένοιτο μέντ’ ἂν πᾶν, θεοῦ τεχνωμένου.

ΑΘΗΝΑ

87Σίγα νυν ἑστὼς καὶ μέν’ ὡς κυρεῖς ἔχων.

ΟΔΥΣΣΕΥΣ

88Μένοιμ’ ἄν· ἤθελον δ’ ἂν ἐκτὸς ὢν τυχεῖν.

ΑΘΗΝΑ

89ὦ οὗτος, Αἴας, δεύτερόν σε προςκαλῶ.

90τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου;

ΑΙΑΣ

91ὦ χαῖρ’, Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,

92ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ

93στέψω λαφύροις τἡςδε τῆς ἄγρας χάριν.

94ΑΗΝΛ. Καλῶς ἔλεξας· ἀλλ’ ἐκεῖνό μοι φράσον,

95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;

ΑΙΑΣ

96Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

ΑΘΗΝΑ

97ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;

ΑΙΑΣ

98ὥστ’ οὔποτ’ Αἴαντ’ οἵδ’ ἀτιμάσουσ’ ἔτι.

ΑΘΗΝΑ

99τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ζυνὴκ’ ἐγώ;

ΑΙΑΣ

100Θανόντες ἤδη τἄμ’ ἀφαιρείσθων ὅπλα.

ΑΘΗΝΑ

101εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;

102ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;

ΑΙΑΣ

103ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’, ὅπου;

ΑΘΗΝΑ

104Ἔγωγ’· Ὀδυσσέα, τὸν σὸν ἐνστάτην, λέγω.

ΑΙΑΣ

105ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω

106θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

ΑΘΗΝΑ

107Πρὶν ἂν τί δρόσης ἢ τί κερδάνῃς πλέον;

ΑΙΑΣ

108Πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκείου στέγης —

ΑΘΗΝΑ

109Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;

ΑΙΑΣ

110Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

ΑΘΗΝΑ

111Mὴ δῆτα τὸν δύστηνον ὧδέ γ’ αἰκίσῃ.

ΑΙΑΣ

112Χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ σ’ ἐφίεμαι,

113κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

ΑΘΗΝΑ

114Σὺ δ’ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾷν,

115χρῶ χειρί· φείδου μηδὲν ὧνπερ ὲννοεῖς.

ΑΙΑΣ

116Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ’ ἐφίεμαι,

117τοιάνδ’ ἀεί μοι ξύμμαχον παρεστάναι.

ΑΘΗΝΑ

118Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν, ὅση;

119τούτου τις ἄν σοι τἀνδρὸς ἢ προνούστερος,

120ἢ δρᾷν ἀμείνων εὑρέθη τὰ καίρια;

ΟΔΥΣΣΕΥΣ

121ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτείρω δέ νιν

122δύστηνον ἔμπας, καίπερ ὄντα δυςμενὴ,

123ὁθούνεκ’ ἄτῃ ξυγκατέζευκται κακῇ,

124οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.

125ὁρῶ γὰρ ἡμάς οὐδὲν ὄντας ἄλλο πλὴν

126εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.

ΑΘΗΝΑ

127Τοιαῦτα τοίνυν εἰσορῶν, ὑπέρκοπον

128μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,

129μηδ’ ὄγκον ἄρῃς μηδέν’, εἴ τινος πλέον

130ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.

131ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν

132ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας

133θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

ΠΑΡΟΛΟΣ ΧΟΡΟΥ

134Τελαμώνιε πaῖ, τῆς ἀμφιρύτου

135Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,

136σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·

137σὲ δ’ ὅταν πληγὴ Δῖός ἢ ζαμενὴς

138λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,

139μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι

140πτηνῆς ὡς ὄμμα πελείας.

141Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς

142ιιεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς

143ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ

144λειμῶν’ ὲπιβάντ’ ὀλέσαι Δαναῶν

145βοτὰ καὶ λείαν,

146ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπὴ,

147κτείνοντ’ αἴθωνι σιδήρῳ.

148Τοιούςδε λόγους ψιθύρους πράσσων

149εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς,

150καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν

151εὔπειστα λέγει· καὶ πᾶς ὁ κλύων

152τοῦ λἐξαντος χαίρει μᾶλλον,

153τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

154Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

155οὐκ ἂν ἁμάρτοι· κατὰ δ’ ἄν τις ἐμοῦ

156τοιαῦτα λέγων οὐκ ἂν πείθοι·

157πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει.

158καίτοι σμικροὶ μεγάλων χωρὶς

159σφαλερὸν πύργου ῥῦμα πέλονται·

160μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἂν,

161καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων.

162ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους

163τούτων γνώμας προδιδάσκειν.

164ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ,

165χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’

166ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ.

167ἀλλ’, ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδρav,

168παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι,

169μέγαν αἰγυπιὸν δ’ ὑποδείσαντες

170τάχ’ ἂν, ἐξαίφνης εἰ σὺ φανείης,

171σιγῇ πτήξειαν ἄφωνοι.

172ᾖ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις,

173ὦ μεγάλα φάτις, ὦ

174μᾶτερ αἰσχύνας ἐμᾶς,

175ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

176ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,

177ἤ ῥα κλυτῶν ἐνάρων

178ψευσθεῖσ’, ἀδώροις εἴτ’ ὲλαφηβολἐαις.

179ἢ χαλκοθώραξ ἥντιν’ Ἐννυάλιος

180μομφὰν ἔχων

181ξυνοῦ δορὸς, ἐννυχίοις μαχαναῖς

182ἐτίσατο λώβαν.

183Οὐ, τοτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριστερὰ,

184παῖ Τελαμῶνος, ἔβας

185τόσσον ὲν ποίμναις πίτνων·

186ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ’ ἀπερύκοι

187καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν ·

188εἰ δ’ ὑποβαλλόμενοι

189κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς

190ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

191μὴ, μή μ’, ἄναξ,

192ἔθ’ ὦδ’ ἐφάλοις κλισίαις ὄμμ’ ἔχων

193κακὰν φάτιν ἄρῃ.

194Ἀλλ’ ἄνα ἐς ἐδράνων, ὅπου μακραίωνι

195στηρίζει ποτὲ τᾷδ’ ἀγωνίῳ σχολᾷ

196ἄταν οὐρανίαν φλέγων

197ἐχθρῶν δ’ ὕβρις ὧδ’ ἀτάρβηθ’

198ὁρμᾶται ὲν εὐανέμοις βάσσαις,

199πάντων καγχαζόντων

200γλώσσαις βαρυάλγητα·

201ἐμοὶ δ’ ἄχος ἕστακεν.

ΤΕΚΜΗΣΣΑ

202Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

203γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν,

204ἔχομεν στοναχὰς οἱ κηδόμενοι

205τοῦ Τελαμῶνος τηλόθεν οἴκου.

206νῦν γὰρ ὁ δεινὸς, μέγας, ὠμοκρατὴς

207Αἴας θολερός

208κεῖται χειμῶνι νοσήσας.

ΧΟΡΟΣ

209τί δ’ ἐνήλλακται τῆς ἀμερίας

210νὺξ ἥδε βάρος;

211παῖ τοῦ Φρυγίου Τελεύταντος,

212λέγ’, ἐπεὶ σὲ, λέχος δουριάλωτον,

213στέρξας ἀνέχει θούριος Αἴας,

214ὥστ’ οὐκ ἂν ἄιδρις ὑπείποις.

ΤΕΚΜΗΣΣΑ

215Πῶς δῆτα λέγω λόγον ἄῤῥητον;

216θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.

217μανίᾳ γὰρ ἁλοὺς ἧμιν ὁ κλεινὸς

218νύκτερος Αἴας ἀπελωβήθη.

219τοιαῦτ’ ἂν ἴδοις σκηνῆς ἔνδον

220χειροδάικτα σφάγι’ αίμοβαφῆ,

221κείνου χρηστήρια τἀνδρός.

ΧΟΡΟΣ

222Οἵαν ἐδήλωσας ἀνδρὸς

223αἴθοπος ἀγγελίαν,

224ἄτλατον οὐδὲ φευκτὰν,

225τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,

226τὰν ὁ μέγας μῦθος ἀέξει.

227Οἴ μοι, φοβοῦμαι τὸ προςἐρπον· περίφαντος ἀνὴρ

228θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

229κελαινοῖς ξίφεσιν βοτὰ καὶ

230βοτῆρας ἱππονώμους.

ΤΕΚΜΗΣΣΑ

231ὦ μοι, κεῖθεν, κεῖθεν ἄρ’ ἡμῖν

232δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·

233ὧν τὴν μὲν ἔσω σφάζ’ ἐπὶ γαίας,

234τὰ δέ πλευροκοπῶν διχ’ ἀνερρήγνυ.

235δύο δ’ ἀργίποδας κριοὺς ἀνελὼν

236τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν

237ῥιπτεῖ θερίσας, τὸν δ’ ὀρθὸν ἄνω

238κίονι δήσας

239μέγαν ίπποδέτην ῥυτῆρα λαβὼν

240παίει λιγυρᾷ μάστιγι διπλῆ,

241κακὰ δεννάζων ῥήμαθ’, ἃ δαίμων

242κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

ΧΟΡΟΣ

243Ὥρα τιν’ ἤδη κάρα κα-

244λύμμασι κρυψάμενον

245ποδοῖν κλοπὰν ἀρέσθαι,

246ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

247ποντοπόρῳ ναὶ μεθεῖναι.

248τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι

249καθ’ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη

250ξυναλγεῖν μετά τοῦδε τυπεὶς,

251τὸν αἶσ’ ἄπλατος ἴσχει.

ΤΕΚΜΗΣΣΑ

252Οὐκ ἔτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

253ᾄξας ὀξὺς νότος ὣς, λήγει.

254καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

255τὸ γὰρ ὲςλεύσσειν οἰκεῖα πάθη,

256μηδενὸς ἄλλου παραπράξαντος

257μεγάλας ὀδύνας ὑποτείνει.

ΧΟΡΟΣ

258Ἀλλ’ εἰ πέπαυται, κάρτ’ ἂν εὐτυχεῖν

259δοκῶ. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

ΤΕΚΜΗΣΣΑ

260Πότερα δ’ ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,

261φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,

262ἢ κοινὸς ὲν κοινοῖσι λυπεῖσθαι ξυνών;

ΧΟΡΟΣ

263Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

ΤΕΚΜΗΣΣΑ

264Ἡμεῖς ἄρ’ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

ΧΟΡΟΣ

265Πῶς τοῦτ’ ἔλεξας; οὐ κάτοιδ’ ὅπως λέγεις.

ΤΕΚΜΗΣΣΑ

266Ἀνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ὲν τῇ νόσῳ,

267αὐτὸς μὲν ἥδεθ’ οἷσιν εἰιχετ’ ὲν κακοῖς,

268ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·

269νῦν δ’, ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,

270κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,

271ἡμάς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

272ἆρ’ ἔστι ταῦτα δὶς τόσ’ ἐξ ἁπλῶν κακά;

ΧΟΡΟΣ

273Ξύμφημι δή σοι καὶ δέδοικα μὴ ’κ θεοῦ

274πληγή τις ἥκῃ· πῶς γὰρ, εἰ πεπαυμένος

275μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

ΤΕΚΜΗΣΣΑ

276Ὡς ὧδ’ ἐχόντων τῶνδ’ ἐπίστασθαί σε χρή,

ΧΟΡΟΣ

277Τις γάρ ποτ’ ἀρχὴ τοῦ κακοῦ προςέπτατο ;

278δήλωσον ἡμῖν, τοῖς ξυναλγοῦσιν τύχας.

ΤΕΚΜΗΣΣΑ

279Ἅπαν μαθήσει τοὖργον, ὡς κοινωνὸς ὤν.

280κεῖνος γὰρ ἄκρας νυκτὸς, ἡνίχ’ ἕσπεροι

281λαμπτῆρες οὐκἐτ’ ᾖθον, ἄμφηκες λαβὼν

282ὲμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.

283κἀγὼ ’πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,

284Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων

285κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων

286σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. —

287ὁ δ’ εἶπε πρός με βαί’, ἀεὶ δ’ ὑμνούμενα,

288γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.

289κἀγὼ μαθοῦσ’ ἔληξ’, ὁ δ’ ἐσσύθη μόνος.

290καὶ τὰς ὲκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας.

291ἔσω δ’ ὲςῆλθε συνδέτους ἄγων ὁμοῦ

292ταύρους, κύνας βοτῆρας, εὔκερών τ’ ἄγραν.

293καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων

294ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

295ᾐκίζεθ’, ὥστε φῶτας, ὲν ποίμναις πίτνων.

296τέλος δ’ ὑπάξας διὰ θυρῶν, σκιᾷ τινὶ

297λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,

298τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,

299ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτίσαιτ’ ἰών·

300κἄπειτ’ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,

301ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,

302καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

303παίσας κάρα ’θώὐζεν· ὲν δ’ ἐρειπίοις

304νεκρῶν ὲρειφθεὶς ἕζετ’ ἀρνείου φόνου,

305κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

306καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

307ἔπειτ’ ἐμοὶ τὰ δείν’ ἐπηπείλησ’ ἔπη,

308εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

309κἀνήρετ’, ὲν τῷ πράγματος κυρεῖ ποτἐ.

310κἀγὼ, φίλοι, δείσασα τοὐ ἑιργασμένον

311ἔλεξα πᾶν, ὅσονπερ ἐξηπιστάμην,

312ὁ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγρὰς,

313ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰςήκουσ’ ἐγώ.

314πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

315τοιούςδ’ ἀεί ποτ’ ἀνδρὸς ὲξηγεῖτ’ ἔχειν.

316ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων

317ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.

318νῦν δ’ ὲν τοιᾷδε κείμενος κακῇ τύχῃ

319ἄσιτος ἀνὴρ, ἄποτος, ὲν μέσοις βοτοῖς

320σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.

321καὶ δῆλός έστιν ὥς τι δρασείων κακόν.

322τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

323Ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,

324ἀρήξατ’ εξελθόντες, εἰ δύνασθέ τι.

325φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

ΧΟΡΟΣ

326Τέκμησσα, δεινὰ, παῖ Τελεύταντος, λέγεις

327ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

ΑΙΑΣ

328Ἰώ μοί μοι.

ΤΕΚΜΗΣΣΑ

329Τάχ’, ὡς ἔοικε μᾶλλον. ἢ οὐκ ἠκούσατε

330Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;

ΑΙΑΣ

331Ἰώ μοί μοι.

ΧΟΡΟΣ

332ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι

333νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

ΑΙΑΣ

334Ἰὼ παῖ, παῖ.

ΤΕΚΜΗΣΣΑ

335Ὤ μοι τάλαιν’, Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

336τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ.

ΑΙΑΣ

337Τεῦκρον καλῶ, ποῦ Τεῦκρος; ἦ τὸν εἰςαεὶ

338λεηλατήσει χρόνον; ἐγὼ δ’ ἀπόλλυμαι.

ΧΟΡΟΣ

339ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε.

340τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι.

ΤΕΚΜΗΣΣΑ

341Ἴδου, διοίγω· προςβλἐπειν δ’ ἔξεστί σοι

342τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

ΑΙΑΣ

343Ἰὼ

344φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων

345μόνοι τ’ ἐμμένοντες ὀρθῷ νόμῳ,

346ἴδεσθέ μ’ οἶον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης

347ἀμφίδρομον κυκλεῖται.

ΧΟΡΟΣ

348οἴ μ’, ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

349δηλοῖ δὲ τοὖργον, ὡς ἀφροντίστως ἔχει.

ΑΙΑΣ

350ἰὼ

351γένος ναίας ἀρωγὸν τέχνας,

352ἅλιον ὅς ἐπέβας ἐλίσσων πλάταν,

353σέ τοι, σέ τοι μόνον δέδορκα ποιμένων ὲπαρκέσοντ’.

354ἀλλά με συνδάϊξον.

ΧΟΡΟΣ

355εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

356ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

ΑΙΑΣ

357ὁρᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,

358τὸν ὲν δαΐοις ἄτρεστον μάχαις,

359ὲν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;

360οἴ μοι γέλωτος, οἶον ὑβρίσθην ἄρα.

ΤΕΚΜΗΣΣΑ

361μὴ δέσποτ’ Αἴας, λίσσομαί σ’, αὔδα τάδε.

ΑΙΑΣ

362Οὐκ ἐκτός; οὐκ ἄψορρον ὲκνεμεῖ πόδα;

363αἰαῖ, αἰαῖ.

ΧΟΡΟΣ

364ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.

ΑΙΑΣ

365ὦ, δύςμορος, ὅς χερὶ μὲν

366μεθῆκα τοὺς ἀλάστορας,

367ὲν δ’ ἑλίκεσσι βουσὶ καὶ

368κλυτοῖς πεσὼν αἰπολίοις,

369ἐρεμνὸν αἷμ’ ἔδευσα.

ΧΟΡΟΣ

370Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις·

371οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν.

ΑΙΑΣ

372Ἰὼ πάνθ’ ὁρῶν, ἀπάντων ἀεὶ

373κακῶν ὄργανον, τέκνον Λἀρτίου,

374κακοπινέστατόν τ’ ἄλημα στρατοῦ,

375ἦ που πολὺν γέλωθ’ ὑφ’ ἡδονἠς ἄγεις.

ΧΟΡΟΣ

376Ξὺν τώ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

ΑΙΑΣ

377Ἴδοιμι δή νιν, καίπερ ὧδ’ ἀτώμενος.

378ἴω μοί μοι.

ΧΟΡΟΣ

379Μηδὲν μέγ’ εἴπῃς· οὐχ ὁρᾷς, ἵν’ εἶ κακοῦ;

ΑΙΑΣ

380ὦ Ζεῦ, προγόνων προπάτωρ,

381πῶς ἂν τὸν αἱμυλώτατον,

382ἐχθρὸν ἄλημα, τούς τε δισ-

383σάρχας ὀλέσσας βασιλῆς,

384τέλος θάνοιμι καὐτός!

ΤΕΚΜΗΣΣΑ

385ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κἀμοὶ θανεῖν

386εὔχου· τί γὰρ δεῖ ζῆν με, σοῦ τεθνηκότος;

ΑΙΑΣ

387Ἰὼ σκότος, ἐμὸν φάος,

388ἔρεβος ὦ φαεννότατον ὡς ἐμοί·

389ἕλεσθ’, ἕλεσθέ μ’ οἰκήτορα,

390ἕλεσθέ μ’, οὔτε γὰρ θεῶν

391γένος, οὔθ’ ἁμερίων

392ἔτ’ ἄξιος βλέπειν τίν’

393εἰς ὄνασιν ἀνθοώπων.

394ἀλλά μ’ ἁ Δῖός

395ἀλκίμα θεὸς

396ὀλέθριον αἰκίζει.

397ποὶ τις οὖν φύγῃ;

398ποῖ μολὼν μενῶ;

399εἰ τὰ μὲν φθίνει, φίλοι,

400τοῖςδ’ ὁμοῦ πέλας,

401μωραῖς δ’ ἄγραις προςκειμεθα,

402πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

403χειρὶ φονεύοι.

ΤΕΚΜΗΣΣΑ

404ὦ δυστάλαινα, τοιάδ’ ἄνδρα χρήσιμον

405φωνεῖν, ὁ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ ἄν.

ΑΙΑΣ

406ἰὼ πόροι ἁλίρροθοι,

407πάραλά τ’ ἄντρα καὶ νέμος ἐπάκτιον,

408πολύν, πολύν με δαρόν τε δὴ

409κατείχετ’ ἀμφὶ Τροίαν

410χρόνον· ἀλλ’ οὐκ ἔτι μ’, οὐκ

411ἔτ’ ἀμπνοὰς ἔχοντα·

412τοῦτό τις φρονῶν ἴστω.

413ὦ Σκαμάνδριοι

414γείτονες ῥοαὶ

415εὔφρονες Ἀργείοις,

416οὐκ ἔτ’ ἄνδρα μὴ

417τόνδ’ ἴδητ’, ἔπος

418ὲξερέω μἐγ’, οἷον οὔ

419τινα Τροία στρατοῦ

420δέρχθη, χθονὸς μολόντ’ ἀπὸ

421Ἑλλανίδος· τανῦν δ’ ἄτιμος

422ὧδε πρόκειμαι.

ΧΟΡΟΣ

423Οὔτοι σ’ ἀπείργειν, οὔθ’ ὅπως ἐῶ λέγειν

424ἔχω κακοῖς τοιοῖςδε συμπεπτωκότα.

ΑΙΑΣ

425Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον

426τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;

427νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ,

428καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω ·

429ὅτου πατὴρ μὲν τἧςδ’ ἀπ’ Ἰδαίας χθονὸς,

430τὰ πρῶτα καλλιστεῖ’ ἀριστεύσας στρατοῦ,

431πρὸς οἶκον ἦλθε πάσαν εὔκλειαν φέρων.

432ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον

433Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,

434οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,

435ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.

436καίτοι τοσοῦτόν γ’ ὲζεπίστασθαι δοκῶ,

437εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

438κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,

439οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.

440νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας

441ἔπραξαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη.

442κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι

443γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

444δίκην κατ’ ἄλλου φωτὸς ὧδ’ ἐψήφισαν.

445νῦν δ’ ἡ Δῖός γοργῶπις ἀδάματος θεὰ

446ἤδη μ’ ἐπ’ αὐτοῖς χεῖρ’ ἐπεντύνοντ’ ἐμὴν

447ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,

448ὥστ’ ὲν τοιοῖςδε χεῖρας αἱμάξαι βοτοῖς·

449κεῖνοι δ’ ἐπεγγελῶσιν ἐκπεφευγότες,

450ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

451βλάπτοι, φύγοι γ ἂν χὠ κακὸς τὸν κρείσσονα.

452καὶ νῦν τί χρὴ δρᾷν; ὅστις ἐμφανῶς θεοῖς

453ἐχθαίρομαι, μισεῖ δέ μ’ Ἑλλήνων στρατός·

454ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.

455πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας,

456μόνους τ’ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;

457καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς

458Τελαμῶνι; πῶς με τλήσεταί ποτ’ εἰςιδεῖν

459γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

460ὦν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;

461οὐκ ἔστι τοὖργον τλητόν· ἀλλὰ δῆτ’ ἰὼν

462πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις

463καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω;

464ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἂν εὐφράναιμί που.

465οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα

466τοιάδ’, ἀφ’ ἧς γέροντι δηλώσω πατρὶ,

467μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

468αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,

469κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.

470τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει

471προςθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

472οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν,

473ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.

474ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι

475τὸν εὐγενῆ χρή· πάντ’ ἀκήκοας λόγον.

ΧΟΡΟΣ

476Οὐδεὶς ἐρεῖ ποθ’, ὡς ὑπόβλητον λόγον,

477Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.

478παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις

479γνώμης κρατῆσαι, τάςδε φροντἐδας μεθείς.

ΤΕΚΜΗΣΣΑ

480ὦ δἐσποτ’ Αἴας, τῆς ἀναγκαίας τύχης

481οὐκ ἔστιν οὐδὲν μεῖζον ἀθρώποις κακ(ν.

482ἐγὼ δ’ ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,

483εἴπερ τινὸς, σθένοντος ὲν πλούτῳ, Φρύγων·

484νῦν δ’ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ’ ἔδοξέ που,

485καὶ σῇ μάλιστα χειρί· τοιγαροῦν, ἐπεὶ

486τὸ σὸν λέχος ξυνῆλθον, εὗ φρονῶ τὰ σὰ,

487καί σ’ ἀντιάζω πρός τ’ ὲᾳεστἐου Δῖός

488εὐνῆς τε τῆς σῆς, ἧς συνηλλάχθης ἐμοὶ,

489μή μ’ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν

490τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἀφεὶς τινί.

491ἢν γὰρ θάνῃς σὺ καἰ τελευτήσας ἀφῇς,

492ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ’ ἡμέρᾳ

493βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο

494ζῆν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

495καί τις πικρὸν πρόςφθεγμα δεσποτῶν ἐρεῖ,

496λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν

497Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,

498οἷας λατρείας ἀνθ’ ὅσου ζήλου τρἐφει!

499τοιαῦτ’ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ

500σοὶ δ’ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.

501ἀλλ’ αἴδεσαι μὲν πατέρα τὸν σὸν ὲν λυγρῷ

502γήρᾳ προλείπων· αἴδεσαι δὲ μητέρα

503πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις

504θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν.

505οἴκτειρε δ’, ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας

506τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος

507ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν

508κείνῳ τε κάμοι τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.

509ἐμοὶ γάρ οὐκ ἔτ’ ἐστὶν εἰς ὅ τι βλέπω,

510πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ’ ᾔστωσας δορὶ,

511καὶ μητέρ’ ἄλλη μοῖρα τὸν φύσαντά τε

512καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.

513τίς δἧτ’ ἐμοὶ γένοιτ’ ἂν ἀντὶ σοῦ πατρίς;

514τίς πλοῦτος; ὲν σοὶ πᾶσ’ ἔγωγε σώζομαι.

515ὁ20 ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν

516μνήμην προφάναι, τερπνὸν εἰ τί που πάθοι.

517χάρις χάριν γάρ έστιν ἡ τίκτουσ’ ἀεί·

518ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,

519οὐκ ἂν γένοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.

ΧΟΡΟΣ

520Αἴας, ἔχειν σ’ ἂν οἶκτον, ὡς κἀγὼ, φρενὶ,

521θἐλοιμ’ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆςδ’ ἔπη.

ΑΙΑΣ

522Καὶ κάρτ’ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,

523ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

ΤΕΚΜΗΣΣΑ

524Ἀλλ’, ὦ φίλ’ Αἴας, πάντ’ ἔγωγε πείσομαι.

ΑΙΑΣ

525κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.

ΤΕΚΜΗΣΣΑ

526Καὶ μὴν φόβοισί γ’ αὐτὸν ἐξελυσάμην.

ΑΙΑΣ

527ἐν τοῖςδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;

ΤΕΚΜΗΣΣΑ

528μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

ΑΙΑΣ

529Πρέπων γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.

ΤΕΚΜΗΣΣΑ

530Ἀλλ’ οὖν ἐγὼ ’φύλαξα, τοῦτό γ’ ἀρκέσαι.

ΑΙΑΣ

531ἐπῄνεσ’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

ΤΕΚΜΗΣΣΑ

532Τι δἦτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφελοῖμί σε;

ΑΙΑΣ

533Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν.

ΤΕΚΜΗΣΣΑ

534Καὶ μὴν πέλας γε προςπόλοις φυλάσσεται.

ΑΙΑΣ

535Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;

ΤΕΚΜΗΣΣΑ

536ὦ παῖ, πατὴρ καλεῖ σε· δεῦρο προσπόλων

537ἄγ’ αὐτὸν, ὅςπερ χερσὶν εὐθύνων κυρεῖς.

ΑΙΑΣ

538ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγου;

ΤΕΚΜΗΣΣΑ

539Καὶ δὴ κομίζει προςπόλων ὅδ’ ὲγγύθεν.

540Αἶρ’ αὐτὸν, αἶρε δεῦρο · ταρβήσει γὰρ οὒ,

541νεοσφαγῆ που τόνδε προςλεύσσων φόνον,

542εἴπερ δικαίως ἔστ’ ἐμός τὰ πατρόθεν.

543ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτὸν ὲν νόμοις πατρὸς

544δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.

545ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,

546τὰ δ’ ἄλλ’ ὅμοιος· καὶ γένοι’ ἂν οὐ κακὸς.

547καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,

548ὁθούνεκ’ οὐδὲν τῶνδ’ ὲπαισθάνει κακῶν.

549ἐν τῷ φρονεῖν γὰρ μηδὲν, ἥδιστος βίος,

550τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακὸν,

551ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.

552ὅταν δ’ ἵκῃ πρὸς τοῦτο, δεῖ σ’ ὅπως πατρὸς

553δείξεις ἐν ἐχθροῖς, οἷος ἐς οἴου ’τράφης.

554τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν

555ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.

556οὔτοι σ’ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ

557στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ’ ἐμοῦ.

558τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ

559λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν

560τηλωπὸς οἰχνεῖ, δυςμενῶν θήραν ἔχων.

561ἀλλ’ ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,

562ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν,

563κείνῳ τ’ ἐμὴν ἀγγείλατ’ ἐντολὴν, ὅπως

564τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων

565Τελαμῶνι δείξει μητρί τ’, Ἐριβοίᾳ λέγω,

566ὥς σφιν γένηται γηροβοσκὸς εἰςαεὶ,

567ἔς τ’ ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.

568καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς

569θήσουσ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός.

570ἀλλ’ αὐτό μοι σὺ, παῖ, λαβὼν, ἐπώνυμον,

571Εὐρύσακες, ἴσχε, διὰ πολυῤρόφου στρέφων

572πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος.

573τὰ δ’ ἄλλα τεύχη κοίν’ ἐμοὶ τεθάψεται.

574ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου,

575καὶ δῶμα πάκτου, μηδ ’ ἐπισκήνους γόους

576δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.

577πύκαζε θάσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ,

578θροεῖν ὲπῳδὰς πρὸς τομῶντι πήματι.

ΧΟΡΟΣ

579Δέδοικ’ ἀκούων τήνδε τὴν προθυμίαν,

580οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη.

ΤΕΚΜΗΣΣΑ

581ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείεις φρενί;

582ΑΙΑΣ μὴ κρῖνε, μὴ ’ξέταζε, σωφρονεῖν καλόν.

ΤΕΚΜΗΣΣΑ

583Οἴ μ’, ὡς ἀθυμῶ! καί σε πρὸς τοῦ σοῦ τέκνου

584καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.

ΑΙΑΣ

585Ἄγαν γε λυπεῖς· οὐ κάτοισθ’, ἐγὼ θεοῖς

586ὡς οὐδὲν ἀρκεῖν εἴμ’ ὀφειλέτης ἔτι;

ΤΕΚΜΗΣΣΑ

587εὔφημα φώνει.

ΑΙΑΣ

587bτοῖς ἀκούουσιν λέγε.

ΤΕΚΜΗΣΣΑ

588Σὺ δ’ οὐχὶ πείσει;

ΑΙΑΣ

588bπόλλ’ ἄγαν ἤδη θροεῖς.

ΤΕΚΜΗΣΣΑ

589Ταρβῶ γὰρ, ὦναξ.

ΑΙΑΣ

589bοὐ ξυνέρξεθ’ ὡς τάχος;

ΤΕΚΜΗΣΣΑ

590πρὸς θεῶν μαλάσσου.

ΑΙΑΣ

560bμῶρά μοι δοκεῖς φρονεῖν,

591εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.

ΧΟΡΟΣ

592ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που

593ναίεις ἁλίπλαγκτος, εὐδαίμων,

594πᾶσιν περίφαντος ἀεί·

595ἐγὼ δ’ ὁ τλάμων παλαιὸς ἀφ’ οὗ χρόνος

596Ἰδαίᾳ μίμνω

597λειμωνίᾳ πόᾳ μήλων,

598ἀνήριθμος, αἰὲν εὐνώμᾳ

599χρόνῳ τρυχόμενος,

600κακὰν ὲλπιδ’ ἔχων,

601ἔτι μέ ποτ’ ἀνύσειν

602τὸν ἀπότροπον ἀίδηλον Ἅιδαν.

603Καί μοι δυςθεράπευτος Αἴας

604ξύνεστιν ἔφεδρος, ὤ μοί μοι,

605θείᾳ μανίᾳ ξύναυλος·

606ὅν ἐξεπέμψω πρὶν δὴ ποτὲ θουρίῳ

607κρατοῦντ’ ὲν Ἄρει ·

608νῦν δ’ αὖ φρενὸς οἰοβώτας

609φίλοις μέγα πένθος εὕρηται.

610τὰ πρὶν δ’ ἔργα χεροῖν

611μεγίστας ἀρετάς,

612ἄφιλα παρ’ ἀφίλοις

613ἔπεσ’ ἔπεσε μελέοις Ἀτρείδαις.

614ἦ που παλαιὰ, μὲν ἔντροφος ἁμέρᾳ

615λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα

616φρενομόρως ἀκούσῃ

617αἴλινον, αἴλινον,

618οὐδ’ οἰκτράς γόον ὄρνιθος ἀηδοῦς

619ἥσει δύςμορος,

620ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς

621θρηνήσει, χερόπληκτοι δ’

622ἐν στέρνοισι πεσοῦνται

623δοῦποι, καὶ πολιᾶς ἄμυγμα χαίτας.

624Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,

625ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

626πολυπόνων Ἀχαιῶν,

627οὐκ ἔτι συντρόφοις

628ὀργαῖς ἔμπεδος, ἀλλ’ ἐκτὸς ὁμιλεῖ.

629ὦ τλᾶμον πάτερ!

630οἵαν σε μένει πυθέσθαι

631παιδὸς δύςφορον ἄταν,

632ἂν οὔπω τις ἔθρεψεν

633αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.

ΑΙΑΣ

634Ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος

635φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται·

636κοὐκ ἔστ’ ἄελπτον οὐδὲν, ἀλλ’ ἁλίσκεται

637χὠ δεινὸς ὅρκος καἰ περισκελεῖς φρένες.

638κἀγὼ γὰρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε,

639βαφῇ σίδηρος ὣς, ἐθηλύνθην στόμα

640πρὸς τἡςδε τῆς γυναικός· οἰκτείρω δὲ νιν

641χήραν παρ’ ἐχθροῖς, παῖδά τ’ ὀρφανὸν λιπεῖν.

642ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους

643λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ

644μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεάς·

645μολών τε, χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω,

646κρύψω τόδ’ ἔγχος τοὐμὸν, ἔχθιστον βελῶν,

647γαίας ὀρύξας ἔνθα μή τις ὄψεται.

648ἀλλ’ αὐτὸ νὺξ Ἀιδὴς τε σωζόντων κάτω.

649ἐγὼ γὰρ ἐξ οὖ χειρὶ τοῦτ’ ἐδεξάμην

650παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου,

651οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.

652ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία,

653ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.

654τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς

655εἴκειν, μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν.

656ἄρχοντές εἰσιν, ὥςθ’ ὑπεικτέον · τί μή;

657καὶ γάρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα

658τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς

659χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·

660ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος

661τῇ λευκοπώλῳ φέγγος ἡμψᾳ φλέγειν.

662δεινῶν τ’ ἄημα πνευμάτων ἐκοίμισε

663στένοντα πόντον· ὲν δ’ ὁ παγκρατὴς ὕπνος

664λύει πεδήσας οὐδ’ ἀεὶ λαβὼν ἔχει.

665ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;

666ἐγὼ δ’, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι

667ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος,

668ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον

669τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,

670ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ

671βροτῶν ἄπιστός ὲσθ’ ἑταιρίας λιμήν.

672ἀλλ’ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ

673ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,

674εὔχου τελεῖσθαι, τοὐμὸν ὧν ἐρᾷ κέαρ.

675ὑμεῖς θ , ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε

676τιμᾶτε, Τεύκρῳ τ’, ἢν μόλῃ, σημήνατε

677μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ὑμῖν ἄμα.

678ἐγὼ γὰρ εἶμ’ ὲκεῖσ’, ὅποι πορευτέον·

679ύμεῖς δ’ ἃ φράζω δρᾶτε, καὶ τάχ’ ἄν μ’ ἴσως

680πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.

ΧΟΡΟΣ

681ἔφριζ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμαν.

682ἰὼ, ἰὼ, Πὰν, Πὰν,

683ὦ Πὰν, Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου

684πετραίας ἀπὸ δειράδος

685φάνηθ’, ὦ θεῶν χοροποί’ ἄναξ,

686ὅπως μοι Νύσια Κνώσι’ ὀρχήματ’

687αὐτοδαῆ ξυνὼν ἰάψῃς.

688νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

689Ἰκαρίων δ’ ὑπὲρ πελαγέων

690μολὼν ἄναξ Ἀπόλλων

691ὁ Δάλιος, εὔγνωστος

692ἐμοὶ ξυνείης διὰ παντὸς εὔφρων.

693ἔλυσε γὰρ αἰνὸν ἄχος ἀπ’ ὀμμάτων Ἄρης.

694ἰὼ, ἰὼ. νῦν αὖ,

695νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος

696θοῶν ὠκυάλων νεῶν,

697ὅτ’ Αἴας λαθίπονος πάλιν,

698θεῶν δ’ αὖ πά θύτα θέσμι’ ὲζήνυσ’

699εὐνομίᾳ σέβων μεγίστᾳ.

700πάνθ’ ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,

701κοὐδὲν ἀναύδητον φατισαιμ’ ἂν

702εὖτέ γ’ ἐξ ἀέλπτων

703Αἴας μετανεγνώσθη

704θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.

ΑΓΓΕΛΟΣ

705Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,

706Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ

707κρημνῶν· μέσον δὲ προςμολὼν στρατήγιον

708κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.

709στείχοντα γὰρ πρόσωθεν αὐτὸν ὲν κύκλῳ

710μαθόντες ἀμφέστησαν, εἶτ’ ὀνείδεσιν

711ἤρασσον ἔνθεν κἄνθεν, οὔ τις ἔσθ’ ὅς οὒ,

712τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ

713ξύναιμον ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι

714τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.

715ὥστ’ ἐς τοσοῦτον ἦλθον, ὥστε καὶ χεροῖν

716κολεῶν ἐρυστά διεπεραιώθη ξίφη.

717λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω

718ἀνδρῶν γερόντων ὲν ξυναλλαγῇ λόγου.

719ἀλλ ἡμὶν Αἴας ποῦ ’στιν, ὡς φράσω τάδε;

720τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον,

ΧΟΡΟΣ

721Οὐγ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας

722βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

ΑΓΓΕΛΟΣ

723Ἰοῦ, ἰού!

724βραδεῖαν ἡμᾶς ἆρ’ ὁ τήνδε τὴν ὁδὸν

725πέμπων ἔπεμψεν, ἢ ’φάνην ἐγὼ βραδύς;

ΧΟΡΟΣ

726Τί δ’ ἐστὶ χρείας τῆςδ’ ὑπεσπανισμένον;

ΑΓΓΕΛΟΣ

727Τὸν ἄνδρ’ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης

728μὴ ’ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

ΧΟΡΟΣ

729Ἀλλ’ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς

730γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

ΑΓΓΕΛΟΣ

731Ταῦτ’ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,

732εἶπέρ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

ΧΟΡΟΣ

733Ποῖον; τί δ’ εἰδὼς τοῦδε πράγματος πέρι;

ΑΓΓΕΛΟΣ

734Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.

735ἐκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου

736Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα

737ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως

738θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ

739εἷρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε

740Αἴανθ’ ὑπὸ σκηναῖσι, μηδ’ ἀφέντ’ ὲᾷν,

741εἰ ζῶντ’ ἐκεῖνον εἰςιδεἷν θέλοι ποτέ.

742ἐλᾷ γὰρ αὐτὸν τἧδε θἠμέρᾳ μόνῃ

743δίας Ἀθανᾶς μῆνις, ὡς ἔφη λέγων.

744τά γὰρ περισσὰ κἀνόνητα σώματα

745πίπτειν βαρείαις πρὸς θεῶν δυςπραξίαις

746ἔφασχ’ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν

747βλαστὼν, ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονεῖ.

748κεῖνος δ’ ἀπ’ οἴκων εὐθὺς ἐξορμώμενος

749ἄνους καλῶς λέγοντος εὑρέθη πατρός.

750ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ

751βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ’ ἀεὶ κρατεῖν.

752ὁ ò’ ὑψικόμπως κἀφρόνως ἠμείψατο,

753Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ

754κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα

755κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος.

756τοσόνδ’ ἐκόμπει μῦθον · εἶτα δεύτερον

757δίας Ἀθανᾶς, ἡνἐκ’ ὀτρύνουσά νιν

758ηὐδᾶτ’ ὲπ’ ὲχθροῖς χεῖρα φοινίαν τρέπειν,

759τότ’ ἀντιφωνεῖ δεινὸν ἀῤῥητόν τ’ ἔπος·

760Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργέων πέλας

761ἵστω, καθ’ ἡμᾶς δ’ οὔποτ ἐκρήξει μάχη.

762τοιοῖςδε τοῖς λόγοισιν ἀστεργῆ θεᾶς

763ἐκτήσατ’ ὀργὴν, οὐ κατ’ ἄνθρωπον φρονῶν.

764ἀλλ’ εἴπερ ἔστι τᾗδ’ ἔθ’ ἡμέρᾳ, τάχ’ ἂν

765γενοίμεθ’ αὐτοῦ ξὺν θεῷ σωτήριοι.

766τοσαῦθ’ ὁ μάντις εἶφ’· ὁ δ’ εὐθὺς ἐξ ἕδρας

767πέμπει με σοὶ φέροντα τάςδ’ ἐπιστολὰς

768Τεῦκρος φυλάσσειν · εἰ δ’ ἀπεστερήμεθα,

769οὐκ έστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

ΧΟΡΟΣ

770ὦ δαΐα Τέκμησσα, δύςιιορον γένος,

771ὅρα μολοῦσα τόνδ’, ὁποῖ’ ἔπη θροεῖ.

772ξυρεῖ γὰρ ὲν χρῷ τοῦτο, μὴ χαίρειν τινά.

ΤΕΚΜΗΣΣΑ

773Τί μ’ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην

774κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;

ΧΟΡΟΣ

775Τοῦδ’ εὶςάκουε τἀνδρὸς, ὡς ἥκει φέρων

776Αἴαντος ἡμῖν πρᾶξιν, ἣν ἤλγησ’ ὲγώ.

ΤΕΚΜΗΣΣΑ

777Οἴ μοι, τί φὴς, ἄνθρωπε; μῶν ὀλώλαμεν;

ΑΓΓΕΛΟΣ

778Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ ὅτι,

779θυραῖος εἴπερ έστιν, οὐ θαρσῶ πέρι.

ΤΕΚΜΗΣΣΑ

780Καὶ μὴν θυραῖος, ὥστε μ’ ὠδίνειν τί φής;

ΑΓΓΕΛΟΣ

781ἐκεῖνον εἴργειν Τεῦκρος ὲξεφίεται

782σκηνῆς ὕπαυλον, μηδ’ ἀφιέναι μόνον.

ΤΕΚΜΗΣΣΑ

783ποῦ d’ ἔστι Τεῦκρος; κἀπὶ τῷ λέγει τάδε;

ΑΓΓΕΛΟΣ

784Πάρεστ’ ἐκεῖνος ἄρτι· τήνδε δ’ ἔξοδον

785ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

ΤΕΚΜΗΣΣΑ

786Οἴ μοι τάλαινα, τοῦ ποτ’ ἀνθρώπων μαθών;

ΑΓΓΕΛΟΣ

787Τοῦ Θεστορεἰου μάντεως, καθ’ ἡμέραν

788τὴν νῦν, ὅτ’ αὐτῷ θάνατον ἢ βίον φέρει.

ΤΕΚΜΗΣΣΑ

789Οἴ ’γὼ, φίλοι, πρόστητ’ ἀναγκαίας τύχης·

790καὶ σπεύσαθ’, οἱ μὲν Τεῦκρον ὲν τάχει μολεῖν,

791οἱ δ’ ἑσπέρους ἀγκῶνας, οἵ δ’ ἀντηλίους

792ζητεῖτ’ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.

793ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη

794καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.

795οἴ μοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.

796ἀλλ’ εἶμι κἀγὼ κεῖσ’ ὅποιπερ ἂν σθένω.

797χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,

798σώζειν θέλοντες ἄνδρα γ’ ὅς σπεύδει θανεῖν.

ΧΟΡΟΣ

799Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον.

800τάχος γὰρ ἔργου καὶ ποδῶν ἄμ’ ἕψεται.

ΑΙΑΣ

801Ὁ μὲν σφαγεὺς ἕστηκεν, ᾗ τομώτατος

802γένοιτ’ ἂν , εἰ τῳ καὶ λογίζεσθαι σχολὴ,

803δῶρον μὲν ἀνὁρὸς Ἕκτορος ξένων ἐμοὶ

804μάλιστα μισηθέντος ἐχθίστου θ’ ὁρᾷν.

805πέπηγε δ’ ὲν γῇ πολεμίᾳ τῇ Τρῳάδι

806σιδηροβρῶτι θηγάνη νεηκονής ·

807ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγὼ,

808εὐνούστατον τῷδ’ ἀνδρὶ διὰ τάχους θανεῖν.

809οὕτω uev εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι

810σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.

811αἰτήσομαι δέ σ’ οὐ μακρὸν γέρας λαχεῖν.

812πέμψον τιν’ ἡμῖν ἄγγελον κακὴν φάτιν

813Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ

814πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,

815καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος

816ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ’ ἕλωρ.

817τοσαῦτά σ’, ὦ Ζεῦ, προςτρέπω· καλῶ θ’ ἄμα

818πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίσαι

819ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι

820πλευρὰν διαρρήξαντα τώδε φασγάνῳ.

821καλῶ δ’ ἀρωγοὺς τὰς ἀεί τε παρθένους

822ἀεί θ’ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,

823σεμνὰς Ἐριννῦς τανύποδας, μαθεῖν ἐμὲ,

824πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.

825καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους

826ξυναρπάσειαν, ὥσπερ εἰςορῶσ’ ἐμὲ

827αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς

828πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.

829ἴτ’, ὦ τᾳἰχεῖαι ποίνιμοί τ’ Ἐριννύες,

830γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.

831σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν,

832Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα

833ἴδης, ἐπισχὼν χρυσόνωτον ἡνίαν,

834ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν

835γέροντι πατρὶ, τῇ τε δυστήνῳ τροφῷ.

836ἦ που τάλαινα, τήνδ’ ὅταν κλύῃ φάτιν,

837ἡσσει μέγαν κωκυτὸν ὲν πάση πόλει.

838ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·

839ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

840ὦ Θάνατε, Θάνατε, νῦν μ’ ἐπίσκεψαι μολών!

841καίτοι σὲ μὲν κἀκεῖ προςαυδήσω ξυνών.

842σὲ δ’, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,

843καὶ τὸν διφρευτὴν ἥλιον προςεννέπω,

844πανύστατον δὴ, κοὔποτ’ αὖθις ὕστερον.

845ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον

846Σαλαμῖνος, co πατρῷον ἑστίας βάθρον,

847κλειναί τ’ Ἀθῆναι καὶ τὸ σύντροφον γένος,

848κρῆναι τε ποταμοί θ’ οἵδε καὶ τὰ Τρωϊκὰ

849πεδία προςαυδῶ, χαίρετ’, ὦ τροφῆς ἐμοί·

850τοῦθ’ ὑμὶν Αἴας τοὖπος ὕστατον θροεῖ·

851τὰ δ’ ἄλλ’ ὲν Ἅιδου τοῖς κάτω μυθήσομαι.

ΗΜΙΧΟΡΟΣ Α

852Πόνος πόνῳ πόνον φέρει.

853πᾷ,πᾷ,

854πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;

855κοὐδεὶς ὲιΛσταταἰ με συμμαθεῖν τόπος.

856ἰδοὺ, ἰδοὺ,

857δοῦπον αὖ κλύω τινά.

ΗΜΙΧΟΡΟΣ Β

858Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.

ΗΜΙΧΟΡΟΣ Α

859Τί οὖν δή;

ΗΜΙΧΟΡΟΣ Β

860Πὰν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.

ΗΜΙΧΟΡΟΣ Α

861ἔχεις οὖν;

ΗΜΙΧΟΡΟΣ Β

862Πόνου γε πλῆθος κοὐδὲν εἰς ὄψιν πλέον.

ΗΜΙΧΟΡΟΣ Α

863Ἀλλ’ οὐδ’ ἐμοὶ δὴ τὴν ἀφ’ ἡλίου βολῶν

864κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.

ΧΟΡΟΣ

865Τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων

866ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας

867ἢ τίς Ὀλυμπιάδων θεῶν ἢ ῥυτῶν

868Βοςπορίων ποταμῶν

869ἴδρις, τὸν ὠμόθυμον εἰ ποθι

870πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ

871ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων

872οὐρίῳ μὴ πελάσαι δρόμῳ,

873ἀλλ’ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.

ΤΕΚΜΗΣΣΑ

874ἰώ μοί μοι.

ΧΟΡΟΣ

875Τινος βοὴ πάραυλος ἐξέβη νάπους;

ΤΕΚΜΗΣΣΑ

876Ἰὼ τλήμων.

ΧΟΡΟΣ

877Τὴν δουρίληπτον δύςμορον νύμφην ὁρῶ

878Τέκμησσαν οἴκτῳ τῷδε συγκεκραμένην.

ΤΕΚΜΗΣΣΑ

879Οἴχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι.

ΧΟΡΟΣ

880Τί δ’ ἔστιν;

ΤΕΚΜΗΣΣΑ

881Αἴας ὅδ’ ἡμῖν ἀρτίως νεοσφαγὴς

882κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.

ΧΟΡΟΣ

883ὤ μοι ἐμῶν νόστων,

884ὤ μοι, κατέπεφνες, ἄναξ,

885τόνδε συνναύταν, ὦ τάλας,

886ὦ ταλαίφρων γύναι.

ΤΕΚΜΗΣΣΑ

887Ὡς ὧδε τοῦδ’ ἔχοντος, αἰάζειν πάρα.

ΧΟΡΟΣ

888Τίνος ποτ’ ἆρ’ ἔπραξε χειρὶ δύςμορος;

ΤΕΚΜΗΣΣΑ

889Αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ὲν γάρ οἱ χθονὶ

890πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ

ΧΟΡΟΣ

891Ὤ μοι ἐμᾶς ἄτας, οἶος ἄρ’ αἱμάχθης,

892ἄφρακτος φίλων!

893ἐγὼ δ’ ὁ πάντα κωφὸς, ὁ πάντ’ ἄϊδρις,

894κατημέλησα· πᾷ, πᾴ

895κεῖται ὁ ὅυςτράπελος, δυςώνυμος Αἴας;

ΤΕΚΜΗΣΣΑ

896Οὔ τοι θεατός· ἀλλά νιν περιπτυχεῖ

897φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ

898οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν

899φυσῶντ’ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας

900πληγῆς μελανθὲν αἷμ’ ἀπ’ οἰκείας σφαγῆς.

901οἴ μοι, τί δράσω; τίς σε βαστάσει φίλων;

902ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,

903πεπτῶτ’ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.

904ὦ ὅύςμορ’ Αἴας, οἶος ὢν οἴως ἔχεις,

905ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

ΧΟΡΟΣ

906ἔμελλες, τάλας, ἔμελλες χρόνῳ

907στερεόφρων ἄρ’ ἐξανύσειν κακὰν

908μοῖραν ἀπειρεσίων πόνων· τοῖά μοι

909πάννυχα καὶ φαέθοντ’

910ἀνεστέναζες, ὠμόφρων,

911ἐχθοδόπ’ Ἀτρείδαις οὐλίῳ σὺν πάθει,

912μέγας ἄρ’ ἦν ἐκεῖνος ἄρχων χρόνος

913πημάτων, ἦμος ἀριστόχειρ

914(Ἀχιλλέως) ὅπλων ἔκειτ’ ἀγὼν πέρι.

ΤΕΚΜΗΣΣΑ

915Ἰώ μοί μοι.

ΧΟΡΟΣ

916Χωρεῖ πρὸς ἦπαρ, οἶδα, γενναία δύη.

ΤΕΚΜΗΣΣΑ

917ἰώ μοι μοι.

ΧΟΡΟΣ

918οὐδέν σ’ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,

919τοιοῦδ’ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.

ΤΕΚΜΗΣΣΑ

920Σοὶ μὲν δοκεῖν ταῦτ’ ἔστ’, ἐμοὶ δ’ ἄγαν φρονεῖν.

ΧΟΡΟΣ

921Ξυναυδῶ.

ΤΕΚΜΗΣΣΑ

922οἴ μοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ

923χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί.

ΧΟΡΟΣ

924Ὤ μοι ἀναλγήτων

925δισσῶν ἐθρόησας ἄναυδον

926ἔργον Ἀτρειδᾶν τῷὸ ’ ἄχει,

927ἀλλ’ ἀπείργοι θεός.

ΤΕΚΜΗΣΣΑ

928Οὐκ ἂν τάδ’ ἔστη τῇδε μὴ θεῶν μέτα,

ΧΟΡΟΣ

929Ἄγαν γ’ ὑπερβριθὲς ἄχθος ἤνυσαν.

ΤΕΚΜΗΣΣΑ

930Τοιόνδε μέντοι Ζῆνός ἡ δεινὴ θεὸς

931Πάλλας φυτεύει πῆμ’ Ὀδυσσέως χάριν.

ΧΟΡΟΣ

932ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει

933πολύτλας ἀνὴρ,

934γελᾷ δὲ τοῖςδε μαινομένοις ἄχεσιν

935πολὺν γέλωτα, φεῦ, φεῦ,

936ξύν τε διπλοί βασιλῆς κλύοντες Ἀτρεϊδαί.

ΤΕΚΜΗΣΣΑ

937Οἶδ’ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς

938τοῖς τοῦδ’· ἴσως τοι, κεἰ βλέποντα μὴ ’πόθουν,

939θανόντ’ ἂν οἰμώξειαν ὲν χρείᾳ δορός.

940οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν

941ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.

942ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκὺς,

943αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν,

944ὲκτήσαθ’ αὑτῷ, θάνατον, ὅνπερ ἤθελεν.

945πῶς δῆτα τοῦδ’ ἐπεγγελῷεν ἂν κάτα;

946θεοῖς τέθνηκεν οὕτος, οὐ κείνοισιν, οὔ.

947πρὸς ταῦτ’ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.

948Αἴας γὰρ αὐτοῖς οὐκέτ’ ἐστίν· ἀλλ’ ἐμοὶ

949λιπὼν ἀνίας καὶ γόους ὅιοίχεται.

ΤΕΥΚΡΟΣ

950Ἰώ μοί μοι.

ΧΟΡΟΣ

951Σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν

952βοῶντος ἄτης τῆςδ’ ἐπίσκοπον μέλος.

ΤΕΥΚΡΟΣ

953Ὢ φίλτατ’ Αἴας, ὦ ξύναιμον ὄμμ’ ἐμοὶ,

954ἆρ’ ἠμπόληκας, ὥςπερ ἡ φάτις κρατεῖ;

ΧΟΡΟΣ

955ὄλωλεν ἁνὴρ, Τεῦκρε, τοῦτ’ ὲπἐστασο.

ΤΕΥΚΡΟΣ

956ὤ μοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.

ΧΟΡΟΣ

957Ὡς ὧδ’ ἐχόντων —

ΤΕΥΚΡΟΣ

957bὦ τάλας ἐγὼ, τάλας.

ΧΟΡΟΣ

958Πάρα στενάζειν.

ΤΕΥΚΡΟΣ

958bὦ περισπερχὲς πάθος !

ΧΟΡΟΣ

959Ἄγαν γε, Τεῦκρε.

ΤΕΥΚΡΟΣ

959bφεῦ τάλας! τί γὰρ τέκνον

960τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;

ΧΟΡΟΣ

961Μόνος παρὰ σκηναῖσιν.

ΤΕΥΚΡΟΣ

961bοὐχ ὅσον τάχος

962δῆτ’ αὐτὸν ἄξεις δεῦρο, μήτις ὡς κενῆς

963σκύμνον λεαίνης δυςμενῶν ἀναρπάσῃ;

964ἴθ’, ἐγκόνει, ξύγκαμνε· τοῖς θανοῦσί τοι

965φιλοῦσι πάντες κειμένοις ὲπεγγελἧν.

ΧΟΡΟΣ

966Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν

967ὲφιεθ’ ‘ἀνὴρ κεῖνος, ὥςπερ οὖν μέλει.

ΤΕΥΚΡΟΣ

968ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ

969ἄλγιστον, ὧν προςεῖδον ὀφθαλμοῖς ὲγώ·

970ὁδός θ’ ὁδῶν πασῶν ἀνιάσασα δὴ

971μάλιστα τοὐμὸν σπλάγχνον, ἢν δὴ νῦν ἔβην,

972ὦ φίλτατ’ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην

973μόρον, διώκων κᾀξιχνοσκοπούμενος.

974ὀξεῖα γάρ σου βάξις, ὡς θεοῦ τινος,

975διῆλθ’ Ἀχαιοὺς πάντας, ὡς οἴχει θανὼν,

976‘ἀγὼ κλύων δείλαιος, ὲκποδὼν μὲν ὢν,

977ὑπεστέναζον, νῦν δ’ ὁρῶν, ἀπόλλυμαι.

978οἴ μοι.

979ἴθ’, ἐκκάλυψον,…

980ὦ…

981

The complete text is available when the reading interface loads.