Αἴας
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg003.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἀθήνα
1ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
2πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
3καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
4Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
6ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς
7εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει
8κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
9ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
11καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
12ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν
13σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.
Ὀδυσσεύς
14ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
16φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ
17χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
18καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ
19βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·
20κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.
21νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
22ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
23ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·
24κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.
25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
26λείας ἁπάσας καὶ κατηναρισμένας
27ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
28τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
29καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
31φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ
32κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
33τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
34καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος
35τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
Ἀθήνα
36ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
37τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Ὀδυσσεύς
38ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Ἀθήνα
39ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
40καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;
Ἀθήνα
41χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Ὀδυσσεύς
42τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν;
Ἀθήνα
43δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Ὀδυσσεύς
44ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν;
Ἀθήνα
45κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ.
Ὀδυσσεύς
46ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Ἀθήνα
47νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Ὀδυσσεύς
48ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο;
Ἀθήνα
49καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
50καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Ἀθήνα
51ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι
52γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
53καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
54λείας ἄδαστα βουκόλων φρουρήματα·
55ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
56κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε
57δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
58ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν.
59ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις
60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
61κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου,
62τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
63ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
64ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
65καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται.
66δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
67ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
68θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
69τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
71οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
72δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
73Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
Ὀδυσσεύς
74τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει.
Ἀθήνα
75οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;
Ὀδυσσεύς
76μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
77τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν;
Ὀδυσσεύς
78ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
79οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
Ἀθήνα
81μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Ὀδυσσεύς
82φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀθήνα
83ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας.
Ὀδυσσεύς
84πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Ἀθήνα
85ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
Ὀδυσσεύς
86γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Ἀθήνα
87σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων.
Ὀδυσσεύς
88μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν.
Ἀθήνα
89ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ.
90τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
Αἴας
91ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
92ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
93στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Ἀθήνα
94καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον,
95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
Αἴας
96κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Ἀθήνα
97ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
98ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι.
Ἀθήνα
99τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ.
Αἴας
100θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.
Ἀθήνα
101εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
102ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αἴας
103ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου;
Ἀθήνα
104ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
105ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
106θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
107πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
108πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης.
Ἀθήνα
109τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
110μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Ἀθήνα
111μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ.
Αἴας
112χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι·
113κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Ἀθήνα
114σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
Αἴας
116χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι,
117τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι.
Ἀθήνα
118ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
119τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
120ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
Ὀδυσσεύς
121ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν
122δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
123ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,
124οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·
125ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
126εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
Ἀθήνα
127τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
128μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
129μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον
130ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
131ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
132ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
133θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Anapests 1
Χορός
134Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
135Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
136σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·
137σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
138λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
139μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
140πτηνῆς ὡς ὄμμα πελείας.
141ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
142μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς
143ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
144λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν
145βοτὰ καὶ λείαν,
146ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,
147κτείνοντʼ αἴθωνι σιδήρῳ.
148τοιούσδε λόγους ψιθύρους πλάσσων
149εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
150καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
151εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
152τοῦ λέξαντος χαίρει μᾶλλον
153τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
154τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ
156τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
157πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
158καίτοι σμικροὶ μεγάλων χωρὶς
159σφαλερὸν πύργου ῥῦμα πέλονται·
160μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν
161καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.
162ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους
163τούτων γνώμας προδιδάσκειν.
164ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
165χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ
166ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
167ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,
168παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·
169μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες
170τάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,
171σιγῇ πτήξειαν ἄφωνοι.
Choral 2
Strophe 1
Χορός
172ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—
173ὦ μεγάλα φάτις, ὦ
174μᾶτερ αἰσχύνας ἐμᾶς—
175ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
176ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
177ἤ ῥα κλυτῶν ἐνάρων
178ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας;
179ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος
180μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
181μαχαναῖς ἐτίσατο λώβαν;
Antistrophe 1
Χορός
182οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,
183παῖ Τελαμῶνος, ἔβας
185τόσσον, ἐν ποίμναις πίτνων·
186ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι
187καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
188εἰ δʼ ὑποβαλλόμενοι
189κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
190ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
191μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις
192ὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ.
Epode 3
Χορός
193ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
194στηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ
195ἄταν οὐρανίαν φλέγων.
196ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβητα
197ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
198πάντων καγχαζόντων
199γλώσσαις βαρυάλγητα·
200ἐμοὶ δʼ ἄχος ἕστακεν.
Episode 3
Anapests 1
Τέκμησσα
201ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
202γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,
203ἔχομεν στοναχὰς οἱ κηδόμενοι
204τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
205νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
206Αἴας θολερῷ
207κεῖται χειμῶνι νοσήσας.
Χορός
208τί δʼ ἐνήλλακται τῆς ἡμερίας
209νὺξ ἥδε βάρος;
210παῖ τοῦ Φρυγίου Τελεύταντος,
211λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον
212στέρξας ἀνέχει θούριος Αἴας·
213ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.
Choral 4
Anapests 1
Τέκμησσα
214πῶς δῆτα λέγω λόγον ἄρρητον;
215θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
216μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
217νύκτερος Αἴας ἀπελωβήθη.
218τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον
219χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,
220κείνου χρηστήρια τἀνδρός.
Strophe 1
Χορός
221οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
222ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
225τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
226τὰν ὁ μέγας μῦθος ἀέξει.
227οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
230θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
231κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
Anapests 3
Τέκμησσα
233ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν
234δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
235ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας,
236τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.
237δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν
238τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
239ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω
240κίονι δήσας
241μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
242παίει λιγυρᾷ μάστιγι διπλῇ,
243κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων
244κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Antistrophe 1
Χορός
245ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι
246κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
247ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
250ποντοπόρῳ ναῒ μεθεῖναι.
251τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
252καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
255ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει.
Anapests 5
Τέκμησσα
257οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
258ᾄξας ὀξὺς νότος ὣς λήγει,
259καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
260τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
261μηδενὸς ἄλλου παραπράξαντος,
262μεγάλας ὀδύνας ὑποτείνει.
Episode 5
Χορός
263ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ·
264φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
265πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
266φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
267ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
268τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τέκμησσα
269ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
270πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.
Τέκμησσα
271ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,
272αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,
273ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
274νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
275κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
276ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
277ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;
Χορός
278ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ
279πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
280μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
Τέκμησσα
281ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.
Χορός
282τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
283δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
Τέκμησσα
284ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
285κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι
286λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν
287ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.
288κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς,
289Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων
290κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
291σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
292ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·
293γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
294κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.
295καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
296ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
297ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.
298καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων
299ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
300ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
301τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
302λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
303τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
304ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών·
305κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
306ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
307καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
308παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις
309νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,
310κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
311καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
312ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,
313εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
314κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ.
315κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
316ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
317ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
318ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ·
319πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
320τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·
321ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων
322ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
323νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
324ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
325σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·
326καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
327τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
328ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,
329ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι·
330φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
Χορός
331Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
332ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αἴας
333ἰώ μοί μοι.
Τέκμησσα
334τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
335Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
Αἴας
336ἰώ μοί μοι.
Χορός
337ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
338νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αἴας
339ἰὼ παῖ παῖ.
Τέκμησσα
340ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
341τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.
Αἴας
342Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
343λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;
Χορός
344ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.
345τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.
Τέκμησσα
346ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι
347τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
Choral 6
Strophe 1
Αἴας
348ἰὼ
349φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
350μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ,
351ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
352ἀμφίδρομον κυκλεῖται.
Χορός
354οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
355δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
Antistrophe 1
Αἴας
356ἰὼ
357γένος ναΐας ἀρωγὸν τέχνας,
358ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
360σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ·
361ἀλλά με συνδάϊξον.
Χορός
362εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
363ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Strophe 2
Αἴας
364ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
365τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
366ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
367ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
368μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
Αἴας
369οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
370αἰαῖ αἰαῖ.
Χορός
371ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
372ὦ δύσμορος, ὃς χερὶ μὲν
373μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι
375βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
376ἐρεμνὸν αἷμʼ ἔδευσα.
Χορός
377τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
378οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.
Antistrophe 2
Αἴας
379ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ
380κακῶν ὄργανον, τέκνον Λαρτίου,
381κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,
382ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.
Χορός
383ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
384ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.
385ἰώ μοί μοι.
Χορός
386μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
Αἴας
387ὦ Ζεῦ, προγόνων προπάτωρ,
388πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
390τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
391τέλος θάνοιμι καὐτός;
Τέκμησσα
392ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν
393εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Strophe 3
Αἴας
394ἰὼ
394aσκότος, ἐμὸν φάος,
395ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
396ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,
397ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων
400ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.
400aἀλλά μʼ ἁ Διὸς
401ἀλκίμα θεὸς
402ὀλέθριʼ αἰκίζει.
403ποῖ τις οὖν φύγῃ;
404ποῖ μολὼν μενῶ;
405εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼ
406ὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα,
407πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
408χειρὶ φονεύοι.
Τέκμησσα
410ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον
411φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.
Antistrophe 3
Αἴας
412ἰὼ
412aπόροι ἁλίρροθοι
413πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,
414πολὺν πολύν με δαρόν τε δὴ
415κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ
416ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
417ὦ Σκαμάνδριοι
418γείτονες ῥοαί,
420εὔφρονες Ἀργείοις,
421οὐκέτʼ ἄνδρα μὴ
422τόνδʼ ἴδητʼ, ἔπος
423ἐξερῶ μέγʼ, οἷον οὔτινα
425Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ
426Ἑλλανίδος· τανῦν δʼ ἄτιμος
427ὧδε πρόκειμαι.
Χορός
428οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν
429ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Episode 7
Αἴας
430αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον
431τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
432νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
433καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
434ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς
435τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ
436πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
437ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
438Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
439οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
440ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.
441καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·
442εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
443κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
444οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
445νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
446ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
447κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι
448γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
449δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.
450νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
451ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν
452ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
453ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
454κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,
455ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
456βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
457καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
458ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,
459ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
460πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
461μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
462καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
463Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
464γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
465ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
466οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν
467πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
468καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
469ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
470οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
471τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ
472μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
473αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
474κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
475τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει
476προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
477οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
478ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
479ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
480τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.
Χορός
481οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,
482Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
483παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
484γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
485ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης
486οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
487ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
488εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
489νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που
490καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
491τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
492καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς
493εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
494μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
495τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
496ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
497ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ
498βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
499ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
500καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
501λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
502Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
503οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.
504τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
505σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
506ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
507γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
508πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
509θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
510οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
511τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
512ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
513κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.
514ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω
515πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει,
516καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε
517καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
518τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
519τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
520ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
521μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
522χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·
523ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
524οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
525Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
526θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
Αἴας
527καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
528ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
529ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.
Αἴας
530κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
Τέκμησσα
531καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
Αἴας
532ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
533μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
534πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
535ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.
Αἴας
536ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
537τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;
Αἴας
538δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
Τέκμησσα
539καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
540τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
Τέκμησσα
541ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
542ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
543ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τέκμησσα
544καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
Αἴας
545αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ
546νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
547εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.
548ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
549δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
550ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
551τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός.
552καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
553ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν·
554ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
554bτὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν
555ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
556ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς
557δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ʼτράφης.
558τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
559ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
560οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
561στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.
562τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
563λείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦν
564τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
565ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
566ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,
567κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως
568τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
569Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,
570ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
571μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
572καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς
573θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.
574ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
575Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
576πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
577τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
578ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου
579καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους
580δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
581πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
582θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
583δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·
584οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
585ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;
Αἴας
586μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
Τέκμησσα
587οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
588καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
589ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς
590ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;
Τέκμησσα
591εὔφημα φώνει.
Αἴας
591bτοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
592σὺ δʼ οὐχὶ πείσει;
Αἴας
592bπόλλʼ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
593ταρβῶ γάρ, ὦναξ.
Αἴας
593bοὐ ξυνέρξεθʼ ὡς τάχος;
Τέκμησσα
594πρὸς θεῶν, μαλάσσου.
Αἴας
594bμῶρά μοι δοκεῖς φρονεῖν,
595εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Choral 8
Strophe 1
Χορός
596ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
597ναίεις ἁλίπλακτος, εὐδαίμων,
598πᾶσιν περίφαντος ἀεί·
600ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος
601Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν
602ἀνήριθμος αἰὲν εὐνῶμαι
605χρόνῳ τρυχόμενος,
606κακὰν ἐλπίδʼ ἔχων
607ἔτι μέ ποτʼ ἀνύσειν
608τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
Antistrophe 1
Χορός
609καί μοι δυσθεράπευτος Αἴας
610ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
611θείᾳ μανίᾳ ξύναυλος·
612ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
613κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας
615φίλοις μέγα πένθος ηὕρηται.
616τὰ πρὶν δʼ ἔργα χεροῖν
617μεγίστας ἀρετᾶς
620ἄφιλα παρʼ ἀφίλοις
621ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.
Strophe 2
Χορός
622ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
625λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
626φρενομόρως ἀκούσῃ,
627αἴλινον αἴλινον
628οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς
631θρηνήσει, χερόπλακτοι δʼ
632ἐν στέρνοισι πεσοῦνται
633δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
Antistrophe 2
Χορός
635κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
636ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
637πολυπόνων Ἀχαιῶν,
638οὐκέτι συντρόφοις
640ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
641ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
642παιδὸς δύσφορον ἄταν,
643ἃν οὔπω τις ἔθρεψεν
645αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
Episode 9
Αἴας
646ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος
647φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·
648κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται
649χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
650κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,
651βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
652πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
653χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
654ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
655λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ
656μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
657μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,
658κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
659γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
660ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
661ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην
662παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,
663οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
664ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,
665ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
666τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
667εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
668ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
669καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
671χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
672ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
673τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
674δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε
675στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος
676λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.
677ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
678ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
679ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,
680ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
681τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
682ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
683βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.
684ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
685ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,
686εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
687ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
688τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε
689μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.
690ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον·
691ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως
692πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
Choral 10
Strophe 1
Χορός
693ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν.
694ἰὼ ἰὼ Πὰν Πάν,
695ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου
696πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ
697θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι
700Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς·
701νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
702Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
705ὁ Δάλιος εὔγνωστος
706ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
Antistrophe 1
Χορός
707ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
708ἰὼ ἰώ, νῦν αὖ,
709νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
710θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας
711λαθίπονος πάλιν, θεῶν δʼ αὖ
712πάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.
713πάνθʼ ὁ μέγας χρόνος μαραίνει,
715κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων
716Αἴας μετανεγνώσθη
717θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.
Episode 11
Ἄγγελος
719ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
720Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
721κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
722κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
723στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
724μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν
725ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,
726τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
727ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
728τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·
729ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
731λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
732ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
733ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
734τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
735οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
736βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
737ἰοὺ ἰού·
738βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν
739πέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς.
Χορός
740τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;
Ἄγγελος
741τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
742μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
743ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
744γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
745ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
746εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
747ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
748τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
749ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
751εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
752θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
753εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
754Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,
755εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
756ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
757δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
758τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
759πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
761βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
762κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος
763ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
764ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει
765βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.
766ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·
767πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
768κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα
769κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.
770τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον
771δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
772ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
773τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
774ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
775ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη.
776τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
777ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
778ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν
779γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
780τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας
781πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς
782Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,
783οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορός
784ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
785ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ·
786ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
787τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
788κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
789τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
790Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.
Τέκμησσα
791οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
792οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
793θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
794καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
Ἄγγελος
795ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
796σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
Τέκμησσα
797ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
798πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον
799ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
800οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;
Ἄγγελος
801τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
802τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
803οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
804καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
805οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους
806ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
807ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
808καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
809οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
810ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.
811χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
812σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
Χορός
813χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
814τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,
Αἴας
815ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
816γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·
817δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
818μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν·
819πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής·
821ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,
822εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
823οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
824σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν.
826πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν
827Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
828πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
829καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.
831τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
832πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
833ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
834πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
836ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
837σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
838πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
839καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ
841αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
842πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
843ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
844γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
845σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
846Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
847ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
848ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
849γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,
851ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
852ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
853ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
854ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.
855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
856σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
857καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
858πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
859ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
860Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
861κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
862κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ
863πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
864τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
Kommos 1
Ἡμιχόριον 1
866πόνος πόνῳ πόνον φέρει.
867πᾷ πᾷ
868πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
869κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870ἰδού.
871δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον 2
872ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον 1
873τί οὖν δή;
Ἡμιχόριον 2
874πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον 1
875ἔχεις οὖν;
Ἡμιχόριον 2
876πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον 1
877ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν
878κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Choral 12
Strophe 1
Χορός
879τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
880ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
883ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
884Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
885εἴ ποθι πλαζόμενον λεύσσων
886ἀπύοι; σχέτλια γὰρ
887ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
888οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
Τέκμησσα
891ἰώ μοί μοι.
Χορός
892τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τέκμησσα
893ἰὼ τλήμων.
Χορός
894τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.
Τέκμησσα
896ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Χορός
897τί δʼ ἔστιν;
Τέκμησσα
898Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς
899κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
900ὤμοι ἐμῶν νόστων·
901ὤμοι, κατέπεφνες, ἄναξ,
902τόνδε συνναύταν, τάλας
903ὦ ταλαίφρων γύναι·
Τέκμησσα
904ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.
Χορός
905τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;
Τέκμησσα
906αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
907πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.
Χορός
911ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων·
912ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις,
913κατημέλησα. πᾷ πᾷ
914κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;
Τέκμησσα
915οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
916φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
917οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
918φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
920πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.
921οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
922ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,
923πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
924ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,
925ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
Antistrophe 1
Χορός
926ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
927στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν
930μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
931πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες
932ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις
933οὐλίῳ σὺν πάθει.
934μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος
935πημάτων, ἦμος ἀριστόχειρ
936ὅπλων ἔκειτʼ ἀγὼν πέρι.
Τέκμησσα
937ἰώ μοί μοι.
Χορός
938χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τέκμησσα
939ἰώ μοί μοι.
Χορός
940οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
941τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
942σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.
Χορός
943ξυναυδῶ.
Τέκμησσα
944οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορός
946ὤμοι, ἀναλγήτων
947δισσῶν ἐθρόησας ἄναυδʼ
948ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.
949ἀλλʼ ἀπείργοι θεός.
Τέκμησσα
950οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορός
951ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
952τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
953Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.
Χορός
954ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
955γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν
956πολὺν γέλωτα, φεῦ φεῦ,
960ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
Episode 13
Τέκμησσα
961οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
962τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,
963θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
964οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
966ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
967αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
968ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
969τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;
970θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
971πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
972Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ
973λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τεῦκρος
974ἰώ μοί μοι.
Χορός
975σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
976βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.
Τεῦκρος
977ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,
978ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορός
979ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.
Τεῦκρος
980ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Χορός
981ὡς ὧδʼ ἐχόντων
Τεῦκρος
981bὦ τάλας ἐγώ, τάλας.
Χορός
982πάρα στενάζειν.
Τεῦκρος
982bὦ περισπερχὲς πάθος.
Χορός
983ἄγαν γε, Τεῦκρε.
Τεῦκρος
983bφεῦ τάλας· τί γὰρ τέκνον
984τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορός
985μόνος παρὰ σκηναῖσιν.
Τεῦκρος
985bοὐχ ὅσον τάχος
986δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
987σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
988ἴθʼ, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
989φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
990καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
991ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
Τεῦκρος
992ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
993ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
994ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ
995μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.
996ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
997μόρον διώκων κἀξιχνοσκοπούμενος.
998ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
999διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
1000ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
1001ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.
1002οἴμοι.
1003ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
1004ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
1006ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
1007τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;
1008ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,
1009δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως
1010χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
1011μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον…
1012…
The complete text is available when the reading interface loads.