Ἠλέκτρα
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg005.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Παιδαγωγός
1ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
2Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι
3παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.
4τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
6αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
7ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε
8Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,
9φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
10πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
11ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
12πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
13ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
14τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
15νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
16Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·
17ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
18ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ
19μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
21ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,
22ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
Ὀρέστης
23ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
24σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
25ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
26ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
27ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
28ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
29τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
30ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
31εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
32ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν
33μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ
34δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
35χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·
36ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
37δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
38ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
39σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
40δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,
41ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
42οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
43γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.
44λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ
45Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ
46μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
47ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα
48τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
49ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
50δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.
Ὀρέστης
51ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
52λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
53στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,
54τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
56ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
57φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
58φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
59τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν
60ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
61δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
62ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
63λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους
64ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
65ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
66δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
67ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,
68δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
69σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
71καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,
72ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
73εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,
74τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
75νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
76μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.
Ἠλέκτρα
77ἰώ μοί μοι δύστηνος.
Παιδαγωγός
78καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
79ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
Ὀρέστης
80ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις
81μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
Παιδαγωγός
82ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
83πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,
84πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
85νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.
Anapests 1
Ἠλέκτρα
86ὦ φάος ἁγνὸν
87καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι
88πολλὰς μὲν θρήνων ᾠδάς,
89πολλὰς δʼ ἀντήρεις ᾔσθου
90στέρνων πληγὰς αἱμασσομένων,
91ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
92τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
93ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,
94ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
95πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν
96φοίνιος Ἄρης οὐκ ἐξένισεν,
97μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς
98Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
99σχίζουσι κάρα φονίῳ πελέκει,
100κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης
101ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
102αἰκῶς οἰκτρῶς τε θανόντος.
Ἠλέκτρα
103ἀλλʼ οὐ μὲν δὴ
104λήξω θρήνων στυγερῶν τε γόων,
105ἔστʼ ἂν παμφεγγεῖς ἄστρων
106ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,
107μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν
108ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
109πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
110ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,
111ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ
112σεμναί τε θεῶν παῖδες Ἐρινύες,
113αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,
114αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
115ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς
116φόνον ἡμετέρου,
117καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·
118μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
120λύπης ἀντίρροπον ἄχθος.
Choral 2
Strophe 1
Χορός
121ὦ παῖ, παῖ δυστανοτάτας
122Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ
123τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν
124τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
125ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα
126κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
127ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
Ἠλέκτρα
128ὦ γενέθλα γενναίων,
130ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.
131οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με
132φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,
133μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
134ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
135ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,
136αἰαῖ, ἱκνοῦμαι.
Antistrophe 1
Χορός
137ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα
138παγκοίνου λίμνας πατέρʼ ἀν-
139στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.
140ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον
141ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
142ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
143τί μοι τῶν δυσφόρων ἐφίει;
Ἠλέκτρα
144νήπιος ὃς τῶν οἰκτρῶς
145οἰχομένων γονέων ἐπιλάθεται.
146ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,
147ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
148ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
150ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,
151ἅτʼ ἐν τάφῳ πετραίῳ
152αἰεὶ δακρύεις.
Strophe 2
Χορός
153οὔτοι σοὶ μούνᾳ, τέκνον,
155ἄχος ἐφάνη βροτῶν,
156πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
157οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
158οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
159κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,
160ὄλβιος, ὃν ἁ κλεινὰ
161γᾶ ποτε Μυκηναίων
162δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
163βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
Ἠλέκτρα
164ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,
165τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,
166δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
167οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
168ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
170ἔρχεται ἀγγελίας ἀπατώμενον;
171ἀεὶ μὲν γὰρ ποθεῖ,
172ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
Antistrophe 2
Χορός
173θάρσει μοι, θάρσει, τέκνον.
175ἔτι μέγας οὐρανῷ
176Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
177ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα
178μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·
179χρόνος γὰρ εὐμαρὴς θεός.
180οὔτε γὰρ ὁ τὰν Κρῖσαν
181βούνομον ἔχων ἀκτὰν
182παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος
183οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
Ἠλέκτρα
185ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
186βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·
187ἅτις ἄνευ τεκέων κατατάκομαι,
188ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
189ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία
190οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
191ἀεικεῖ σὺν στολᾷ,
192κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.
Strophe 3
Χορός
193οἰκτρὰ μὲν νόστοις αὐδά,
194οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις
195ὅτε οἱ παγχάλκων ἀνταία
196γενύων ὡρμάθη πλαγά.
197δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
198δεινὰν δεινῶς προφυτεύσαντες
199μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν
200ἦν ὁ ταῦτα πράσσων.
Ἠλέκτρα
201ὦ πασᾶν κείνα πλέον ἁμέρα
202ἐλθοῦσʼ ἐχθίστα δή μοι·
203ὦ νύξ, ὦ δείπνων ἀρρήτων
204ἔκπαγλʼ ἄχθη,
205τοὺς ἐμὸς ἴδε πατὴρ
206θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
207αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·
208οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
210ποίνιμα πάθεα παθεῖν πόροι,
211μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο
212τοιάδʼ ἀνύσαντες ἔργα.
Antistrophe 3
Χορός
213φράζου μὴ πόρσω φωνεῖν.
214οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215τὰ παρόντʼ οἰκείας εἰς ἄτας
216ἐμπίπτεις οὕτως αἰκῶς;
217πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
218σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ
219ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
220οὐκ ἐριστὰ πλάθειν.
Ἠλέκτρα
221δεινοῖς ἠναγκάσθην, δεινοῖς·
222ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.
223ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω
224ταύτας ἄτας,
225ὄφρα με βίος ἔχῃ.
226τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,
227πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;
228ἄνετέ μʼ ἄνετε, παράγοροι·
229τάδε γὰρ ἄλυτα κεκλήσεται,
230οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι
231ἀνάριθμος ὧδε θρήνων.
Epode 7
Χορός
232ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,
233μάτηρ ὡσεί τις πιστά,
235μὴ τίκτειν σʼ ἄταν ἄταις.
Ἠλέκτρα
236καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
237πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
238ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;
239μήτʼ εἴην ἔντιμος τούτοις
240μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,
241ξυνναίοιμʼ εὔκηλος, γονέων
242ἐκτίμους ἴσχουσα πτέρυγας
243ὀξυτόνων γόων.
245εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
246κείσεται τάλας,
247οἱ δὲ μὴ πάλιν
248δώσουσʼ ἀντιφόνους δίκας,
249ἔρροι τʼ ἂν αἰδὼς
250ἁπάντων τʼ εὐσέβεια θνατῶν.
Episode 3
Χορός
251ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
252καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
253λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
Ἠλέκτρα
254αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
256ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
257σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
258πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
259ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
260θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
261ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
262ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
263ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
264ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
265λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
266ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
267ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
268τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
269φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
270σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,
271ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
272τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
273ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
274ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
275ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι
276ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
277ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
278εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
279πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
281θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
Ἠλέκτρα
282ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας
283κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
284τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
285αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα
286τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
287αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
288φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
289ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;
291κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
292τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
293τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
294ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
295βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;
296οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
297κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
298ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
299τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας
300ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,
301ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
302ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
303ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ
304παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.
305μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου
306καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
307ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
308οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς
309πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
Χορός
310φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
311λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
Ἠλέκτρα
312ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,
313θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.
Χορός
314ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;
Ἠλέκτρα
316ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
Χορός
317καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,
318ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
Ἠλέκτρα
319φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
Χορός
320φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.
Ἠλέκτρα
321καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.
Χορός
322θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.
Ἠλέκτρα
323πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
Χορός
324μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,
326Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
327φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
Χρυσόθεμις
328τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
329ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
330κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
331θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
332καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι
333ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος
334λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.
335νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
336καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
337τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
338καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,
339ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.
Ἠλέκτρα
341δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
342κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
343ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
344κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς
346ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
347ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
348σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
349ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
351οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
352ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι
353κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.
354οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.
355λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
356τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.
357σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
358ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
359ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ
360μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,
361τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
362τράπεζα κείσθω καὶ περιρρείτω βίος.
363ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον
364βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
365οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς
366πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
367τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,
368θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
Χορός
369μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
370ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
371τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
Χρυσόθεμις
372ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
373τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,
374εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
Ἠλέκτρα
376φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
377μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.
Χρυσόθεμις
378ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.
379μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,
380ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου
381φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ
382στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.
383πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον
384παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
Ἠλέκτρα
385ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
Χρυσόθεμις
386μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
Ἠλέκτρα
387ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
Χρυσόθεμις
388τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
Ἠλέκτρα
389ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
Χρυσόθεμις
390ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;
Ἠλέκτρα
391ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
Χρυσόθεμις
392βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
Ἠλέκτρα
393καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
Χρυσόθεμις
394ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
Ἠλέκτρα
395μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
Χρυσόθεμις
396ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
Ἠλέκτρα
397σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
Χρυσόθεμις
398καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
Ἠλέκτρα
399πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
Χρυσόθεμις
400πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
Ἠλέκτρα
401ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
Χρυσόθεμις
402σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
Ἠλέκτρα
403οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
Χρυσόθεμις
404χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
Ἠλέκτρα
405ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;
Χρυσόθεμις
406μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
Ἠλέκτρα
407πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
Χρυσόθεμις
408ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
Ἠλέκτρα
409ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;
Χρυσόθεμις
410ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;
Ἠλέκτρα
411ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
Χρυσόθεμις
412ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
Ἠλέκτρα
413εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
Χρυσόθεμις
414ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
Ἠλέκτρα
415λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
416ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
Χρυσόθεμις
417λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
418τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
419ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον
420πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
421αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω
422βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον
423πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
424τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ
425δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.
426πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
427πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
428πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
429ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·
430εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
Ἠλέκτρα
431ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
432τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
433οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
434κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
435ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
436κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς
437τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ
438κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
439ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
440πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
441οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.
442σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
443γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,
444ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
445ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
446κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
447λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
448οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ
449τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
450κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
451ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα
452καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
453αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
454ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
455καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
456ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,
457ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
458χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
459οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
460πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·
461ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε
462ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
463πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
Χορός
464πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
465εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
Χρυσόθεμις
466δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
467δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.
468πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
469σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
470ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν
471δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
Choral 4
Strophe 1
Χορός
472εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
473λειπομένα σοφᾶς,
474εἶσιν ἁ πρόμαντις
475Δίκα δίκαια φερομένα χεροῖν κράτη·
476μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
477ὕπεστί μοι θάρσος,
480ἁδυπνόων κλύουσαν
481ἀρτίως ὀνειράτων.
482οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,
485οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
486ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
Antistrophe 1
Χορός
487ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς
490κρυπτομένα λόχοις
491χαλκόπους Ἐρινύς.
492ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
493γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.
495πρὸ τῶνδέ τοί μʼ ἔχει
496μή ποτε μή ποθʼ ἡμῖν
497ἀψεγὲς πελᾶν τέρας
500τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν
501οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,
502εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
Epode 3
Χορός
503ὦ Πέλοπος ἁ πρόσθεν
505πολύπονος ἱππεία,
506ὡς ἔμολες αἰανὴς
507τᾷδε γᾷ.
508εὖτε γὰρ ὁ ποντισθεὶς
509Μυρτίλος ἐκοιμάθη,
510παγχρύσων δίφρων
511δυστάνοις αἰκίαις
512πρόρριζος ἐκριφθείς,
513οὔ τί πω
514ἔλειπεν ἐκ τοῦδʼ οἴκου
515πολύπονος αἰκία.
Episode 5
Κλυταιμνήστρα
516ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·
517οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ
518μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·
519νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει
520ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ
521ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
522ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·
523ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
524λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
525πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ
526ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς
527ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·
528ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
529ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
530ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
531τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
532θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
533λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
534εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
535ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;
536ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
537ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
538τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
539πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
540οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
541καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;
542ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων
543ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
544ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
545παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;
546οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
547δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
548φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.
549ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
550δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
551γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
Ἠλέκτρα
552ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι
553λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·
554ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ
555λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.
Κλυταιμνήστρα
556καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους
557ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
Ἠλέκτρα
558καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
559τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,
560εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
561ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν
562πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.
563ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος
564ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·
565ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.
566πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
567παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν
568στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
569ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
570κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
571κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
572τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
573ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις
574ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.
575ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
576ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
577εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
578ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν
579χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;
580ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
581μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
582εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι
583πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
584ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
585εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν
586αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
587ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ
588πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
589καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
590κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.
591πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς
592ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
593αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
594ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
595ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
596ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
597κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν
598ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
599ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
600πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·
601ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
602τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
603ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
604ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,
605ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα
606κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
607εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.
608εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
609σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
Χορός
610ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
611ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
Κλυταιμνήστρα
612ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
613ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
614καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
615χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
Ἠλέκτρα
616εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,
617κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα
618ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
619ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
621αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
Κλυταιμνήστρα
622ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη
623καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
Ἠλέκτρα
624σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
625τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.
Κλυταιμνήστρα
626ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
627τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
Ἠλέκτρα
628ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
629λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
Κλυταιμνήστρα
630οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς
631θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
Ἠλέκτρα
632ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ
633τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
Κλυταιμνήστρα
634ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι
635πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους
636εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
637κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
638κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
639ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
640πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,
641μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
642σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
643ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
644ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
645δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,
646εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
647εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
648καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
649δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
650ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
651δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,
652φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
653εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
654δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
655ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων
656δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
657τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
658ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·
659τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
Παιδαγωγός
660ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
661εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
Χορός
662τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
Παιδαγωγός
663ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ
664κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
Χορός
665μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
Παιδαγωγός
666ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
667ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
Κλυταιμνήστρα
668ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
669πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
Παιδαγωγός
670Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
Κλυταιμνήστρα
671τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
672ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
Παιδαγωγός
673τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
Ἠλέκτρα
674οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
Κλυταιμνήστρα
675τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
Παιδαγωγός
676θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
Ἠλέκτρα
677ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
Κλυταιμνήστρα
678σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,
679τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
Παιδαγωγός
680κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
681κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
682πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
683ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων
684δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
685εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
686δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
687νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
688χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
689οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
690ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
691δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,
692τούτων ἐνεγκὼν πάντα τἀπινίκια
693ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,
694ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
695Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
696καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν
697βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
698κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν
699ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
700εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
701εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
702Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·
703κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων
704ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
705ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
706ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
707ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
708Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
709στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς
710κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
711χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα
712ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
713ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
714κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω
715φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
716φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
717χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
718ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
719ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
720κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων
721ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς
722σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.
723καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
724ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
725πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς
726τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον
727μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·
728κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
729ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο
730ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
Παιδαγωγός
731γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
732ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς
733κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.
734ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων
735πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
736ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
737ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς
738πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
739ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος
740κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
741καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
742ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
743ἔπειτα λύων ἡνίαν ἀριστερὰν
744κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
745παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας
746κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται
747τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
748πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
749στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
750δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
751οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,
752φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ
753σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
754μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
756γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.
757καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
758χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
759φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
760ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
761τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ
762ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,
763μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
Χορός
764φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
Κλυταιμνήστρα
766ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
767ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,
768εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
Παιδαγωγός
769τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
Κλυταιμνήστρα
770δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
771πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
Παιδαγωγός
772μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
Κλυταιμνήστρα
773οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
774εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
775προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
776μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
777ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
778ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
779φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;
780ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας
781ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν
782χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.
783νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου
784πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη
785ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ
786ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που
787τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.
Ἠλέκτρα
788οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
789Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων
790πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;
Κλυταιμνήστρα
791οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.
Ἠλέκτρα
792ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
Κλυταιμνήστρα
793ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
Ἠλέκτρα
794ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
Κλυταιμνήστρα
795οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
Ἠλέκτρα
796πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
Κλυταιμνήστρα
797πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,
798εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
Παιδαγωγός
799οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.
Κλυταιμνήστρα
800ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν
801πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
802ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν
803ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
Ἠλέκτρα
804ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη
805δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
806τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
807ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.
808Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
809ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
810αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
811σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
812κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
813μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη
814καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
815ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ
816φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
817ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
818ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ
819παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
820πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
821τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
822λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.
Choral 6
Strophe 1
Χορός
823ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
825Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
Ἠλέκτρα
826ἒ ἔ, αἰαῖ.
Χορός
827ὦ παῖ, τί δακρύεις;
Ἠλέκτρα
828φεῦ.
Χορός
830μηδὲν μέγʼ ἀΰσῃς.
Ἠλέκτρα
831ἀπολεῖς.
Χορός
832πῶς;
Ἠλέκτρα
833εἰ τῶν φανερῶς οἰχομένων
834εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας
835μᾶλλον ἐπεμβάσει.
Antistrophe 1
Χορός
836οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις
837ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
Ἠλέκτρα
840ἒ ἔ, ἰώ.
Χορός
841πάμψυχος ἀνάσσει.
Ἠλέκτρα
842φεῦ.
Χορός
843φεῦ δῆτʼ· ὀλοὰ γὰρ
Ἠλέκτρα
844ἐδάμη.
Χορός
845ναί.
Ἠλέκτρα
846οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ
847ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,
848φροῦδος ἀναρπασθείς.
Strophe 2
Χορός
849δειλαία δειλαίων κυρεῖς.
Ἠλέκτρα
850κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,
851πανσύρτῳ παμμήνῳ πολλῶν
852δεινῶν στυγνῶν τʼ αἰῶνι.
Χορός
853εἴδομεν ἁθρήνεις.
Ἠλέκτρα
855μή μέ νυν μηκέτι
856παραγάγῃς, ἵνʼ οὐ
Χορός
857τί φής;
Ἠλέκτρα
858πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
859εὐπατριδᾶν ἀρωγαί.
Antistrophe 2
Χορός
860πᾶσι θνατοῖς ἔφυ μόρος.
Ἠλέκτρα
861ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
862οὕτως, ὡς κείνῳ δυστάνῳ,
863τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
Χορός
864ἄσκοπος ἁ λώβα.
Ἠλέκτρα
865πῶς γὰρ οὔκ; εἰ ξένος
866ἄτερ ἐμᾶν χερῶν
Χορός
867παπαῖ.
Ἠλέκτρα
868κέκευθεν, οὔτε του τάφου ἀντιάσας
870οὔτε γόων παρʼ ἡμῶν.
Episode 7
Χρυσόθεμις
871ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
872τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
873φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
874πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
Ἠλέκτρα
875πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
876ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
Χρυσόθεμις
877πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
878κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
Ἠλέκτρα
879ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
880σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
Χρυσόθεμις
881μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
882λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
Ἠλέκτρα
883οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
884τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
Χρυσόθεμις
885ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
886σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
Ἠλέκτρα
887τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
888βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
Χρυσόθεμις
889πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
890τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
Ἠλέκτρα
891σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
Χρυσόθεμις
892καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
893ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
894ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
896πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
897ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
898μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
899ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
900τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ
901πυρᾶς νεώρη βόστρυχον τετμημένον·
902κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι
903ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
904πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
906χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
907καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
908μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
909τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
910κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,
911οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
912ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
913ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ
914τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·
915ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.
916ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
917οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
918νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως
919πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
Ἠλέκτρα
920φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.
Χρυσόθεμις
921τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
Ἠλέκτρα
922οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
Χρυσόθεμις
923πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
Ἠλέκτρα
924τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι
925σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.
Χρυσόθεμις
926οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;
Ἠλέκτρα
927τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.
Χρυσόθεμις
928καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.
Ἠλέκτρα
929κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
Χρυσόθεμις
930οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν
931τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
Ἠλέκτρα
932οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος
933μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
Χρυσόθεμις
934ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους
935τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα
936ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,
937τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.
Ἠλέκτρα
938οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,
939τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
Χρυσόθεμις
940ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
Ἠλέκτρα
941οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.
Χρυσόθεμις
942τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
Ἠλέκτρα
943τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
Χρυσόθεμις
944ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.
Ἠλέκτρα
945ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
Χρυσόθεμις
946ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
Ἠλέκτρα
947ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
948παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
949ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν
950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
951ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ
952θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας
953φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·
954νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,
955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
956ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
957Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.
958ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων
959βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
961πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
962ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
963καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως
964τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ
965Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος
966βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
967ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
968πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
969θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·
970ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα
971καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
972τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
973λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
974σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
975τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
976τοιοῖσδʼ…
977ἴδ…
The complete text is available when the reading interface loads.