Φιλοκτήτης
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg006.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ὀδυσσεύς
1ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
2Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη,
3ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
4Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
5Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε,
6ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
7νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
8ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
9παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις
10κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
11βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
12λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
13μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν
14σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ.
15ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν
16σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα
17τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ
18πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον
19διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·
20βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν
21ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
22ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ
23χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,
24ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
25ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.
Νεοπτόλεμος
26ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
27δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
28ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεμος
29τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
30ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
Νεοπτόλεμος
31ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
32οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεμος
33στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
34τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον;
Νεοπτόλεμος
35αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος
36τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε.
Ὀδυσσεύς
37κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτόλεμος
38ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται
39ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
40ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
41κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
42κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
43ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν
44ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
46μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
47ἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
48ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
49σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
50Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας
51γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
52ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
53κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεμος
54τί δῆτʼ ἄνωγας;
Ὀδυσσεύς
54aτὴν Φιλοκτήτου σε δεῖ
55ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.
56ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
57λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·
58πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
59στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
60οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
61μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,
62οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
63ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
64ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν
65θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.
66τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει
67μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
68εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
69οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
70ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία
71πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
72σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ
73οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
74ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.
75ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
76ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
77ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
78ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
79ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
80τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
81ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
82τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.
83νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
84δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
85κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
Νεοπτόλεμος
86ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
87Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
88ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
89οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.
90ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν
91καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
92ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
93πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
94προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς
95δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.
Ὀδυσσεύς
96ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
97γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·
98νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
99τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.
Νεοπτόλεμος
100τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
Ὀδυσσεύς
101λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεμος
102τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν;
Ὀδυσσεύς
103οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.
Νεοπτόλεμος
104οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
105ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον.
Νεοπτόλεμος
106οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;
Ὀδυσσεύς
107οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.
Νεοπτόλεμος
108οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Ὀδυσσεύς
109οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεμος
110πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
Ὀδυσσεύς
111ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεμος
112κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Ὀδυσσεύς
113αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτόλεμος
114οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;
Ὀδυσσεύς
115οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ.
Νεοπτόλεμος
116θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.
Ὀδυσσεύς
117ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.
Νεοπτόλεμος
118ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Ὀδυσσεύς
119σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.
Νεοπτόλεμος
120ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
Ὀδυσσεύς
121ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτόλεμος
122σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
123σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου,
124ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
125καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
126καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
127κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
128τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
129μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
130οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
131δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
132ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
133Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
134Νίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί.
Choral 2
Strophe 1
Χορός
135τί χρὴ τί χρή με, δέσποτʼ, ἐν ξένᾳ ξένον
136στέγειν ἢ τί λέγειν πρὸς ἄνδρʼ ὑπόπταν;
137φράζε μοι. τέχνα γὰρ
138τέχνας ἑτέρας προύχει
139καὶ γνώμα παρʼ ὅτῳ τὸ θεῖον
140Διὸς σκῆπτρον ἀνάσσεται.
141σὲ δʼ, ὦ τέκνον, τόδʼ ἐλήλυθεν
142πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε
143τί σοι χρεὼν ὑπουργεῖν.
Anapests 2
Νεοπτόλεμος
144νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς
145προσιδεῖν ἐθέλεις ὅντινα κεῖται,
146δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ
147δεινὸς ὁδίτης, τῶνδʼ οὑκ μελάθρων
148πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν
149πειρῶ τὸ παρὸν θεραπεύειν.
Antistrophe 1
Χορός
150μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,
151φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ·
152νῦν δέ μοι λέγʼ, αὐλὰς
153ποίας ἔνεδρος ναίει
154καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι
155μαθεῖν οὐκ ἀποκαίριον,
156μὴ προσπεσών με λάθῃ ποθέν·
157τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον,
158ἔναυλον ἢ θυραῖον;
Anapests 4
Νεοπτόλεμος
159οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον
160πετρίνης κοίτης.
Χορός
161ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;
Νεοπτόλεμος
162δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ
163στίβον ὀγμεύει τῇδε πέλας που.
164ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
165λόγος ἐστὶ φύσιν, θηροβολοῦντα
166πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
167οὐδέ τινʼ αὐτῷ
168παιῶνα κακῶν ἐπινωμᾶν.
Strophe 2
Χορός
169οἰκτίρω νιν ἔγωγʼ, ὅπως,
170μή του κηδομένου βροτῶν
171μηδὲ ξύντροφον ὄμμʼ ἔχων,
172δύστανος, μόνος ἀεί,
173νοσεῖ μὲν νόσον ἀγρίαν,
174ἀλύει δʼ ἐπὶ παντί τῳ
175χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει;
176ὦ παλάμαι θεῶν,
177ὦ δύστανα γένη βροτῶν,
178οἷς μὴ μέτριος αἰών.
Antistrophe 2
Χορός
180οὗτος πρωτογόνων ἴσως
181οἴκων οὐδενὸς ὕστερος,
182πάντων ἄμμορος ἐν βίῳ
183κεῖται μοῦνος ἀπʼ ἄλλων,
184στικτῶν ἢ λασίων μετὰ
185θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ
186λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί-
187α δʼ ἀθυρόστομος
188Ἀχὼ τηλεφανὴς πικραῖς
190οἰμωγαῖς ὑπακούει.
Anapests 7
Νεοπτόλεμος
191οὐδὲν τούτων θαυμαστὸν ἐμοί·
192θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
193καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
194τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
195καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,
196οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ
197τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ
198τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
199πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται
200χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι.
Strophe 3
Χορός
201εὔστομʼ ἔχε, παῖ.
Νεοπτόλεμος
201aτί τόδε;
Χορός
201bπρουφάνη κτύπος,
202φωτὸς σύντροφος ὡς τειρομένου του,
203ἤ που τῇδʼ ἢ τῇδε τόπων.
205βάλλει βάλλει μʼ ἐτύμα
206φθογγά του στίβον κατʼ ἀνάγκαν
207ἕρποντος, οὐδέ με λάθει
208βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ.
Antistrophe 3
Χορός
210ἀλλʼ ἔχε, τέκνον,
Νεοπτόλεμος
211λέγʼ ὅ τι.
Χορός
212φροντίδας νέας.
213ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ,
214οὐ μολπὰν σύριγγος ἔχων,
215ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκας
216βοᾷ τηλωπὸν ἰωάν,
217ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν.
Episode 3
Φιλοκτήτης
219ἰὼ ξένοι,
220τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας
221κατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην;
222ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ
223τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
224στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
225φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ
226δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον,
227ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
228ἔρημον ὧδε κἄφιλον κακούμενον,
229φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε.
230ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ
231ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ.
Νεοπτόλεμος
232ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
233Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
Φιλοκτήτης
234ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
235πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
236τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
237χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
238γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ.
Νεοπτόλεμος
239ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
240Σκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς
241Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.
Φιλοκτήτης
242ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
243ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
244στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
Νεοπτόλεμος
245ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.
Φιλοκτήτης
246πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτης
247ἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
Νεοπτόλεμος
248ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
Φιλοκτήτης
249ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς;
Νεοπτόλεμος
250πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε;
Φιλοκτήτης
251οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
252ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
Νεοπτόλεμος
253ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς.
Φιλοκτήτης
254ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
255οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε
256μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
257ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
258γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος
259ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
260ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
261ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
262τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
263ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
264δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
265ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ
266νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
267πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·
268ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
269ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας
270Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
271τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου
272εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
273λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ
274ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
275ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.
276σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς
277αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
278ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;
279ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
280πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,
281οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου
282κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
283ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
284τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
Φιλοκτήτης
285ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
286κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον
287διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
288τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους
289βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι
290νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
291εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
292πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,
293καί που πάγου χυθέντος, οἷα χείματι,
294ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας
295ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
296ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
297ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.
298οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
299πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
300φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
301ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
302οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων
303ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
304οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
305τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
306ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·
307οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
308ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
309προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
310ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει,
311σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας
312ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
313κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
314τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,
315ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ
316δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.
Χορός
317ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
318ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
319ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
320ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
321ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.
Φιλοκτήτης
322ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
323ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτόλεμος
324θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
325ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι
326χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτήτης
327εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
328χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεμος
329ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,
330ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.
331ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
332οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
333πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;
Νεοπτόλεμος
334τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,
335τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
Φιλοκτήτης
336ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
337ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
338πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτόλεμος
339οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,
340ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
Φιλοκτήτης
341ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον
342αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.
Νεοπτόλεμος
343ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
344δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
345λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,
346ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο
347πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.
348ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν
349χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
350μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
351ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
352ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
353εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.
354ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
355κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
356κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς
357ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν
358τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.
359κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος
360ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
361ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
362τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.
363οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·
364ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι
365πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ
366ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
367κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
368ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·
369ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι
370δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
371ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
372ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·
373ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.
374κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
375τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
376εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.
377ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
378δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·
379οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·
380καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
381οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
382τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ
383πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
384πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
385κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·
386πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
387στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν
388διδασκάλων λόγοισι γίγνονται κακοί.
389λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν
390ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.
Choral 4
Strophe 1
Χορός
391ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,
392ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
395σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν,
396ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει,
397ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
400ἰὼ μάκαιρα ταυροκτόνων
401λεόντων ἔφεδρε, τῷ Λαρτίου
402σέβας ὑπέρτατον.
Episode 5
Φιλοκτήτης
403ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
404λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
405καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι
406ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
407ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
408γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς
409μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν
411Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.
Νεοπτόλεμος
412οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτε
413ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
414πῶς εἶπας; ἀλλʼ ἦ χοὖτος οἴχεται θανών;
Νεοπτόλεμος
415ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.
Φιλοκτήτης
416οἴμοι τάλας. ἀλλʼ οὐχ ὁ Τυδέως γόνος
417οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
418οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτόλεμος
419οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα
420θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
Φιλοκτήτης
421τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός,
422Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
423κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεμος
424κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
Φιλοκτήτης
426οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ
427ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.
428φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν
429τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα
430χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
Νεοπτόλεμος
431σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
432γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.
Φιλοκτήτης
433φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
434Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτόλεμος
435χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ
436τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν
437αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
438ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε
439ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
440γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
Νεοπτόλεμος
441ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;
Φιλοκτήτης
442οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
443ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου
444μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;
Νεοπτόλεμος
445οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.
Φιλοκτήτης
446ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,
447ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
448καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
449χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
450δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.
451ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν
452τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτόλεμος
453ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
454τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον
455καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
456ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
457κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
458τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
459ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
460ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
461νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
462χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
463νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
464ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς
465πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.
Φιλοκτήτης
466ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτόλεμος
466aκαιρὸς γὰρ καλεῖ
467πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.
Φιλοκτήτης
468πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,
469πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,
470ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,
471ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς
472ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
473ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
474ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
475ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι
476τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
477σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,
478δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
479ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
480ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
481τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,
482εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
483ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
484νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
485πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν
486ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς
487ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
488ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων
489ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
490κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
491Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον
492Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,
493ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ
494μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
495ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
496αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.
497ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,
498ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος
499ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.
500νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον
501ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν
502ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
503κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
504χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν,
505χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον
506σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
Choral 6
Antistrophe 1
Χορός
507οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων
508ἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
510εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
511ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος
515μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
516ἐπʼ εὐστόλου ταχείας νεὼς
517πορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶν
518νέμεσιν ἐκφυγών.
Episode 7
Νεοπτόλεμος
519ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
520ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
521τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
522ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ
523τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεμος
524ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον
525ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
526ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
527χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
528μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
529ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτήτης
530ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ,
531φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
532ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
533ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
534ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
535ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.
536οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν
537ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
538ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορός
539ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
540ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους,
541χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Ἔμπορος
542Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
543ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
544ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
545ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
546τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
547πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
548ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
549Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
550σοὶ πάντες εἶεν συννεναυστοληκότες,
551ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
552τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
553οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
554ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
555βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,
556ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
Νεοπτόλεμος
557ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
558εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
559φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι
560νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.
Ἔμπορος
561φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
562Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεμος
563ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;
Ἔμπορος
564οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
Νεοπτόλεμος
565ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται
566οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔμπορος
567ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
Νεοπτόλεμος
568πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
569πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;
Ἔμπορος
570κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖς
571ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ.
Νεοπτόλεμος
572πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔμπορος
573ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον
574τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτόλεμος
575ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.
Ἔμπορος
576μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος
577ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
578τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
579διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης;
Νεοπτόλεμος
580οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν
581εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
Ἔμπορος
582ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
583λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο
584δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης.
Νεοπτόλεμος
585ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
586φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ.
587δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων
588κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας.
Ἔμπορος
589ὅρα τί ποιεῖς, παῖ.
Νεοπτόλεμος
589aσκοπῶ κἀγὼ πάλαι.
Ἔμπορος
590σὲ θήσομαι τῶνδʼ αἴτιον.
Νεοπτόλεμος
590aποιοῦ λέγων.
Ἔμπορος
591λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,
592ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία,
593διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
594πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
595καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
596Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
597τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεμος
598τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
599τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
600ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
601τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία
602καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;
Ἔμπορος
603ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,
604πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο
606Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
607ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη
608δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων
609ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
610ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν
611καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε
612πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
613ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.
614καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος
615τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο
616τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
617οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,
618εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα
619τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
621καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
622οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
623ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
624πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
625πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
Ἔμπορος
626οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ
627ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτήτης
628οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου
629ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς
630δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;
631οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
632κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.
633ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
634τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
635ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
636πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
637ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου
638λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
639οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
640τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
Φιλοκτήτης
641ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
642οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.
Φιλοκτήτης
643οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,
644ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
645ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
646ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.
Φιλοκτήτης
647ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεμος
648τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτήτης
649φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ
650κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.
Νεοπτόλεμος
651ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
652εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον
653παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτόλεμος
654ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;
Φιλοκτήτης
655ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.
Νεοπτόλεμος
656ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
657καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;
Φιλοκτήτης
658σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
659ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτόλεμος
660καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·
661εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.
Φιλοκτήτης
662ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,
663ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος
664μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,
665ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
666ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
667θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
668καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
669ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·
670εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.
Νεοπτόλεμος
671οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·
672ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
673παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
674καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ
675νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
Choral 8
Strophe 1
Χορός
676λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα,
677τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
680κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·
681ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ
682τοῦδʼ ἐχθίονι συντυχόντα
683θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας,
685ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ,
686ὤλλυθʼ ὧδʼ ἀναξίως.
687τόδε τοι θαῦμά μʼ ἔχει,
688πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,
690πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν·
Antistrophe 1
Χορός
691ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,
692οὐδέ τινʼ ἐγχώρων κακογείτονα,
693παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν·
696ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων
697ἐνθήρου ποδὸς ἠπίοισι
698φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,
700φορβάδος ἐκ γαίας ἑλών·
701εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ
702τότʼ ἂν εἰλυόμενος
703παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ-
705χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα·
Strophe 2
Χορός
707οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
708αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί,
710πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων
711πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
712ὦ μελέα ψυχά,
713ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
716λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ,
717ἀεὶ προσενώμα.
Antistrophe 2
Χορός
718νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
720εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·
721ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
722πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
725Μαλιάδων νυμφᾶν
726Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς
727πλάθει πατρὸς θείῳ πυρὶ παμφαής,
728Οἴτας ὑπὲρ ὄχθων.
Episode 9
Νεοπτόλεμος
730ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς
731λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει;
Φιλοκτήτης
732ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
733τί δʼ ἔστιν;
Φιλοκτήτης
733aοὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον.
Νεοπτόλεμος
734μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
Φιλοκτήτης
735οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί.
Νεοπτόλεμος
736τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς;
Φιλοκτήτης
737σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
740τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει
741σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
Φιλοκτήτης
742ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
743κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται
744διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.
745ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,
746ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
747πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
748ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
749ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ.
Νεοπτόλεμος
751τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
752τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτήτης
753οἶσθʼ, ὦ τέκνον;
Νεοπτόλεμος
753aτί δʼ ἔστιν;
Φιλοκτήτης
753bοἶσθʼ, ὦ παῖ;
Νεοπτόλεμος
753cτί σοί;
754οὐκ οἶδα.
Φιλοκτήτης
754aπῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτόλεμος
755δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
Φιλοκτήτης
756δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με.
Νεοπτόλεμος
757τί δῆτα δράσω;
Φιλοκτήτης
757aμή με ταρβήσας προδῷς·
758ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
759ὡς ἐξεπλήσθη.
Νεοπτόλεμος
759aἰὼ ἰὼ δύστηνε σύ,
760δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
761βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτήτης
762μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼν
763τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ
765τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
766σῷζʼ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
767ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
768κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼν
769ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
770μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι
771ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ
772κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα
773κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτόλεμος
774θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται
775πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.
Φιλοκτήτης
776ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον
777μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως
778ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.
Νεοπτόλεμος
779ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
780πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
781θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
Φιλοκτήτης
782ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.
783στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ
784κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
785παπαῖ, φεῦ.
786παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.
787προσέρπει,
788προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας.
789ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
790ἀτταταῖ.
791ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
792στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
793παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται,
794Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ
795τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.
796ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
797οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
798ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
800τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ
801ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
802τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,
803ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
805τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;
Νεοπτόλεμος
806ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
Φιλοκτήτης
807ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι
808ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.
809ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.
Νεοπτόλεμος
810θάρσει, μενοῦμεν.
Φιλοκτήτης
810aἦ μενεῖς;
Νεοπτόλεμος
810bσαφῶς φρόνει.
Φιλοκτήτης
811οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον.
Νεοπτόλεμος
812ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
Φιλοκτήτης
813ἔμβαλλε χειρὸς πίστιν.
Νεοπτόλεμος
813aἐμβάλλω μενεῖν.
Φιλοκτήτης
814ἐκεῖσε νῦν μʼ, ἐκεῖσε
Νεοπτόλεμος
814aποῖ λέγεις;
Φιλοκτήτης
814bἄνω
Νεοπτόλεμος
815τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
Φιλοκτήτης
816μέθες μέθες με.
Νεοπτόλεμος
816aποῖ μεθῶ;
Φιλοκτήτης
816bμέθες ποτέ.
Νεοπτόλεμος
817οὔ φημʼ ἐάσειν.
Φιλοκτήτης
817aἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτόλεμος
818καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτήτης
819ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω
820τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ.
Νεοπτόλεμος
821τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
822ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
823ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
824μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς
825αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι,
826ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
Choral 10
Strophe 1
Χορός
827Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων,
828εὐαὲς ἡμῖν ἔλθοις,
829εὐαίων εὐαίων, ὦναξ·
830ὄμμασι δʼ ἀντίσχοις
831τάνδʼ αἴγλαν, ἃ τέταται τανῦν.
832ἴθι ἴθι μοι παιών.
833ὦ τέκνον, ὅρα ποῦ στάσει,
834ποῖ δέ μοι τἀνθένδε βάσει,
835φροντίδος. ὁρᾷς ἤδη.
836πρὸς τί μενοῦμεν πράσσειν;
837καιρός τοι πάντων γνώμαν ἴσχων
838πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.
Hexameter 2
Νεοπτόλεμος
839ἀλλʼ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δʼ ὁρῶ οὕνεκα θήραν
840τήνδʼ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες.
841τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.
842κομπεῖν δʼ ἔστʼ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
Antistrophe 1
Χορός
843ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·
844ὧν δʼ ἂν ἀμείβῃ μʼ αὖθις,
845βαιάν μοι, βαιάν, ὦ τέκνον,
846πέμπε λόγων φάμαν·
847ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
848ὕπνος ἄϋπνος λεύσσειν.
849ἀλλʼ ὅτι δύνᾳ μάκιστον
850κεῖνο δή μοι κεῖνο λάθρᾳ
851ἐξιδοῦ ὅπᾳ πράξεις.
852οἶσθα γὰρ ἃν αὐδῶμαι,
853εἰ ταύταν τούτων γνώμαν ἴσχεις,
854μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
Epode 4
Χορός
855οὖρός τοι, τέκνον, οὖρος·
856ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχων
857ἀρωγὰν ἐκτέταται νύχιος,
858ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼ
860οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,
861ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.
862ὅρα, βλέπʼ εἰ καίρια
863φθέγγει· τὸ δʼ ἁλώσιμον
863bἐμᾷ φροντίδι, παῖ,
864πόνος ὁ μὴ φοβῶν κράτιστος.
Episode 11
Νεοπτόλεμος
865σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν·
866κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
Φιλοκτήτης
867ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων
868ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
869οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ,
870τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα
871μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
872οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως
873οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
874ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
875ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ
876ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
877καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
878λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
879σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
880ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,
881ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτόλεμος
882ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα
883ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·
884ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου
885πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
886νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
887οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
888ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.
Φιλοκτήτης
889αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·
890τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
891ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
892ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτόλεμος
893ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
894θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.
Νεοπτόλεμος
895παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε;
Φιλοκτήτης
896τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;
Νεοπτόλεμος
897οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
Φιλοκτήτης
898ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.
Νεοπτόλεμος
899ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτήτης
900οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
901ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;
Νεοπτόλεμος
902ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
903ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
Φιλοκτήτης
904ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
905δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν.
Νεοπτόλεμος
906αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
907οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.
Νεοπτόλεμος
908ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
909κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;
Φιλοκτήτης
910ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν,
911προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτόλεμος
912λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ
913πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
914τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
Νεοπτόλεμος
915οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
916πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
917οἴμοι, τί εἶπας;
Νεοπτόλεμος
917aμὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτήτης
918ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεμος
919σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ
920ξὺν σοὶ τὰ Τροίας πεδία…
Φιλ…
The complete text is available when the reading interface loads.