The Greek Library Author

Sophocles

Οἰδίπους ἐπὶ Κολωνῷ

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg007.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Οἰδίπους

1τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας

2χώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν;

3τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραν

4τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;

5σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτι

6μεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί·

7στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν

8μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.

9ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις

10ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,

11στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα

12ὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν

13ξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν.

Ἀντιγόνη

14πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳ

15πόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω·

16χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύων

17δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼ

18εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες·

19οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου·

20μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.

Οἰδίπους

21κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

Ἀντιγόνη

22χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε.

Οἰδίπους

23ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν;

Ἀντιγόνη

24τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.

Οἰδίπους

25πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων.

Ἀντιγόνη

26ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;

Οἰδίπους

27ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος.

Ἀντιγόνη

28ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν

29οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.

Οἰδίπους

30ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;

Ἀντιγόνη

31καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν

32εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.

Οἰδίπους

33ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ

34αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος

35σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—

Ξένος

36πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας

37ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.

Οἰδίπους

38τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;

Ξένος

39ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι

40θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.

Οἰδίπους

41τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;

Ξένος

42τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν

43εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.

Οἰδίπους

44ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·

45ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.

Ξένος

46τί δʼ ἐστὶ τοῦτο;

Οἰδίπους

46aξυμφορᾶς ξύνθημʼ ἐμῆς.

Ξένος

47ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως

48δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.

Οἰδίπους

49πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,

50τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.

Ξένος

51σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.

Οἰδίπους

52τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;

Ξένος

53ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·

54χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν

55σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς

56Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,

57χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,

58ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι

59τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν

60ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα

61τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.

62τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις

63τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.

Οἰδίπους

64ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;

Ξένος

65καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.

Οἰδίπους

66ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;

Ξένος

67ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.

Οἰδίπους

68οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;

Ξένος

69Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.

Οἰδίπους

70ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;

Ξένος

71ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;

Οἰδίπους

72ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.

Ξένος

73καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;

Οἰδίπους

74ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.

Ξένος

75οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ

76γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,

77αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ

78τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις

79λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι

80εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.

Οἰδίπους

81ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;

Ἀντιγόνη

82βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,

83ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.

Οἰδίπους

84ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας

85πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ,

86Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες,

87ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά,

88ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,

89ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν

90σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,

91ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,

92κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,

93ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν·

94σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα,

95ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,

96ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν

97οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν

98ἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτε

99πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν,

100νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην

101βάθρον τόδʼ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,

102βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότε

103πέρασιν ἤδη καὶ καταστροφήν τινα,

104εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ

105μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.

106ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,

107ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναι

108πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,

109οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιον

110εἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας.

Ἀντιγόνη

111σίγα· πορεύονται γὰρ οἵδε δή τινες

112χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.

Οἰδίπους

113σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδα

114κρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθω

115τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν

116ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.

Choral 2

Strophe 1

Χορός

117ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;

118ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων

120ὁ πάντων ἀκορέστατος;

121προσδέρκου λεῦσσέ νιν,

122προσπεύθου πανταχῇ.

123πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ

125ἔγχωρος· προσέβα γὰρ οὐκ

126ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς

127τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,

128ἃς τρέμομεν λέγειν

130καὶ παραμειβόμεσθʼ ἀδέρκτως,

131ἀφώνως, ἀλόγως τὸ τᾶς.

132εὐφάμου στόμα φροντίδος

133ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν

134λόγος οὐδὲν ἅζονθʼ,

135ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω

136δύναμαι τέμενος

137γνῶναι ποῦ μοί ποτε ναίει.

Οἰδίπους

138ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,

139τὸ φατιζόμενον.

Χορός

140ἰὼ ἰώ,

141δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.

Οἰδίπους

142μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.

Χορός

143Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;

Οἰδίπους

144οὐ πάνυ μοίρας εὐδαιμονίσαι

145πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.

146δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις

147ὄμμασιν εἷρπον

148κἀπὶ σμικροῖς μέγας ὥρμουν.

Antistrophe 1

Χορός

149ἐή, ἀλαῶν ὀμμάτων

150ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων

151μακραίων γʼ, ὅσʼ ἐπεικάσαι.

152ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ

153προσθήσει τάσδʼ ἀράς.

155περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ-

156φθέγκτῳ μὴ προπέσῃς νάπει

157ποιάεντι, κάθυδρος οὗ

158κρατὴρ μειλιχίων ποτῶν

160ῥεύματι συντρέχει,

161τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι;

162μετάσταθʼ ἀπόβαθι. πολ-

163λὰ κέλευθος ἐρατύει·

165κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα;

166λόγον εἴ τινʼ οἴσεις

167πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,

168ἵνα πᾶσι νόμος,

169φώνει· πρόσθεν δʼ ἀπερύκου.

Οἰδίπους

170θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;

Ἀντιγόνη

171ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,

172εἴκοντας ἃ δεῖ κἀκούοντας.

Οἰδίπους

173πρόσθιγέ νύν μου.

Ἀντιγόνη

173aψαύω καὶ δή.

Οἰδίπους

174ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶ

175πιστεύσας καὶ μεταναστάς.

Strophe 2

Χορός

176οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων,

177ὦ γέρον, ἄκοντά τις ἄξει.

Οἰδίπους

178ἔτʼ οὖν;

Χορός

178aἔτι βαῖνε πόρσω.

Οἰδίπους

179ἔτι;

Χορός

180προβίβαζε, κούρα,

181πόρσω· σὺ γὰρ ἀΐεις.

Ἀντιγόνη

Οἰδίπους

Ἀντιγόνη

182ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω.

Οἰδίπους

Χορός

184τόλμα ξεῖνος ἐπὶ ξένης,

185ὦ τλάμων, ὅ τι καὶ πόλις

186τέτροφεν ἄφιλον ἀποστυγεῖν

187καὶ τὸ φίλον σέβεσθαι.

Οἰδίπους

188ἄγε νυν σύ με, παῖ,

189ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες

190τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν,

191καὶ μὴ χρείᾳ πολεμῶμεν.

Antistrophe 2

Χορός

192αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.

Οἰδίπους

193οὕτως;

Χορός

193aἅλις, ὡς ἀκούεις.

Οἰδίπους

195ἦ ἑσθῶ;

Χορός

195aλέχριός γʼ ἐπʼ ἄκρου

196λᾶος βραχὺς ὀκλάσας.

Ἀντιγόνη

197πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ

Οἰδίπους

198ἰώ μοί μοι.

Ἀντιγόνη

199βάσει βάσιν ἅρμοσαι,

200γεραὸν ἐς χέρα σῶμα σὸν

201προκλίνας φιλίαν ἐμάν.

Οἰδίπους

202ὤμοι δύσφρονος ἄτας.

Χορός

203ὦ τλάμων, ὅτε νῦν χαλᾷς,

204αὔδασον, τίς ἔφυς βροτῶν;

205τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂν

206σοῦ πατρίδʼ ἐκπυθοίμαν;

Epode 5

Οἰδίπους

207ὦ ξένοι,

208ἀπόπτολις· ἀλλὰ μὴ

Χορός

209τί τόδʼ ἀπεννέπεις, γέρον;

Οἰδίπους

210μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι,

211μηδʼ ἐξετάσῃς πέρα ματεύων.

Χορός

212τί τόδʼ;

Οἰδίπους

212aαἰνὰ φύσις.

Χορός

212bαὔδα.

Οἰδίπους

213τέκνον, ὤμοι, τί γεγώνω;

Χορός

214τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν.

Οἰδίπους

215ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;

Ἀντιγόνη

216λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις.

Οἰδίπους

217ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.

Χορός

218μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.

Οἰδίπους

220Λαΐου ἴστε τινʼ;

Χορός

220aὢ ἰοὺ ἰού.

Οἰδίπους

221τό τε Λαβδακιδᾶν γένος;

Χορός

221aὦ Ζεῦ.

Οἰδίπους

222ἄθλιον Οἰδιπόδαν;

Χορός

222aσὺ γὰρ ὅδʼ εἶ;

Οἰδίπους

223δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.

Χορός

224ἰὼ ὢ ὤ.

Οἰδίπους

224aδύσμορος.

Χορός

224bὢ ὤ.

Οἰδίπους

225θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;

Χορός

226ἔξω πόρσω βαίνετε χώρας.

Οἰδίπους

227ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις,

Χορός

228οὐδενὶ μοιριδία τίσις ἔρχεται

230ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά-

231ταις ἑτέραις ἑτέρα παραβαλλομέ-

232να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-

233χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος

234αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,

235μή τι πέρα χρέος

236ἐμᾷ πόλει προσάψῃς.

Ἀντιγόνη

237ὦ ξένοι

238αἰδόφρονες, ἀλλʼ ἐπεὶ

239γεραὸν πατέρα τόνδʼ ἐμὸν

240οὐκ ἀνέτλατʼ, ἔργων

241ἀκόντων ἀΐοντες αὐδάν,

242ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃ

243πατρὸς ὑπὲρ τοὐμοῦ μόνου

244ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα

245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος

246ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον

247αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ

248κείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·

250πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,

251ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·

252οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,

253εἰ θεὸς ἄγοι,

253bἐκφυγεῖν δύναιτο.

Episode 3

Χορός

254ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου

255οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·

256τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν

257φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.

Οἰδίπους

258τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς

259μάτην ῥεούσης ὠφέλημα γίγνεται,

260εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας

261εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον

262σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;

263κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων

264ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,

265ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε

266σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου

267πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,

268εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,

269ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς

270ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,

271ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν

272ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;

273νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,

274ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.

275ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,

276ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,

277καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς

278μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ

279βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,

280βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του

281μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.

282ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας

283ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,

284ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,

285ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα

286τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,

287ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων

288ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος

289παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,

290τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ

291μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.

Χορός

292ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα

293πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ

294οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς

295ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.

Οἰδίπους

296καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;

Χορός

297πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,

298ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.

Οἰδίπους

299ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν

300ἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας;

Χορός

301καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.

Οἰδίπους

302τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;

Χορός

303μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη

304φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,

305θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν

306ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς

307εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.

Οἰδίπους

308ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει

309ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;

Ἀντιγόνη

310ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;

Οἰδίπους

311τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;

Ἀντιγόνη

311aγυναῖχʼ ὁρῶ

312στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ

313πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς

314κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.

315τί φῶ;

316ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;

317καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.

318τάλαινα.

319οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων

320σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι

321μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.

Οἰδίπους

322πῶς εἶπας, ὦ παῖ;

Ἀντιγόνη

322aπαῖδα σήν, ἐμὴν δʼ ὁρᾶν

323ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.

Ἰσμήνη

324ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ

325ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις

326εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.

Οἰδίπους

327ὦ τέκνον, ἥκεις;

Ἰσμήνη

327aὦ πάτερ δύσμοιρʼ ὁρᾶν.

Οἰδίπους

328τέκνον, πέφηνας;

Ἰσμήνη

328aοὐκ ἄνευ μόχθου γέ μοι.

Οἰδίπους

329πρόσψαυσον, ὦ παῖ.

Ἰσμήνη

329aθιγγάνω δυοῖν ὁμοῦ.

Οἰδίπους

330ὦ σπέρμʼ ὅμαιμον.

Ἰσμήνη

330aὦ δυσάθλιαι τροφαί.

Οἰδίπους

331ἦ τῆσδε κἀμοῦ;

Ἰσμήνη

331aδυσμόρου τʼ ἐμοῦ τρίτης.

Οἰδίπους

332τέκνον, τί δʼ ἦλθες;

Ἰσμήνη

332aσῇ, πάτερ, προμηθίᾳ.

Οἰδίπους

333πότερα πόθοισι;

Ἰσμήνη

333aκαὶ λόγων γʼ αὐτάγγελος,

334ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.

Οἰδίπους

335οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;

Ἰσμήνη

336εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.

Οἰδίπους

337ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις

338φύσιν κατεικασθέντε καὶ βίου τροφάς·

339ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας

340θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι

341τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.

342σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,

343κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,

344σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ

345ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας

346τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,

347ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη

348γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν

349ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,

350πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν

351μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς

352οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.

353σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ

354μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,

355ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου

356πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·

357νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ

358φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;

359ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς

360ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.

Ἰσμήνη

361ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,

362ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,

363παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι

364πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.

365ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ

366νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.

367πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε

368θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,

369λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,

370οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·

371νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς

372εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,

373ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.

374χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς

375τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων

376ἀποστερίσκει, κἀξελήλακεν πάτρας.

377ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος,

378τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει

379κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους

380ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον

381τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.

382ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,

383ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ

384πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.

Οἰδίπους

385ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς

386ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;

Ἰσμήνη

387ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.

Οἰδίπους

388ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;

Ἰσμήνη

389σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ

390θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.

Οἰδίπους

391τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;

Ἰσμήνη

392ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.

Οἰδίπους

393ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;

Ἰσμήνη

394νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.

Οἰδίπους

395γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.

Ἰσμήνη

396καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν

397ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.

Οἰδίπους

398ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.

Ἰσμήνη

399ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως

400κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.

Οἰδίπους

401ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;

Ἰσμήνη

402κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.

Οἰδίπους

403κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.

Ἰσμήνη

404τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας

405χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.

Οἰδίπους

406ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;

Ἰσμήνη

407ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.

Οἰδίπους

408οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.

Ἰσμήνη

409ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.

Οἰδίπους

410ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;

Ἰσμήνη

411τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.

Οἰδίπους

412ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;

Ἰσμήνη

413ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.

Οἰδίπους

414καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;

Ἰσμήνη

415ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.

Οἰδίπους

416παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;

Ἰσμήνη

417ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.

Οἰδίπους

418κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος

419τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;

Ἰσμήνη

420ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.

Οἰδίπους

421ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην

422ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος

423αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,

424ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·

425ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει

426μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν

427ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ

428οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον

429οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος

430αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.

431εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε

432πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.

433οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,

434ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι

435τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,

436οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·

437χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,

438κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι

439μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,

440τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ

441ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,

442οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν

443οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν

444φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.

445ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις

446δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου

447καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·

448τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους

449καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.

450ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,

451οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ

452ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε

453μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ

454παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.

455πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ

456μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.

457ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ

458προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς

459ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν

460σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.

Χορός

461ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,

462αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς

463σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,

464παραινέσαι σοι βούλομαι τὰ σύμφορα.

Οἰδίπους

465ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.

Χορός

466θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς

467τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.

Οἰδίπους

468τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.

Χορός

469πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς

470κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.

Οἰδίπους

471ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;

Χορός

472κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,

473ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.

Οἰδίπους

474θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;

Χορός

475οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.

Οἰδίπους

476εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;

Χορός

477χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.

Οἰδίπους

478ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;

Χορός

479τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.

Οἰδίπους

480τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.

Χορός

481ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.

Οἰδίπους

482ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;

Χορός

483τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν

484τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.

Οἰδίπους

485τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.

Χορός

486ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν

487στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,

488αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,

489ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·

490ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι

491δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·

492ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.

Οἰδίπους

493ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;

Ἀντιγόνη

494ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.

Οἰδίπους

495ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν

496τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·

497σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.

498ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν

499ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.

500ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με

501μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας

502ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.

Ἰσμήνη

503ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα

504χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.

Χορός

505τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του

506σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.

Ἰσμήνη

507χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε

508φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ

509οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.

Choral 4

Strophe 1

Χορός

510δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·

511ὅμως δʼ ἔραμαι πυθέσθαι

Οἰδίπους

512τί τοῦτο;

Χορός

513τᾶς δειλαίας ἀπόρου φανείσας

514ἀλγηδόνος, ᾇ ξυνέστας.

Οἰδίπους

515μὴ πρὸς ξενίας ἀνοίξῃς

516τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.

Χορός

517τό τοι πολὺ καὶ μηδαμὰ λῆγον

518χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.

Οἰδίπους

519ὤμοι.

Χορός

519aστέρξον, ἱκετεύω.

Οἰδίπους

519bφεῦ φεῦ.

Χορός

520πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.

Antistrophe 1

Οἰδίπους

521ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,

522θεὸς ἴστω,

523τούτων δʼ αὐθαίρετον οὐδέν.

Χορός

524ἀλλʼ ἐς τί;

Οἰδίπους

525κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδριν

526γάμων ἐνέδησεν ἄτᾳ.

Χορός

527ἦ ματρόθεν, ὡς ἀκούω,

528δυσώνυμα λέκτρʼ ἐπλήσω;

Οἰδίπους

529ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν,

530ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲν

Χορός

531πῶς φῄς;

Οἰδίπους

532παῖδε, δύο δʼ ἄτα

Χορός

533ὦ Ζεῦ.

Οἰδίπους

534ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.

Strophe 2

Χορός

535σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶ

Οἰδίπους

536κοιναί γε πατρὸς ἀδελφεαί.

Χορός

537ἰώ.

Οἰδίπους

537aἰὼ δῆτα μυρίων γʼ ἐπιστροφαὶ κακῶν.

Χορός

538ἔπαθες

Οἰδίπους

538aἔπαθον ἄλαστʼ ἔχειν.

Χορός

539ἔρεξας

Οἰδίπους

539aοὐκ ἔρεξα.

Χορός

539bτί γάρ;

Οἰδίπους

539cἐδεξάμην

540δῶρον, ὃ μήποτʼ ἐγὼ ταλακάρδιος

541ἐπωφέλησας πόλεος ἐξελέσθαι.

Antistrophe 2

Χορός

542δύστανε, τί γάρ; ἔθου φόνον

Οἰδίπους

543τί τοῦτο; τί δʼ ἐθέλεις μαθεῖν;

Χορός

544πατρός;

Οἰδίπους

544aπαπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,

Χορός

545ἔκανες

Οἰδίπους

545aἔκανον. ἔχει δέ μοι

Χορός

546τί τοῦτο;

Οἰδίπους

546aπρὸς δίκας τι.

Χορός

546bτί γάρ;

Οἰδίπους

546cἐγὼ φράσω.

547καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν·

548νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον.

Episode 5

Χορός

549καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος

550Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.

Θησεύς

551πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ

552τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς

553ἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς

554ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.

555σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα

556δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας

557θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα

558πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,

559αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.

560δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις

561λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,

562ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,

563ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης

564ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·

565ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,

566ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ

567ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον

568οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.

Οἰδίπους

569Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ

570παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.

571σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς

572καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·

573ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν

574εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.

Θησεύς

575τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.

Οἰδίπους

576δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας

577σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ

578κέρδη παρʼ αὐτοῦ κρείσσονʼ ἢ μορφὴ καλή.

Θησεύς

579ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

Οἰδίπους

580χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

Θησεύς

581ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;

Οἰδίπους

582ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ

Θησεύς

583τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ

584ἢ λῆστιν ἴσχεις ἢ διʼ οὐδενὸς ποεῖ.

Οἰδίπους

585ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

Θησεύς

586ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.

Οἰδίπους

587ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

Θησεύς

588πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—

Οἰδίπους

589κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.

Θησεύς

590ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.

Οἰδίπους

591ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.

Θησεύς

592ὦ μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.

Οἰδίπους

593ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.

Θησεύς

594δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

Οἰδίπους

595πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.

Θησεύς

596ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

Οἰδίπους

597οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.

Θησεύς

598τί γὰρ τὸ μεῖζον ἢ κατʼ ἄνθρωπον νοσεῖς;

Οἰδίπους

599οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην

600πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι

601πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.

Θησεύς

602πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;

Οἰδίπους

603τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.

Θησεύς

604ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;

Οἰδίπους

605ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.

Θησεύς

606καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;

Οἰδίπους

607ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται

608θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.

609τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος.

610φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,

611θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,

612καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν

613φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.

614τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ

615τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.

616καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ

617καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος

618χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,

619ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα

620δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·

621ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς

622ψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται,

623εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.

624ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη,

625ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον

626πιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖς

627ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων

628τῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με.

Χορός

629ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπη

630γῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.

Θησεύς

631τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι

632τοιοῦδʼ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος

633κοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία;

634ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένος

635γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.

636ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριν

637τὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ.

638εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν

639τάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα,

640τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι

641κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.

Οἰδίπους

642ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.

Θησεύς

643τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;

Οἰδίπους

644εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ ὁ χῶρός ἐσθʼ ὅδε,

Θησεύς

645ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.

Οἰδίπους

646ἐν ᾧ κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.

Θησεύς

647μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.

Οἰδίπους

648εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.

Θησεύς

649θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.

Οἰδίπους

650οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.

Θησεύς

651οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις.

Οἰδίπους

652πῶς οὖν ποήσεις;

Θησεύς

652aτοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;

Οἰδίπους

653ἥξουσιν ἄνδρες

Θησεύς

653aἀλλὰ τοῖσδʼ ἔσται μέλον.

Οἰδίπους

654ὅρα με λείπων

Θησεύς

654aμὴ δίδασχʼ ἃ χρή με δρᾶν.

Οἰδίπους

655ὀκνοῦντʼ ἀνάγκη.

Θησεύς

655aτοὐμὸν οὐκ ὀκνεῖ κέαρ.

Οἰδίπους

656οὐκ οἶσθʼ ἀπειλὰς

Θησεύς

656aοἶδʼ ἐγώ σε μή τινα

657ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.

658πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη

659θυμῷ κατηπείλησαν, ἀλλʼ ὁ νοῦς ὅταν

660αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.

661κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν

662τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται

663μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.

664θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ

665γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·

666ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι

667τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.

Choral 6

Strophe 1

Χορός

668εὐίππου, ξένε, τᾶσδε χώρας

669ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,

670τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ

671ἁ λίγεια μινύρεται

672θαμίζουσα μάλιστʼ ἀηδὼν

673χλωραῖς ὑπὸ βάσσαις,

674τὸν οἰνωπὸν ἔχουσα κισσὸν

675καὶ τὰν ἄβατον θεοῦ

676φυλλάδα μυριόκαρπον ἀνήλιον

677ἀνήνεμόν τε πάντων

678χειμώνων· ἵνʼ ὁ βακχιώτας

679ἀεὶ Διόνυσος ἐμβατεύει

680θεαῖς ἀμφιπολῶν τιθήναις.

Antistrophe 1

Χορός

681θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας

682ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ

683νάρκισσος, μεγάλαιν θεαῖν

684ἀρχαῖον στεφάνωμʼ, ὅ τε

685χρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοι

686κρῆναι μινύθουσιν

687Κηφισοῦ νομάδες ῥεέθρων,

688ἀλλʼ αἰὲν ἐπʼ ἤματι

689ὠκυτόκος πεδίων ἐπινίσσεται

690ἀκηράτῳ σὺν ὄμβρῳ

691στερνούχου χθονός· οὐδὲ Μουσᾶν

692χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ

Strophe 2

Χορός

693χρυσάνιος Ἀφροδίτα.

695ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω

696οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν

697φύτευμʼ ἀχείρωτον αὐτόποιον,

698ἐγχέων φόβημα δαΐων,

700ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,

701γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·

702τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ

703συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος

705λεύσσει νιν μορίου Διὸς

706χἀ γλαυκῶπις Ἀθάνα.

Antistrophe 2

Χορός

707ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον

710δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,

711εὔιππον, εὔπωλον, εὐθάλασσον.

712ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς

713τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν,

715ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν

716πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.

717ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα

718θρῴσκει, τῶν ἑκατομπόδων

719Νηρῄδων ἀκόλουθος.

Episode 7

Ἀντιγόνη

720ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,

721νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.

Οἰδίπους

722τί δʼ ἔστιν, ὦ παῖ, καινόν;

Ἀντιγόνη

722aἆσσον ἔρχεται

723Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.

Οἰδίπους

724ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ

725φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.

Χορός

726θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,

727τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.

Κρέων

728ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,

729ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας

730φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,

731ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.

732ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ

733γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι

734σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.

735ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην

736πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,

737οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ

738πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει

739τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.

740ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ

741ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς

742καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,

743ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν

744κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,

745ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,

746ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς

747βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας

748οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν

749ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,

750ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα

751πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων

752ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.

753ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,

754ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;

755ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν

756πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ

757κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν

758τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως

759εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον

760δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.

Οἰδίπους

761ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων

762λόγου δικαίου μηχάνημα ποικίλον,

763τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις

764ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;

765πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς

766νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,

767οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·

768ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος

769καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,

770τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι

771τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·

772νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι

773ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,

774πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.

775καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;

776ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν

777μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,

778πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε

779δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·

780ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;

781τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,

782λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.

783φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.

784ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,

785ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι

786κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.

787οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ

788χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·

789ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς

790χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.

791ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;

792πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,

793Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.

794τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,

795πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν

796κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.

797ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·

798ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς

799οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.

Κρέων

800πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,

801ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐν ἐς τῷ νῦν λόγῳ;

Οἰδίπους

802ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ

803πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.

Κρέων

804ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ

805φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;

Οἰδίπους

806γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ

807δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.

Κρέων

808χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.

Οἰδίπους

809ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.

Κρέων

810οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.

Οἰδίπους

811ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με

812φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.

Κρέων

813μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους

814οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ

Οἰδίπους

815τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;

Κρέων

816ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.

Οἰδίπους

817ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;

Κρέων

818παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ

819ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.

Οἰδίπους

820οἴμοι.

Κρέων

820aτάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.

Οἰδίπους

821τὴν παῖδʼ ἔχεις μου;

Κρέων

821aτήνδε τʼ οὐ μακροῦ χρόνου.

Οἰδίπους

822ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε,

823κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;

Χορός

824χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν

825δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι.

Κρέων

826ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν

827ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.

Ἀντιγόνη

828οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω

829θεῶν ἄρηξιν ἢ βροτῶν;

Χορός

829aτί δρᾷς, ξένε;

Κρέων

830οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.

Οἰδίπους

831ὦ γῆς ἄνακτες.

Χορός

831aὦ ξένʼ, οὐ δίκαια δρᾷς.

Κρέων

832δίκαια.

Χορός

832aπῶς δίκαια;

Κρέων

832bτοὺς ἐμοὺς ἄγω.

Οἰδίπους

833ἰὼ πόλις.

Χορός

834τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.

Κρέων

835εἴργου.

Χορός

835aσοῦ μὲν οὔ, τάδε γε μωμένου.

Κρέων

836πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.

Οἰδίπους

837οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;

Χορός

837aμέθες χεροῖν

838τὴν παῖδα θᾶσσον.

Κρέων

838aμὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.

Χορός

840χαλᾶν λέγω σοι.

Κρέων

840aσοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.

Χορός

841πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·

842πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.

Ἀντιγόνη

843ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.

Οἰδίπους

844ποῦ, τέκνον, εἴ μοι;

Ἀντιγόνη

844aπρὸς βίαν πορεύομαι.

Οἰδίπους

845ὄρεξον, ὦ παῖ, χεῖρας.

Ἀντιγόνη

845aἀλλʼ οὐδὲν σθένω.

Κρέων

846οὐκ ἄξεθʼ ὑμεῖς;

Οἰδίπους

846aὦ τάλας ἐγώ, τάλας.

Κρέων

848οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι

849ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις

850πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ

851ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,

852νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,

853ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ

854δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,

855ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.

Χορός

856ἐπίσχες αὐτοῦ, ξεῖνε.

Κρέων

856aμὴ ψαύειν λέγω.

Χορός

857οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.

Κρέων

858καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα

859θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.

Χορός

860ἀλλʼ ἐς τί τρέψει;

Κρέων

860aτόνδʼ ἀπάξομαι λαβών.

Χορός

861δεινὸν λέγοις ἄν.

Κρέων

861aτοῦτο νῦν πεπράξεται.

Χορός

862ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.

Οἰδίπους

863ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;

Κρέων

864αὐδῶ σιωπᾶν.

Οἰδίπους

864aμὴ γὰρ αἵδε δαίμονες

865θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,

866ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας

867πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.

868τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν

869ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον

870τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.

Κρέων

871ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;

Οἰδίπους

872ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι

873ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.

Κρέων

874οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ

875κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.

Οἰδίπους

876ἰὼ τάλας.

Χορός

877ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.

Κρέων

878δοκῶ.

Χορός

879τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.

Κρέων

880τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.

Οἰδίπους

881ἀκούεθʼ οἷα φθέγγεται;

Χορός

881aτά γʼ οὐ τελεῖ.

882ἴστω μέγας Ζεύς.

Κρέων

883Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.

Χορός

884ἆρʼ οὐχ ὕβρις τάδʼ;

Κρέων

884aὕβρις, ἀλλʼ ἀνεκτέα.

Χορός

885ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,

886μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.

Θησεύς

887τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ

888βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ

889τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,

890οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.

Οἰδίπους

891ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,

892πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.

Θησεύς

893τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.

Οἰδίπους

894Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων

895ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.

Θησεύς

896πῶς εἶπας;

Οἰδίπους

896aοἷά περ πέπονθʼ ἀκήκοας.

Θησεύς

897οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν

898πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν

899ἄνιππον ἱππότην τε θυμάτων ἄπο

900σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι

901μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,

902ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ

903ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.

904ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,

905εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,

906ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.

907νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,

908τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.

909οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν

910κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·

911ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως

912οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·

913ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν

914κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς

915τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν

916ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,

917καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ

918ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.

919καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·

920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,

921οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο

922συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ

923ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.

924οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,

925οὐδʼ εἰ τὰ πάντων εἶχον…

926ἄνευ…

927ο…

The complete text is available when the reading interface loads.