Ichneutae
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Arthur S. Hunt
- Edition reference
- Oxyrhynchus Papyri · London · Egypt Exploration Fund · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg008.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ἀπόλλων
1]κιο[
2]πειτα[
3]ἐπεσσύθ[ην
5]γ[]λ[
6]ω[
7[πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς
8[καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν
9[ ἀ]πόπροθεν·
10ον[ δύς]λοφον φρενὶ
11τα[ βο]ῦς ἀμολγάδας
12[μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων
13[ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ
14[λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης
15[ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην
16[οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν
17[δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν.
18[ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ
19[στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων
20[θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε.
21[ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ·
22[Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ
23[ἀλλʼ οὔ]τις[ about 21 letters]
24four lines missing here
25ς
26λκιο
27ιςἔπειτα [δὲ
30[τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην
31Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις,
32[ἔπει]τα δʼ[
33one line missing here
34ς Δωρικο[
35[γεί]τονʼ ἐνθ[εν
36[ ]ήκω ξυν[]α[
37[ Κυλ]λήνης τε δύ[σβατον
38[ ]τε χῶρον, ἐς δʼ ὑλ[
39[ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ
40[μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται
41[ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους
42[θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,
43[τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,
44[τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος.
Σιληνός
45[ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον
46[βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι,
47[ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών
48[ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης
49θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ,
50ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω.
51τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε
52μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ςν,
53παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυεβα
54[ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις
Ἀπόλλων
55[ ]ώσω· μοῦνον ἐμπ[έδου τ]άδε.
Σιληνός
56τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν.
Ἀπόλλων
57[ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ.
Σιληνός
58[]ις εζητ[
Ἀπόλλων
59[]εσο[
60one line missing here
Ἀπόλλων
61α[ ]
Σιληνός
62τί τοῦτο; πο[ιλέγ]εις;
Ἀπόλλων
63ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.
Χορὸς Σατύρων
64ἴθʼ ἄγε δ[ at most 16 ll.]
65πόδα βά[σιν τε]ν
66ἀπαπαπ[αῖ at most 15 ll.]
67ὢ ὤ, σέ τοι [ at most 14 ll.]
68ἔπιθι κλωπ[ at most 13 ll.]
69ὑπόνομα κ[ at most 15 ll.]
70διανύτων ό[ at most 14 ll.]
71πατρικὰν γῆρ[υν at most 12 ll.]
72πῶς πᾷ τὰ λάθρι[α νύχια ]
73κλέμματα ποσσὶ[ at most 8 ll. ]
74εἴ πως, ἂν τύχω, πο[ at most 8 ll.]
75πατρί τʼ ἐλεύθερον β[]μετ[]
76ξυνάμα θεὸς ὁ φίλος ἀνέτω
77πόνους, προφήνας ἀρίζηλα
78χρυσοῦ παραδείγματα.
Σιληνός
79θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,
80τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται,
81λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
82Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.
83[τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,
84[ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε
85[Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της.
86[]α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα[
87μήνυ[τρα
Χορός
88ἰὼ ς[
89ϋηο[
90δʼ οὐδ[
Σιληνός
91φησίν τις; ἢ[
92ἔοικεν ἤδη κ[
93ἄγʼ εἷα δὴ πᾶς ς[
94ῥινηλατῶν ὀσμ[αῖσι
95αὔρας ἐάν πῃ πρ[ at most 15 ll.]
96διπλοῦς ὀκλάζω[ν ]ν
97ὕποσμος ἐν χρῷ [ at most 15 ll.]
98οὕτως ἔρευναν καὶ π[]
99ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.
Ἡμιχορὸς α
100θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·
101ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει.
Ἡμιχορὸς β
102ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.
Ἡμιχορὸς α
103σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.
Ἡμιχορὸς β
104τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
Ἡμιχορὸς α
105τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;
Ἡμιχορὸς β
105bδοκεῖ πάνυ.
106σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.
Ἡμιχορὸς α
107ἰδοὺ ἰδού·
108καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
Ἡμιχορὸς β
109ἄθρει μάλα.
110αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον.
Ἡμιχορὸς α
111χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου
112οπ[][]μενος
113ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ
Ἡμιχορὸς β
114οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.
115ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
116κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
Ἡμιχορὸς α
117ἔα μάλα·
118παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
119εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.
120τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
121εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ
122ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·
123δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.
Σιληνός
124τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,
125πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν
126πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·
127[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
128[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.
129[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;
130ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
Χορός
131ὕ [ὗ] ὕ ὗ.
Σιληνός
132τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;
133τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;
134α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν
135τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;
Χορός
136ς[ίγα μὲν οὖν.]
Σιληνός
137τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;
Χορός
138ἄ[κουε δή.
Σιληνός
139καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;
Χορός
140ἐμοὶ πιθοῦ.
Σιληνός
141ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.
Χορός
142ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,
143[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα
144ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.
Σιληνός
145τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,
146μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα
147κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ
148φόβον βλέποντες, πάν[τα] δειματούμενοι,
149ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα
150διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον
151κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,
152πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
153τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,
154οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο
155κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,
156οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,
157οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
158[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου
159[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται
160[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,
161[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
162πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,
163ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,
164καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
165ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.
166εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε
167τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,
168κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.
Χορός
169πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,
170ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·
171γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.
Σιληνός
172ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,
173κυνορτικὸν σύριγμα διακαλούμεν[ος.
174ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·
175ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.
Χορός
176ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.
177τί μάτην ὑπέκλαγες, ὑπέκριγες
178ὑπό μʼ ἴδες; ἔχεται
179ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;
180ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.
181ἐμὸς εἶ, ἀνάγου.
182δεῦτʼ ὤ, τίς ὅδε [ ]της
183ὁ δράκις, ὁ γράπις, [ at most 6 ll.]
184[Ο]ὐρίας Οὐρίας, αδ[]κεις
185παρέβης· μεθυ[ at most 11 ll.]
186ὅ τι ποτε φερε[]ι[]ν
187ἔποχον ἔχει τι[ at most 13 ll.]
188στίβος ὁδενες[ at most 12 ll. ]
189στράτιος, στράτ[ιος ]υ[]
190δεῦρʼ ἕπου· τ[]δρ[]
191ἔνι β[ο]ῦς ἔνι πονο[
192μὴ μεθῇ κρ[ο]κι [
193σὺ τί καλ[ὸ]ν ἐπιδ[
194ὅδε γʼ ἀγαθὸς ὁ τρε[
195κατὰ νόμον ἕπετα[ι
196ἐφέπου, ἐφέπου μ[
197ὀπποποῖ· ἆ μιαρέ, γε[
198ἦ τάχʼ ὁπόταν ἀπίη[ις
199ἀπελεύθερος ὢν ολ [
200ἀλλὰ μὴ παραπλακ[
201ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[
202τ[ὸ] δὲ πλάγιον ἔχομ[εν
203πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;
204οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;
Σιληνός
205σί[γα·] τί ἔστιν;
Χορός
205bοὐ μενῶ.
Σιληνός
205cμένʼ, ε[ἰ] δύνᾳ.
Χορός
206οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]
207ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν
208τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [ ]ε[
209μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον.
Σιληνός
210ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]
211οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς
212εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]
Χορός
213ἶὼ γ[
214φθέγ[μα ]ου
215[]ηδ[ μισ-]
216θο[ν δ]όμοισιν ὀλβίσῃς.
217ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα
218φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω
219π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν
220ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.
Κυλλήνη
221θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον
222ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;
223τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,
224οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,
225ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς
226δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων
227ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν
228σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;
229νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων
230μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον
231ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν
232ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,
233ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[
234γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν []έναι·
235αὖτις δʼ α[]τ[ ] μενων []α
236κηρυκ[]ι[] κηρυγμα [
237καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι
238[κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ]
239[καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ[
240[φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων
241φ[]η[] νων ὑμᾶς νοσεῖν
242νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;
Χορός
243νύμφη βαθύζωνε π[αῦσαι χόλου ]
244τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι
245δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν
246γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.
247μή με μὴ προψαλ[άξῃς κακοῖς,
248ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-
249μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-
250στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.
Κυλλήνη
251ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,
252καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
253ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
254νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν
255ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.
256ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
257ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
Χορός
258τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,
259ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·
260τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον
261καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.
Κυλλήνη
262ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς
263ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,
264αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·
265καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
266Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.
267Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
268[]εύσατο·
269[]υ []φιλας
270[] λήθῃ τῆς βαθυζώνου θεᾶς
271[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·
272[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·
273[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
274[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
275[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
276[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.
277[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα
278[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.
279[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
280[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
281[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
282[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.
283[δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.
284[ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
285καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ
286ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·
287τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
288ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]
Χορός
290ἄφραστ[ο ] παῖς βοῆς
291παιδο[]μαζεις[
292θηρευμ[α ]λέγεις
293φώνημ[α ]σεθου[
294τόνδʼ αφ[ ]ον[
295τως ἐξεφ[ ]
296ροντʼ ἄπα[ ] ἐ[κ θανόν-
297τος πορίζειν τοιάνδε γῆρυν.
Κυλλήνη
298μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
Χορός
300καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
Κυλλήνη
301πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.
Χορός
302ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;
Κυλλήνη
303βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.
Χορός
304ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;
Κυλλήνη
305πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.
Χορός
306οὐδʼ ὡς ἰχνευμων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίνος;
Κυλλήνη
307οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον.
Χορός
308ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν;
Κυλλήνη
309νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.
Χορός
310τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.
Κυλλήνη
311[]λο[φ]ορίνη σύγγονος τῶν ὀστράκων.
Χορός
312[ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.
Κυλλήνη
313[τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ.
Χορός
314[ about 22 ll.] κτέανον ησύ[] τινι;
Κυλλήνη
314b[ about 23 ll.] δέρμα κ[]στ [
315[ about 23 ll. ]ον ὧδ[ε] κλαγγάνει [
316[ about 23 ll.]όρως ἐρείδεται
317[ about 24 ll.]πλεκτα [
318[ about 24 ll.]λάδος κ[
319[ about 21 ll. κόλ]λοπες δε[
320[ about 24 ll. ]αμματω [
321[ about 25 ll.]ον[
3221 or 2 lines lost
325καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν
326κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος
327ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας.
328οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.
Χορός
329ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, στρ.
330πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-
331χωρʼ ἐπανθεμίζει.
332τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,
333ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς
334ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς
335ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.
336σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-
337φθῇς μηδὲ δυσφορηθῇς.
Κυλλήνη
338[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;
Χορός
339[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω.
Κυλλήνη
340[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς;
Χορός
341[ about 17 ll. ]αν αὐτῇ τῇ κλο[πῇ.
Κυλλήνη
342[ about 18 ll. ε]ἴ γε τἀληθῆ λέ[γεις.
Χορός
343[ about 18 ll. τ]ἀληθῆ λέγ[ω.
344[ about 14 ll. κεκλο]φεναισαφ[
345[ about 19 ll.]δε βοῦς πάνυ
346[ about 19 ll.]ᾳ καθήρ[μ]ο[σε
347[ about 19 ll.]λου τεμὼν
348[ about 20 ll.]φο δ[ο]ρα[
3492 or 3 lines lost
Κυλλήνη
352[ about 11 ll. ] ἄρτι μανθάνω χρόνῳ
353[ about 8 ll. ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ
354[ about 11 ll. ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
355[σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,
356[εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς
357[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·
358[τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ
359[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·
360[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
361[οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
362[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
363[ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος.
364[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν
365[πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.
366ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ
367π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
368παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
369[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
370[χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω.
Χορός
371στρέφου λυγίζου τε μύθοις, ὁποι- ἀντ.
372´άν θέλεις βάξιν εὕρισκʼ ἀπό-
373ψηκτον· οὐ γάρ με ταῦτα πείσεις,
374ὅπως τὸ χρῆμʼ οὗτος εἰργασμένος
375ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν
376που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου.
377[μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε.
378one or more lines missing
Χορός
379[ὁ Ζ]εὺς γὰρ ]
Κυλλήνη
380[ὁ] παῖς κλο[π
Χορός
381[εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.
Κυλλήνη
382[κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ.
Χορός
383[ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε.
Κυλλήνη
384[ο]ὐ μὴ ταδʼ [εἴπῃς
385about 8 lines of which we have only the initial letters
Κυλλήνη
395ποῦ καὶ βόες νέμουσι τ[
Χορός
396π[λ]είους δέ γʼ ἤδη νῦν [
Κυλλήνη
397τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[
Χορός
398ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος.
Κυλλήνη
399[τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων.
Χορός
400π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι.
Κυλλήνη
401ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν.
Χορός
402[]λεισεπ[]υ[ ἐ]ξελαυν[
403one whole column is missing, perhaps more
Χορός
404ἰοὺ ἰοὺ [
405ἥν τʼ ἔφη π[
406οὗτος οὐ φ[
Σιληνός
407ω Λ[οξία
408ιω δ[
Χορός
409ὦ Λοξία, δε[
410καὶ παρη[
411τῶν [β]οῶ[ν
Ἀπόλλων
412[]νυ[
413ε[]ει[
414βο[
415οπο[
416πρ[
417μισθ̀ς [
418ἐλεύθερο[
Σιληνός
419τὸν ἐγ[