Hymn 1 To Dionysus
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Διώνυσον
1οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ
2φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
3οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
4κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·
5ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
6ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
7πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
8ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
9τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
10καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς.
11ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
12ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
13ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
14ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
15κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
16ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
17ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ
18ᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι
19σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
20καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα,
21σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.