Hymn 2 To Demeter
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Δημήτραν
1Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,
2αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
3ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
4νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
5παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
6ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ
7λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
8νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
9Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
10θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
11ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
12τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
13κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
14γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
15ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
16καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
17Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
18ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
19ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
20ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
21κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
22οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
23ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
24εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
25ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
26Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
27κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
28ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
29δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
30τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
31πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
32ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
33ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
34λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
35αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
36ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
37τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
38ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
39φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
40ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
41ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
42κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
43σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
44μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
45ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
46οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
47ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
48στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
49οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
51ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
52ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
53καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
54πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
55τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
56ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
57φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
58ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
59ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
60Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
61ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
62Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
63στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
64ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
65ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
66κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
67τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
68ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
69ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
71νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
72ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
73οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
74ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
75Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
76εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
77ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
78αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
79ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
81ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
82ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
83μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
84γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
85αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
86ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
87τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
88ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
89ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
90Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
91χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
92νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
93ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
94εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
95εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
96πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
97ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
98ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
99Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
100ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
101γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
102εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
103οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
104παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
105τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
106ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
107κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
108τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
109Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
110Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
111οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
112ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
113τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
114τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
115πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
116τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
117αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
118ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
119τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
120χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
121ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
122Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
123νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
124ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
125ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
126νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
127ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
128δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
129ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
130λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
131φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
132ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
133οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
134ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
135ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
136δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
137ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
137aτοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,
138προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
139ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
140πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
141καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
142καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
143καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
144δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
145φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
146Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
147μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
148τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
149ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
150ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
151δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
152εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
153ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
154ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
155καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
156τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
157τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
158εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
159ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
160εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
161ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
162εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
163ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
164τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
165ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
166εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
167ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
168ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
169ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
170πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
171ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
172ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
173ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
174αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
175ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
176ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
177ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
178ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
179τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
180κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
181ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
182στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
183κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
184αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
185βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
186ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
187παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
188ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
189κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
190τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
191εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
192ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
193ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
194ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
195πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
196πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
197ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
198δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
199οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
200ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
201ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
202πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
203πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
204μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
205ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
206τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
207πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
208πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
209δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
210ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
211δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
212τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
213χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
214ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
215καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
216ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
217τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
218νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
219παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
220ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
221εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
222ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
223ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
224τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
225καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
226παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
227θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
228οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
229οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
230οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
231ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
232χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
233ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
234Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
235ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
236οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
236aἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
237χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
238ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
239νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
241ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
242καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
243εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
244νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
246δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
247καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
248τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
249κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
250ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
251τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
252παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
253χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
254ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
255καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
256νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
257αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
258καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
259ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
260ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
261παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
262νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
263τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
264ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
265ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
266παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
267αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
268εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
269ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
270ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
271τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
272Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
273ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
274εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
275ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
276γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
277ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
278σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
279λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
280αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
281βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
282δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
283μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
284τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
285κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
286παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
287ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
288μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
289ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
291χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
292αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
293δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
294εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
295ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
296αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
297ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
298ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
299οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
300τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
301αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
302βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
303ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
304μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
305αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
306ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
307σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
308πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
309πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
310καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
311λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
312καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
313εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
314Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
316ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
317πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
318ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
319εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
320καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
321Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
322ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
323ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
324ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
325αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
326πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
327κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
328τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
329ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
330θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
331οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
332πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
333πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
334αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
335εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
336ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
337ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
338ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
339ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
340Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
341ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
342τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
343ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
344πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
345ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
346ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
347Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
348Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
349ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
350ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
351ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
352φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
353σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
354ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
355μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
356ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
357ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
358ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
359ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
360ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
361ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
362μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
363οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
364αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
365δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
366τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
367τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
368οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
369εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
370ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
371καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
372ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
373ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
374αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
375ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
376ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
377ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
378ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
379σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
380ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
381οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
382ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
383ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
384στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
385νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
386ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
387Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
388μητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους
389ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
390τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
391αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς
392παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
393τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
394βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·
395ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
396καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
397ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
398εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης
399οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
400τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
401ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσι
402παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
403αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
403aεἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
404καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
405τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
406τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
407εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
408πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
409ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
411αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
412ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
413ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
414ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
416ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
417ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
418Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
419καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
420Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
421Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
422καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
423καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
424Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
425παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
426μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
427καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
428νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
429αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
430χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
431βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
432πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
433ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
434ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
436ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
437γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
438τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
439πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
440ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
441ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
442Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
443ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
444δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
445νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
446τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
447τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
448ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
449ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
450ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
451τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
452ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
453μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
454μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
456βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
457ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
458ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
459τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
460δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
461ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
462δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.
463νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
464τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
465τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
466ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
467ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
468ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
469αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
470ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
471αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
472πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
473ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
474δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
475Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
476δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
477Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
478σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
479οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
480ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
481ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
482αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
483αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
484βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
485ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
486σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
487προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
488αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
489Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
490ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
491καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
492πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
493αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
494πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
495αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.