Hymn 3 To Apollo
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg003.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Ἀπόλλωνα [Δήλιον]
1μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
2ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
3καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
4πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
5Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
6ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
7καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
8τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
9πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.
10τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
11δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι
12ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
13οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
14χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
15Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
16τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
17κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
18ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.
19πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
20πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς,
21ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·
22πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
23ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες
24ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
25ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
26κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
27Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
28ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
29ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
30ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
31νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,
32Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
33Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
34Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,
35Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
36Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
37Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
38καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
39παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
40καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
41καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα
42Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
43καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
44Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
45τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
46εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
47αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
48Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·
49πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
50καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·
51δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
52Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, —
53ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει·
54οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον,
55οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.
56εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
57ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας
58ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
59δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι
60χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.
61ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
62Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
63ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
64δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
65ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
66ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
67λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
68ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
69καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
70τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
71μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
72νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
73ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
74ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
75κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
76τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
77πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
78οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
79ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
80ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
81ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
81a[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηένταAllen. ]
82πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
83ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·
84ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
85καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
86ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
87ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
88βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.
89αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
90Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·
91Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
92ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι,
93ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
94Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
95ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·
96ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
97μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
98ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
99Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
100ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε
101Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.
102αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
103ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
104χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
105νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
106νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
107αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
108βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
109αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
110αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
111ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
112πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.
113τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
114βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.
115εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
116δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
117ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε
118λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν·
119ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.
120ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
121ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ,
122λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
123οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
124ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
125ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,
126οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
127αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
128οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
129οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
130αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
131εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
132χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
133ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
134Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι
135θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα
136[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
137γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
138νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον. ll. 136-8 are instrusive, being alternative for l. 139. They are found in Π and the edition of Stephanus (in text), and in the margin of the ETL (with the note “in another copy these verses are also extant”). In D they are added by a second hand.]
139ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
140αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,
141ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
142ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
143πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
144πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
145ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·
146ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,
147ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
148αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
149οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
150μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα.
151φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
152ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·
153πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
154ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας
155νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.
156πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,
157κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
158αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,
159αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
160μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
161ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
162πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
163μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
164φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
165ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
166χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
167μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
168ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
169ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
170ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
171ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
172τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
173τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
174ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν
175ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
176οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
177αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
178ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
[Εἲς Ἀπόλλωνα Πύθιον]
179ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
180καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
181αὐτὸς δʼ αὖ Δήλοιο περικλύστης περικλύστοιο περικλύστοιο appears in later printings. περικλύστης is found in 1914 edition. This was a silent edit calling into question the publication date of the original print source. μέγʼ ἀνάσσεις.
182εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
183φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
184ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
185χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
186ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
187εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
188αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
189Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
190ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων
191τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι
192ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
193εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ·
194αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
195Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη
196ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
197τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια,
198ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
199Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
200ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
201παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
202καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει
203μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
204οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
205Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
206υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι.
207πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
208ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
209ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
210Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
211ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ;
212ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
213πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν.
214ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
215ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον;
216Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες·
217Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας
218καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,
219Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
220στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ
221τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
222ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,
223βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ
224ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
225Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·
226οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
227οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
228Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.
229ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον,
230Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·
231ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
232ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ
233ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν
234κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
235εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
236ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
237ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι
238εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
239ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·
240Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον,
241ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
242τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
243ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
244βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
245τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
246στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·
247Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
248ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
249ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
250ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
251ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
252χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴν
253πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
254ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
255εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα
256Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·
257φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
258ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
259ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
260ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
261ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
262πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων
263ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·
264ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
265ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
266ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα.
267ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
268ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
269ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
270ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
271ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
272ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
273ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς
274δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
275ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
276Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.
277ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·
278ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
279οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
280ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
281ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
282ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
283κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
284πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα,
285τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
286νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
287ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
288ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
289ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
290ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
291ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
292χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν
293πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
294ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
295εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς
296λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης,
297υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
298ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων
299ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
300ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
301κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
302ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
303ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
304πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν.
305καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
306δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·
307ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
308ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην
309ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη
310ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε·
311κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
312ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
313πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·
314καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
315ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
316αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
317παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
317a[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή Suggested by Allen-Sikes to fill up the lacuna.]
318ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
319ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
320δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
321ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
322σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
323πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
324οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
325ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
325aφράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.
326καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
327παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
328οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.
329οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο
330τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
331ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
332αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
333χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον·
334κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
335Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
336Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
337αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
338νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
339ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
340ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·
341κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα
342τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.
343ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
344οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
345οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
346αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
347ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
348τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
349ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
350ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
351ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
352δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
353αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
354δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.
355ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·
356ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
357πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
358καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
359κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
360θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕλην
361πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
362φοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
363ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·
364οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
365ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
366ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
367οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς
368ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ
369πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
370ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.
371τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο,
372ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
373Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
374αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
375καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
376οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
377βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε·
378στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
379Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
380χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
381ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
382ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
383πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
384καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,
385ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι
386πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
387οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
388καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
389οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
390οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
391ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ
392νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
393Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
394ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
395φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
396χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
397οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
398ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους
399ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
400ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
401νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
402τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι
402a[ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν Allen-Sikes’s supplement.]
403πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
404οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·
405οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
406οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
407ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
408ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
409νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
410πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
411ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
412Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
413Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον.
414οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες
415φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
416εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
417ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
418ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
419ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
420ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
421ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον
422Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
423καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
424καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.
425βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
426ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
427εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
428καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο
429Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
430ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
431καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
432ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
433ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
434λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
435νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
436ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε
437ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
438ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
439ἐς λιμένʼ· ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
440ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
441ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ
442σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·
443ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
444ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
445πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν
446Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
447Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.
448ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι,
449ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
450πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
451καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
452ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
453ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
454οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
455ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
456τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν
457ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
458αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
459ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
460ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
461σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
462ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
463τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
464ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
465οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,
466οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
467καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·
468τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
469ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
470ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·
471νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
472νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·
473ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας.
474τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
475ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
476τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε
477ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
478ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν
479ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
480εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
481ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
482οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν
483ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
484βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
485αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
486ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·
487ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
488νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε,
489ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
490καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·
491πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
492εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
493ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
494εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
495ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς
496αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
497δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
498καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
499αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
500ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,
501εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.
502ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
503ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
504ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
505ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
506ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο
507ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
508καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
509πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
510εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
511δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
512καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
513αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
514βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
515φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
516καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
517Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,
518οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
519ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
520ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο
521Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον
522οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
523δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
524τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
525τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
526ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
527ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
528πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
529οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων,
530ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.
531τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
532νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
533βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
534ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
535δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
536σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,
537ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·
538νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων
539ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
539a[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.
539bεἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει Allen suggests these two lines to fill the lacuna.]
540ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
541ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
542ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
543τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.
544εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
545καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·
546αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.