The Greek Library Author

Anonymous

Hymn 4 To Hermes

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἑρμῆν

1Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,

2Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

3ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

4νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,

5αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,

6ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων

7νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

8ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,

9λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.

10ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,

11τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,

12εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·

13καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,

14ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,

15νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν

16ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.

17ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,

18ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος

19τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.

20ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,

21οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,

22ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος

23οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.

24ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·

25Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·

26ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι

27βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,

28σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς

29ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·

30σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.

31χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,

32ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα

33αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;

34ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,

35οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις

36οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·

37ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα

38ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.

39ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας

40ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.

41ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου

42αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.

43ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ

44ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,

45ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,

46ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.

47πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο

48πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.

49ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι

50καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,

51ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.

52αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,

53πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς

54σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν

55ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι

56ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,

57ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,

58ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,

59ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·

60ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης

61καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.

62καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.

63καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,

64φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων

65ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο

66ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες

67φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.

68ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε

69αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς

70Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,

71ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον

72βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.

73τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,

74πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.

75πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον

76ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης

77ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,

78τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.

79σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,

80ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,

81συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.

82τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης

83ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα

84αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης

85ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,

86οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†

87τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν

88ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην

89τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·

90ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,

91ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι,

91a[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]

92καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,

93καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.

94τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.

95πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς

96καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.

97ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,

98ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·

99ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,

100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.

101τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς

102Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.

103ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον

104καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.

105ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους

106καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,

107λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·

108σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.

109δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ

110ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·

111Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.

112πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ

113οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ

114τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.

115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,

116τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε

117δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.

118ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·

119ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.

120ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·

121ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι

122σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα

123ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·

124ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,

125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,

126δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα

127Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα

128λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας

129κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.

130ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·

131ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα

132ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,

133καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.

134ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,

135δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε,

136σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας

137οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.

138αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,

139σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·

140ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν

141παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.

142Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα

143ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν

144οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,

145οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς

146δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν

147αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.

148ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν

149ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.

150ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·

151σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον

152νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων

153κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.

154μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·

155τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ

156ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω

157ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα

158Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν

159ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.

160ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν

161θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.

162τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

163μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον

164νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,

165ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;

166αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,

167βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι

168νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι

169αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.

170βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,

171πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα

172ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,

173κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.

174εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε

175πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.

176εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,

177ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.

178εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·

179ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας

180πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον

181καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.

182ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

183υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.

184Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα

185ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων

186Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος

187ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα

188κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.

189τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·

190ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,

191βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,

192πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,

193ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων

194κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο

195τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,

196οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·

197ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο

198ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.

199ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας

200ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.

201τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·

202ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,

203πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,

204τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ

205φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·

206αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

207ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·

208παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,

209ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει

210νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.

211ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.

212φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·

213οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω

214φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.

215ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων

216ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,

217πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·

218ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·

219ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·

220ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,

221ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·

222βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς

223οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·

224οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,

225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·

226αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.

227ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

228Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,

229πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη

230ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.

231ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο

232κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.

233ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν

234ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.

235Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς

236χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,

237σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν

238πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,

239ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.

240ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,

241φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,

242ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.

243γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς

244νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,

245παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.

246παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο

247τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν

248νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·

249πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,

250πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,

251οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·

252ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο

253Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

254ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς

255θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.

256ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,

257ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ

258ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ

259ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.

260Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

261Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;

262καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις;

263οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·

264οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην·

265οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.

266οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·

267ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς

268σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.

269μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·

270καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο,

271παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι

272βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις.

273χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών.

274εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·

275μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,

276μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,

277αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

278ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων

279ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,

280μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.

281τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·

282ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω

283πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας

284ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,

285σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·

286πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας

287οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων

288ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.

289ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,

290ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.

291τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.

292ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.

293ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.

294σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης

295οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,

296τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.

297ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων

298ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.

299ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο

300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·

301θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·

302εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα

303τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.

304ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,

305σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει

306σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·

307πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;

308ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;

309ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε

310ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,

311αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

312δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.

313αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον

314Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,

315ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν

316οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,

317αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν

318ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.

319αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,

320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε

321πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.

322αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο

323ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·

324κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.

325οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ

326ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.

327ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων

328πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν

329Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·

330φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις,

331παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;

332σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.

333τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

334ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,

335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.

336παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν

337Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,

338κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα

339οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.

340κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων

341ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,

342εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα,

343οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.

344τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα

345ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·

346αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν

347οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·

348ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα

349τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.

350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,

351ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·

352αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,

353ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ

354χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ

355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.

356αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε

357καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,

358ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,

359ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν

360αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν

361αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.

362αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·

363οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα

364οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην.

365Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·

366Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,

367δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·

368ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·

369νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.

370ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς

371σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·

372οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,

373μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,

374πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,

375οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,

376αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,

377οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.

378πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,

379ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,

380οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.

381Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,

382καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,

383ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·

384οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.

385καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,

386καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.

387ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·

388καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.

389Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα

390εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.

391ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας

392ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν

393καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,

394ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.

395νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·

396ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.

397τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα

398ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·

399ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,

400ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.

401ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον

402ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·

403Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας

404πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·

405πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,

406ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε

407θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ

408μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.

409ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ

409a[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.

409bτὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]

410ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο

411αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,

412ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,

413Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων

414θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης

415χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,

416ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν

417ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,

418καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς

419πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς

420σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων

421γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ

422θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει

423θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων

424στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς

425Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων

426γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή —

427κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,

428ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.

429Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,

430μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·

431τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος

432ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,

433πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.

434τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,

435καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

436βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,

437πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.

438ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·

439νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,

440ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα

441ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων

442δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;

443θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,

444ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν

445οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι,

446νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.

447τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,

448τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,

449εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.

450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,

451τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς

452καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·

453ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,

454οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.

455θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.

456νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,

457ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·

458νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι

459σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·

460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε

461κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω

462δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.

463τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·

464εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι

465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.

466σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι

467βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας·

468πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,

469ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς

470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.

471καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς

472μαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα

473τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα·

474σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

475ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,

476μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε

477δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.

478εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,

479καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.

480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν

481καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον

482εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν

483τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,

484φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει

485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,

486ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν

487νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,

488μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.

489σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

490καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·

491ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο

492βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.

493ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι

494μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ

495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.

496ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων,

497Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,

498βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς

499γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς

500Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,

501πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε

502σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.

503ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα

504ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,

505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο

506τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς,

507ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς

508Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,

509σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν

510ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·

511αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·

512συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.

513καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·

514δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,

515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·

516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα

517θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.

518ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,

519ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,

520πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

521καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,

522μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,

523μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων

524Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,

525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,

526μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

526a[αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον]

527σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,

528πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα

529ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,

530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει

531πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων

532τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

533μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,

534οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον

535ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε

536πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,

537μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων

538ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.

539καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε

540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.

541ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,

542πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.

543καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ

544φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·

545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.

546ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι

547μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν

548ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,

549φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.

550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ

551καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·

552σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,

553παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,

554τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,

555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,

556μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ

557παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,

558ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη

559κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.

560αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,

561προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·

562ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,

563ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.

564τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων

565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,

566πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.

567ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς

568ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.

568a[ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι

568bθῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν]

569καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι

570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,

571πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,

572οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,

573ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

574οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων

575παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων.

576πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.

577παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει

578νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.

579καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·

580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.