The Greek Library Author

Anonymous

Hymn 5 To Aphrodite

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg005.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἀφροδίτην

1μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,

2Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε

3καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων

4οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,

5ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·

6πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.

7τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·

8κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·

9οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,

10ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος

11ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.

12πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε

13ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.

14ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν

15ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.

16οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν

17δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.

18καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,

19φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ

20ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.

21οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,

22Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,

23αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,

24πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·

25ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·

26ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,

27ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,

28παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.

29τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο

30καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.

31πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι

32καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.

33τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·

34τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην

35οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.

36καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,

37ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.

38καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα

39ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,

40Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,

41ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.

42κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης

43μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς

44αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.

45τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ

46ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα

47μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,

48καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν

49ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,

50ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,

51καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,

52ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

53Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,

54ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης

55βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.

56τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη

57ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.

58ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,

59ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.

60ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·

61ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

62ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

63ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.

64ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ

65χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη

66σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,

67ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.

68Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,

69βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν

70σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,

71ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι

72ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν

73καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες

74σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·

75αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·

76τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων

77Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.

78οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας

79πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων

80πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.

81στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη

82παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,

83μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.

84Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε

85εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.

86πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,

89καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη

90στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·

87εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·

88ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.

91Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·

92χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις,

93Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη

94ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,

95ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι

96πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,

97ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται

98ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι

99καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.

100σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,

101βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ

102ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα

103δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,

104ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν

105δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,

106ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.

107τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

108Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,

109οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;

110ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.

111Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,

112ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.

113γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.

114Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ

115σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.

116ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.

117νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης

118ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.

119πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι

120παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.

121ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·

122πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,

123πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες

124ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·

125οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·

126Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι

127κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.

128αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις

129ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·

130αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.

131ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων

132ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·

133ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος

134πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ

135σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.

136οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.

137πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους

138εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·

139οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν

140πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.

141ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,

142τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.

143ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.

144Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

145εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,

146Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,

147ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις

148Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·

149οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων

150ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι

151αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων

152τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.

153βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,

154σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.

155ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη

156ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα

157ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι

158χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν

159ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,

160τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.

161οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,

162κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,

163πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους.

164λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα

165ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου

166Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ

167ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.

168ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες

169βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·

170τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε

171νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.

172ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων

173ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου

174κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν

175ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,

176ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

177ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;

178καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,

179οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;

180ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.

181ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης,

182τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·

183ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα

184καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

185αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,

186ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες.

187ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,

188μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς

189ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ

190γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.

191τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

192Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,

193θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·

194οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,

195οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.

196σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει

197καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·

198τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν

199ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·

200ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων

201αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.

202ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς

203ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη

204καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,

205θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,

206χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.

207Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,

208ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·

209τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα

210καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,

211ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.

212τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα

213Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,

214ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.

215αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,

216οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,

217γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.

218ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,

219ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.

220Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,

221ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·

222τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.

223νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς

224ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.

225τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,

226Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ

227ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·

228αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι

229καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,

230τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,

231αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,

232σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.

233ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,

234οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,

235ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·

236ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.

237τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς

238ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην

240ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.

241ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε

242ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,

243οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.

244νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει

245νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,

246οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.

247αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν

248ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,

249οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας

250ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,

251τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.

252νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι

253τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,

254σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,

255παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.

256τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,

257Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,

258αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·

259αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.

260δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι

261καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.

262τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης

263μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.

264τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι

265γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,

266καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.

267ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν

268ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·

269ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,

270ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,

271φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,

272τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.

273αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.

274τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,

275ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.

276σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,

277ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.

278τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,

279γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·

280ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.

281ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,

282ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,

283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·

284φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,

285αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.

286εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ

287ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,

288Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.

289εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,

290ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.

291ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.

292χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·

293σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.