The Greek Library Author

Hymni Homerici

Hymn 6 To Aphrodite

Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg006.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἀφροδίτην

1αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην

2ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν

3εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος

4ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

5ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι

6δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·

7κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν

8καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν

9ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·

10δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν

11ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ

12Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν

13ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.

14αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,

15ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες

16χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος

17εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,

18εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.

19χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι

20νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.

21αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.