The Greek Library Author

Anonymous

Hymn 7 To Dionysus

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg007.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Διώνυσον

1ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,

2μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο

3ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,

4πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,

5κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις

6πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς

7ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,

8Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες

9νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες

10εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.

11υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων

12εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.

13τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον

14χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο

15ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας

16αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·

17δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,

18καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.

19ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων

20ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν

21εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.

22ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης

23αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς

24ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.

25Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·

26δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς

27σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.

28ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον

29ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν

30ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα

31οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.

32ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.

33ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα

34καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.

35οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν

36ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ

37ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.

38αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη

39ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ

40βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,

41ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·

42πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,

43νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον

44γῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς

45δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ

46ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·

47ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου

48δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,

49ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα

50ἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσας

51ἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες

52πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,

53δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας

54ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·

55θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·

56εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ

57Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.

58χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι

59σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.