The Greek Library Author

Anonymous

Hymn 8 To Ares

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg008.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἄρεα

1Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,

2ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,

3καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,

4Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,

5ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,

6ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων

7αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι

8ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·

9κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,

10πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα

11ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην

12σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου,

13καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,

14θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι

15φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος

16δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς

17δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.