The Greek Library Author

Anonymous

Hymn 15 To Heracles the Lion-Hearted

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg015.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἡρακλέα Λεοντόθυμον

1Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον

2γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν

3Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·

4ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν

5πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος

6πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·

7νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου

8ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.

9χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.