The Greek Library Author

Anonymous

Hymn 18 To Hermes

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg018.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἑρμῆν

1Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,

2Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

3ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

4Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,

5αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,

6ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων

7νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

8εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·

9λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.

10καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·

11σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

12[χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]