The Greek Library Author

Anonymous

Hymn 19 to Pan

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg019.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Πᾶνα

1ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,

2αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση

3δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,

4αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα

5Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,

6αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε

7καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.

8φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,

9ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,

10ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,

11ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.

12πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,

13πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,

14ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον

15ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων

16νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν

17ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι

18θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.

19σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι

20φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ

21μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·

22δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,

23πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν

24λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς

25ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος

26εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.

27ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·

28οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων

29ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,

30καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,

31ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.

32ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν

33ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν

34νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·

35ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν

36Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,

37αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·

38φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη

39δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.

40τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε

41δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.

42ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας

43δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ

44πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,

45δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν

46ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος·

47Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.

48καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ

49αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.