Hymn 26 To Dionysus
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg026.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Διόνυσον
1κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
2Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
3ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
4δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
5Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι
6ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
7αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
8δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
9κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
10Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.
11καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·
12δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
13ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.