Hymn 27 To Artemis
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg027.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Ἄρτεμιν
1Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
2παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
3αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
4ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
5ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
6πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
7ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη
8δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
9πόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα
10πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
11αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
12εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα
13ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
14Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
15Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
16ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
17ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
18ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι
19ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
20ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
21χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
22αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.