The Greek Library Author

Anonymous

Hymn 28 To Athena

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg028.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἀθήναν

1Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν

2γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,

3παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,

4Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς

5σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,

6χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας

7ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο

8ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,

9σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος

10δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα

11σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,

12κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη

13ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς

14ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη

15εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη

16Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.

17καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·

18αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.