The Greek Library Author

Anonymous

Hymn 29 To Hestia

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg029.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἑστίαν

1ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν

2ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων

3ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,

4καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ

5εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε

6Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·

7καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,

8ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,

10ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.

9ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν

11εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων

12εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.

13χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·

14αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.