The Greek Library Author

Anonymous

Hymn 30 To Earth

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg030.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Γῆν Μητέρα Πάντων

1γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,

2πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,

3ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον

4ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.

5ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,

6πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι

7θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ

8πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.

9βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς

10κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·

11αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα

12κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·

13παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι

14παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ

15παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,

16οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.

17χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,

18πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·

19αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.