The Greek Library Author

Anonymous

Hymn 31 To Helios

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg031.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Ἥλιον

1ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,

2Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις

3γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·

4γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,

5αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,

6Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην

7Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν,

8ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν

9ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις

10χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ

11αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι

12λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον

13τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος

14λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.

15ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,

15a[αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις]

16θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.

17χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.

18ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν

19ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.