Hymn 32 To Selene
- Authority group
- Hymni Homerici (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0013.tlg032.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Εἲς Σελήνην
1μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
2ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
3ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
4κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν
5αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ
6χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,
7εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
8εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
9ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
10ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,
11ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος
12λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν
13οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
14τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
15ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
16ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
17χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
18πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν
19ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,
20Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.