The Greek Library Author

Anonymous

Hymn 33 To the Dioscuri

Authority group
Hymni Homerici (catalogue association; authorship remains anonymous)
Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0013.tlg033.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εἲς Διοσκούρους

1ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,

2Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,

3Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,

4τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο

5μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι

6σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων

7ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι

8χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν

9εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο

10ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες

11πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης

12θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν

13ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,

14αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,

15κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,

16σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες

17γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.

18χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·

19αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.