De Cherubim
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn
- Edition reference
- Philonis Alexandri Opera Quae Supersunt · Berlin · Reimer · 1896
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
„Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν ἀπέναντι τοῦ παραδείσου p. 138 M. τῆς τρυφῆς [καὶ ἔταξε] τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς“ (Gen. 3, 24). νῦν μὲν „ἐξέβαλε“ φησί, πρότερον δ’ εἶπεν „ἐξαπέστειλεν“ (ib. 23), οὐ παρέργως τὰ ὀνόματα θείς, ἀλλ’ εἰδὼς ἐφ’ ὧν κυρίως καὶ εὐθυβόλως πραγμάτων αὐτὰ τάττει.
ὁ μὲν οὖν ἀποστελλόμενος ἐπανόδου τυχεῖν οὐ κεκώλυται, ὁ δ’ ἐκβληθεὶς ὑπὸ θεοῦ τὴν ἀίδιον φυγὴν ὑπομένει· τῷ μὲν γὰρ μήπω κραταιῶς ὑπὸ κακίας καταληφθέντι δέδοται μετανοήσαντι καθάπερ εἰς πατρίδα τὴν ἀρετὴν ἀφ’ ἧς ἐξέπεσε κατελθεῖν, τὸν δὲ πιεσθέντα καὶ ὑποβεβλημένον σφοδρᾷ καὶ ἀνιάτῳ νόσῳ φέρειν ἀνάγκη τὰ δεινὰ μέχρι τοῦ παντὸς αἰῶνος ἀθάνατα σκορακισθέντα εἰς ἀσεβῶν χῶρον, ἵν’ ἄκρατον καὶ συνεχῆ βαρυδαιμονίαν ὑπομένῃ·
ἐπεὶ καὶ τὴν μέσην παιδείαν τὴν ἐν τοῖς ἐγκυκλίοις χορεύουσαν ὁρῶμεν Ἄγαρ δὶς μὲν ἐξιοῦσαν ἀπὸ τῆς ἀρχούσης ἀρετῆς Σάρρας, ἅπαξ δὲ τὴν προτέραν ὁδὸν ὑποστρέφουσαν, ἣ τότε μὲν ἀποδρᾶσα, οὐ φυγαδευθεῖσα, κατάγεται περὶ. . . κάϊν MGH, φῶνος περὶ τῶν χερουβεὶμ καὶ . . . κάϊν AP, φίλωνος περὶ τῶν χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας (omissis reliquis) UF 1 κατῴκησεν M 2 καὶ ἔταξε seclusi, cf. § 11 ἐπέταξε P, ἐπέταταζε (sic) Α χερυβεὶμ AP 4 μὲν] μὲν οὖν AP 5 θείς] τιθείς UFH G αὐτὰ πραγμάτων F ἀνόδου UF 7 κωλύεται UF δὲ MGH 8 καταλειφθέντι G 9 κατελθεῖν] ἀνελθεῖν mgHL τὸν] τῶ UF 10 πιεσθέντα καὶ om. APUF ὑποβεβλημένῳ UF ἀνάγκην F 11 ἀθανάτως UF κορακισθέντα AP 12 ἶνα Η, om. UF ὑπομένει U, ὑπομένειν F 13 παιδιὰν F ἐν τοῖς UF: ἐν om. ceteri κυκλίοις F ἐγχορεύουσαν coni. Maug., χορηγοῦσαν Creuzer Ἅγαρ om. UF μὲν γὰρ G, γὰρ eras. in Η 15 ἢ om. MAPGH τότε μὲν] τὸ μὲν MAP ὑπαντήσαντος ἀγγέλου, ὅς ἐστι θεῖος λόγος, εἰς τὸν δεσποτικὸν οἶκον (Gen. 16, 6 ss.), αὖθις δὲ κατὰ τὸ παντελὲς ἀνεπάνακτος ἐκβάλλεται (Gen. 21, 14).
τὰς δὲ αἰτίας καὶ τοῦ προτέρου δρασμοῦ καὶ τῆς αὖθις ἀιδίου φυγῆς λεκτέον. μέχρι μὲν οὔπω μετωνομάσθησαν, ὅπερ ἦν μετεχαράχθησαν τοὺς ψυχῆς πρὸς τὸ ἄμεινον βελτιούμενοι χαρακτῆρας, ἀλλ’ ἔτι ἦν ὁ μὲν Ἀβρὰμ πατὴρ μετέωρος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν ὑπαρχόντων φιλοσοφίαν μετιών, ἣν φυσιολογίας τὸ κράτιστον εἶδος ἀποτέτμηται μαθηματική, Σάρα δὲ σύμβολον ἀρχῆς ἐμῆς — καλεῖται γὰρ ἀρχή μου —
γενικὴ μὲν οὐκ ἔφθη μεταβαλοῦσα ἀρετὴ γενέσθαι — γένος γὰρ πᾶν ἄφθαρτον —, ταῖς δὲ ἐν μέρει καὶ κατ’ εἶδος ἐξητάζετο, ἡ δὲ αὐτὴ φρόνησίς τ’ ἦν ἐν ἐμοὶ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη τὸν αὐτὸν τρόπον, φθαρταὶ δὲ αὗται, ὅτι καὶ τὸ δεξάμενον αὐτὰς χωρίον ἐγὼ φθαρτός, Ἄγαρ ἡ μέση καὶ ἐγκύκλιος παιδεία,
κἂν τὸν αὐστηρὸν καὶ σκυθρωπὸν τῶν φιλαρέτων ἀποδρᾶναι βίον σπουδάσῃ, πάλιν ὑποστρέψει πρὸς τὸν αὐτὸν μήπω τὰς γενικὰς καὶ ἀφθάρτους ἀκρότητας ἔχειν δυνάμενον, ἀλλ’ ἔτι τῶν ἐν μέρει καὶ κατ’ εἶδος ἐφαπτόμενον, ἐν οἷς πρὸ τῶν ἄκρων τὰ μέσα αἱρετά·
ὅταν δὲ ἤδη ὁ μὲν Ἀβρὰμ ἀντὶ φυσιολόγου γένηται σοφὸς καὶ φιλόθεος μετονομασθεὶς Ἀβραάμ, ὃς ἑρμηνεύεται πατὴρ ἐκλεκτὸς ἠχοῦς — ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς ἐπειλημμένος τοῦ σπουδαίου —, Σάρα δὲ ἀντὶ τῆς ἀρχῆς μου γένηται Σάρρα, ἧς ἐστιν ἡ κλῆσις ἄρχουσα, ὅπερ ἦν ἴσον τῷ ἀντὶ εἰδικῆς καὶ φθαρτῆς ἀρετῆς γενικὴν καὶ ἄφθαρτον γενέσθαι, ἐπιλάμψῃ δὲ καὶ τὸ εὐδαιμονίας γένος, ὁ Ἰσαάκ,
ἐκλιπόντων τὰ 2 ἀνεπάνακτος Wendl.: ἀνέπακτος codd. 3 δ’ AP 5 ἀλλ’ ἔτι ἦν om. AP 6 Ἁβραὰμ PHU 8 ἣ UF 8. 9 μαθηματικῆς UF 9 Σάρα MG: Σάρρα ceteri 10 μεταβάλλουσα U, μταλαβοῦσα F ἀρετὴν U γὰρ scripsi: δὲ codd. 11 δ’ ἐν AP ἐξηνιτάζετο U ἡ δὲ αὐτὴ MGUF, ἡ δ’ αὐτὴ AP: αἱ δὴ αὗται H 12 τ’ ἦν scripsi: τῆ MG, τὴν AP, θ’ ἡ Η, ἡ UF σωφροσύνην καὶ ἀνδρίαν καὶ δικαιοσύνην AP 13 δὲ αὗται] αὐταί γε UF 13. 14 ἐγὼ φθαρτός] ἐστὶ φθαρτόν UF 14 Ἅγαρ] καὶ γὰρ F τὸν] τὸ MAP 15 βίον add. H: om. ceteri ὑποστρέψαι MAPG, ὑποστρέψῃ F 16 τὸν om. UF 17 δυναμένου UF ἔτι] ἐπὶ UF, ἔτι ἐπὶ MH ἐφαπτομένου UF 18 ἀντὶ φυσιολόγου ὁ μὲν Ἀβρὰμ transp. M Ἀβραὰμ U ἀντὶ φυσιολογικοῦ H, ἀντὶ φυσιολόγου om. AP 19 μετονομασθεὶς δὲ UF 20 ἠχοῦς] ἤχου Γ’, ἤχους ceteri γεγονὼς codd., corr. Turn. 21 Σάρα MG: Σάρρα ceteri δὲ] ἡ δὲ U 22 ἧς] ἡ MP, ἣ Α ἦν MAPG: ἐστὶν UFL-, om. ’ 23 τῳ] τὸ AP ἀντ’ AP, ἀντὶ τῆς F ἰδικῆς codd. γενικῆς AP 24 ἐπιλάμψει MHUF ἐκλιπὸν coni. Markland; fort. ἐκλιπόντων αὐτῶν γυναικεῖα καὶ ἀποθανόντων τὰ πάθη χαρᾶς καὶ εὐφροσύνης, καὶ παιδιάς, οὐ τὰς παίδων, ἀλλὰ τὰς θείας οὐκ ἄνευ σπουδῆς μεταδιώκων, ἐκβληθήσεται μὲν τὰ ἐπώνυμα τῆς Ἄγαρ προπαιδεύματα, ἐκβληθήσεται δὲ
καὶ ὁ σοφιστὴς αὐτῶν υἱὸς ἐπίκλησιν Ἰσμαήλ. ἐνδύσονται δὲ τὴν φυγὴν ἀίδιον, βεβαιοῦντος τοῦ θεοῦ τὴν ἔλασιν αὐτοῖς, ὅταν κελεύῃ τῷ σοφῷ ὑπακούειν τῶν λεγομένων ὑπὸ Σάρρας· λέγει δὲ ἄντικρυς „ἐκβαλεῖν τὴν παιδίσκην καὶ τὸν υἱόν“ (Gen. 21, 10). ἀρετῇ δὲ πείθεσθαι καλὸν καὶ μάλιστα τοιοῦτον εἰσηγουμένῃ δόγμα, ὅτι αἱ τελειόταται φύσεις τῶν μέσων ἕξεων πάμπολυ διεστᾶσι καὶ ὅτι σοφία σοφιστείας ἀλλότριον· ἡ μὲν γὰρ τὰ πιθανὰ ἐπὶ κατασκευῇ ψευδοῦς δόξης, ἥτις λυμαίνεται ψυχήν, ἐκπεπόνηκε, σοφία δὲ διὰ μελέτης τῶν ἀληθῶν τὸ μέγα διανοίας ὄφελος, ἐπιστήμην ὀρθοῦ λόγου, πεπόρισται.
τί οὖν θαυμάζομεν, εἰ καὶ Ἀδὰμ τὸν νοῦν ἀφροσύνην ἀνίατον νόσον κτησάμενον ἐκβέβληκεν εἰσάπαν ὁ θεὸς ἐκ τοῦ τῶν ἀρετῶν χωρίου μὴ ἐπιτρέψας ἔτι κατελθεῖν αὐτῷ; ὁπότε καὶ κατὰ πάντα σοφιστὴν καὶ μητέρα αὐτοῦ, τὴν τῶν προπαιδευμάτων διδασκαλίαν, ἐλαύνει καὶ φυγαδεύει ἀπὸ σοφίας καὶ σοφοῦ, ὧν ὀνόματα Ἀβραάμ τε καὶ Σάρραν καλεῖ.
Τότε καὶ ἡ φλογίνη ῥομφαία καὶ τὰ Χερουβὶμ ἀντικρὺ τοῦ παραδείσου τὴν οἴκησιν ἴσχει. λέγεται δὲ „ἀντικρὺ“ τὸ μὲν ὡς ἐχθρὸν ἀντιστατοῦν, τὸ δὲ ἁρμόττον τοῖς εἰς ἐπίκρισιν, ὡς ὁ κρινόμενος τῷ δικαστῇ, τὸ δὲ ὡς φίλον τοῦ κατανοηθῆναι χάριν καὶ ἐκ τῆς ἀκριβεστέρας προσόψεως μᾶλλον οἰκειωθῆναι, ὡς γραφαί τε καὶ ἀνδριάντες ἀρχέτυποι γραφεῦσι καὶ πλάσταις.
τοῦ μὲν οὖν ἀντιτεταγμένου παράδειγμα τὸ ἐπὶ τοῦ Κάιν εἰρημένον, ὅτι „ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ“ (Gen. 4, 16)· ἑρμηνεύεται δὲ Ναὶδ μὲν 1 ἀποθανόντων] ἀπαθανατίζον coni. Markland; fort. παθόντων Ε; καὶ παιδιάς fort. supplendum παιδείας UFL2 2 μεταδιῶκον coni. Markland 3 παιδεύματα U 4 τὴν om. UF 5 αὐτῆς U 6. 7 ἐκβάλλειν UF 9 ἕξεων] ἔξω Α 11 λημαίνεται F ἐκπεπόνηκεν H, ἐκπεπόνηται U μέγα M: μὲν F, μετὰ ceteri 12 ἐπιστήμη GH, ἐπιστήμῃ V 12. 13 θαυμάζωμεν AP 13 τοῦ Ἀδὰμ UFL2, τὸν Ἀδὰμ Mang. ἀφροσύνη APG 14 ἐκβέβληκεν om. AP1 ἐπιτρύφας U 14. 15 ἐπικατελθεῖς AP 15 κατὰ addidi; παῖδα (pro πάντα) coni. Mang. τὴν μητέρα UF 17 Σάρρα AP 18 καὶ ante τὰ om. GII χερουβεὶμ AP ἀντικρὺ UH corr. : ἄντικρυς ceteri; item v. 19 20 ἀντίσταται AP δ’ AP ἀρμόπων U τοῖς] τῶ UF, om. v ὁ] τὸ F 22 γραφαί τε] γράφεται U 23 οὖν om. Η 25 Clem. Alex. Strom. II p. 456 P. εἰκότως οὑν γέγραπται ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναίδ κατέναντι Ἐδέμ“· ἑρμηνεύεται δὲ ἡ μὲν Ναίδ σάλος ἡ δὲ Ἐδὲμ τρυφή. σάλος, Ἐδὲμ δὲ τρυφή, τὸ μὲν κακίας κλονούσης ψυχὴν σύμβολον, τὸ δὲ ἀρετῆς εὐπάθειαν αὐτῇ περιποιούσης καὶ τρυφήν, οὐχὶ τὴν δι’ ἀλόγου πάθους ἡδονῆς θρύψιν, ἀλλὰ τὴν μετὰ πολλῆς εὐμαρείας ἄπονον χαρὰν καὶ ἀταλαίπωρον.
ἀνάγκη δέ, ὅταν ἀπὸ τῆς τοῦ θεοῦ φαντασίας ἐξέλθῃ διάνοια, ᾗ καλὸν καὶ συμφέρον ἦν ἐπερηρεῖσθαι, νεὼς αὐτίκα θαλαττευούσης τρόπον, ἀντιστατούντων βιαίων πνευμάτων, ὧδε κἀκεῖσε φέρεσθαι πατρίδα καὶ οἰκίαν λαχοῦσαν σάλον καὶ κλόνον, ἅπερ ἐναντιώτατά ἐστι βεβαιότητι ψυχῆς, ἣν περιποιεῖ χαρὰ συνώνυμος Ἐδέμ.
τοῦ δὲ εἰς ἐπίκρισιν ἐναντίου παράδειγμα τὸ τῆς ζηλοτυπουμένης μεμοιχεῦσθαι. „στήσει“ γάρ φησιν „ὁ ἱερεὺς τὴν γυναῖκα ἐναντίον κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν αὐτῆς“ (Num. 5, 18). τί δὲ βούλεται διὰ τούτου παριστάνειν, ἐρευνήσωμεν. τὸ δέον πολλάκις δεόντως οὐκ ἐνεργεῖται καὶ τὸ μὴ καθῆκον ἔστιν ὅτε δρᾶται καθηκόντως· οἷον ἡ μὲν τῆς παρακαταθήκης ἀπόδοσις ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς γίγνηται ἀλλ’ ἢ ἐπὶ βλάβῃ τοῦ λαμβάνοντος ἢ ἐπ’ ἐνέδρᾳ τῆς περὶ μείζονα πίστιν ἀρνήσεως, καθῆκον ἔργον οὐ δεόντως ἐπιτελεῖται·
τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρὸν κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν, ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται. παρὸ καί φησι Μωυσῆς „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ὡς ἐνὸν καὶ ἀδίκως, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς ὁ δικάζων προσέχῃ.
ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη 1 κακίας] καρδίας Α ψυχῆς AP εὐπαθείας DF, ἀπάθειαν ex εὐπάθειαν corr. H, ἀπάθειαν L διὰ λόγου APGH1 3 ἄπονον] ἄπορον G 4 δ’ AP 5 ἐπερηρεῖσθαι UF: ἐπηρῆσθαι AP, ἐρειρεῖσθαι M mgP, ἐρηρεῖσθαι GH νεὼς] ἕως U, νέος Α1 θαλαττευομένης UF 6 βιαίως Η 7 λαχοῦσαν κλόνον om. in lacuna U σάλον Ε; supplevit Wendl. 8 χαρᾶς F, χαρᾷ Mang. δ’ AP 11 παριστᾶν UFL2 12 οὐκ ἐνεργεῖται δεόντως transp. UF μὴ] μὲν F 13 καθῆκον ἔργον U 14 γίγνεται G, γένηται Η 16 τὸ] τῶ G 17 καίειν ἣ τέμνειν UF 20 ἐκ τοῦ μὴ trausp. U ῥωσθῇ] προσθῆ UF 21 ἐνεργεῖται] ἐκτελεῖται U παρὸ] παρ’ ὧ A1P, παρ’ ὃ Α2 22 διώξεις UF ἐνὸν καὶ ἀδίκως] δεῖν καὶ ἀδίκως ἀδικεῖσθαι UFL2 23 προσέχοι codd., corr. Turn. 26 ἀλλὰ δῆλον U εἴτ’ U ὑγιαίνοι καὶ καθαρεύοι AP νοσῇ H κεχρωσμένη H: κεχρημένη ceteri πολλοῖς, γενητὸς δὲ οὐδεὶς ἱκανὸς γνώμης ἀφανοῦς κατιδεῖν ἐνθύμημα, μόνος δὲ ὁ θεός, παρὸ καὶ λέγει Μωυσῆς ὅτι „τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ, τὰ δὲ φανερὰ γενέσει γνώριμα“
(Deut. 29, 29), προστέτακται τῷ ἱερεῖ καὶ προφήτῃ λόγῳ, τὴν ψυχὴν „ἐναντίον τοῦ θεοῦ στῆσαι“ ἀποκαλύφῳ τῇ κεφαλῇ (Num. 5, 18), τουτέστι τὸ κεφάλαιον δόγμα γυμνωθεῖσαν καὶ τὴν γνώμην ᾗ κέχρηται ἀπαμφιασθεῖσαν, ἵν’ ὄψεσι ταῖς ἀκριβεστάταις ἐπικριθεῖσα τοῦ ἀδεκάστου θεοῦ ἢ τὴν ὑποτυφομένην εἰρωνείαν, κίβδηλον νόμισμα, διελεγχθῇ ἢ πάσης οὖσα κακίας ἀμέτοχος ἐκνίψηται τὰς καθ’ αὑτῆς διαβολὰς μάρτυρι χρησαμένη τῷ μόνῳ γυμνὴν
ψυχὴν ἰδεῖν δυναμένῳ. τὸ μὲν οὖν εἰς ἐπίκρισιν ἐναντίον τοιοῦτόν ἐστι· τὸ δ’ εἰς οἰκείωσιν, ὃ ἐπὶ τοῦ πανσόφου λέλεκται Ἀβραάμ· „ἔτι“ γάρ φησιν "ἦν ἑστηκὼς ἐναντίον κυρίου" (Gen. 18,22 )· καὶ τεκμήριον τῆς οἰκειώσεως τὸ ἐπιλεγόμενον ὅτι „ἐγγίσας εἶπεν“ (ib. 23)· ἀλλοτριουμένῳ γὰρ ἀφίστασθαι καὶ διαζεύγνυσθαι, οἰκειουμένῳ δὲ συνεγγίζειν ἁρμόττει.
τὸ δὲ στῆναι καὶ ἄτρεπτον κτήσασθαι διάνοιαν ἐγγύς ἐστι βαίνειν θεοῦ δυνάμεως, ἐπειδὴ τὸ μὲν θεῖον ἄτρεπτον, τὸ δὲ γενόμενον φύσει μεταβλητόν. εἴ τις οὖν τὴν γενέσεως οἰκείαν φορὰν ἔρωτι ἐπιστήμης ἐγχαλινωσάμενος ἐβιάσατο στῆναι ποιήσας, μὴ λανθανέτω θείας εὐδαιμονίας ἐγγὺς ὤν.
τοῖς δὲ Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὴν ἀντικρὺ τοῦ παραδείσου πόλιν οἰκείως δίδωσιν, οὐχ ὡς ἐχθροῖς μέλλουσιν ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀλλ’ ὡς οἰκειοτάτοις καὶ φιλτάτοις, ἵν’ ἐκ τῆς ὁμοῦ προσόψεως καὶ συνεχοῦς περιαθρήσεως πόθον αἱ δυνάμεις ἴσχωσιν ἀλλήλων, καταπνέοντος εἰς αὐτὰς τὸν πτηνὸν ἔρωτα καὶ οὐράνιον τοῦ φιλοδώρου θεοῦ.
Τίνα δέ ἐστιν ἃ διὰ τῶν Χερουβὶμ καὶ τῆς στρεφομένης 1 γεννητὸς APHU ἐνθύμημα] ἐγχείρημα U 2 παρὸ Η: παρ’ ὧ MAPG, καθὸ UF Μώσης MAPGU ὅτι om. UF .3 δέ otn. UF 4 ἱερεῖ UFL2: ἱερῶ ceteri ante λόγῳ add. βαπτισμοῦ UL2, βαπτιστοῦ F 5 ἀποκαλύφθω AP1; ἀκαλύφῳ coni. Mang. γυμνωθεῖσα UF 6 καὶ — ἀπαμφιασθεῖσαν om. F ἶνα GHUF fi. 7 ἡ ὄψις τῆς ἀκριβεστάτης -VP 7 ἐπικριθεῖσα] διελεγχθῆ G ὑποτετυφωμένην AP, ἀποτυφομένην F 7. 8 εἰρωνίαν Η 8 νόμισμα] νομίσασα UF διελεγχθείη UF, δειχθῇ GH ἢ oin. codd., add. Turn. 9 ἐκνίψεται G, ἐκνίψηται δὲ UF κατ’ αὐτὴν UF μαρτυρία UF γυμνὴν om. AP 1 1 δὲ U ὃ om. UF 12 ἑστὼς UF 14 μὲν γὰρ UF δὲ καὶ UF 15 καὶ om. ’ διάνοιαν κτήσασθαι transp. UF ἐγγύς] συγγενές U ἐστι βαίνειν UF: ἐπιβαίνειν ceteri, ἐπιβαίνει v δυνάμως θεοῦ transp. F 17 γενέσεως om. ’ 18 ποιήσας Mang.: ποιῆσαι codd. 19 ὢν ἐγγύς transp. AP χερουβεὶμ AP ἀντικρὺ Η corr. : ἄντικρυς ceteri 21 ἶν’ M: ἶνα ceteri τῆς ὁμοῦ UF, post τῆς spatium 4—5 litt. in M: ὁμοῦ om. 22 περὶ ἀθρήσεως F 25 χερουβεὶμ AP (sic ubique) ῥομφαίας φλογίνης αἰνίττεται, νῦν ἐπισκεπτέον. μήποτε οὖν τὴν τοῦ παντὸς οὐρανοῦ φορὰν δι’ ὑπονοιῶν εἰσάγει· κίνησιν γὰρ αἱ κατ’ οὐρανὸν σφαῖραι τὴν ἐναντίαν ἔλαχον ἀλλήλαις, ἡ μὲν τὴν ἀπλανῆ ταὐτοῦ κατὰ δεξιά, ἡ δὲ τὴν πεπλανημένην θατέρου κατ’ εὐώνυμα.
ἡ μὲν οὖν ἐξωτάτω, τῶν λεγομένων ἀπλανῶν, μία, ἣ καὶ τὴν αὐτὴν ἀπὸ τῶν ἑῴων ἐπὶ τὰ ἑσπέρια εἱλεῖται περίοδον, αἱ δ’ ἐντὸς ἑπτά, τῶν πλανήτων, ἐθελούσιόν τε καὶ βεβιασμένην, ὑπεναντίους ἅμα καὶ διττὰς ἴσχουσαι κινήσεις· καὶ ἔστιν αὐταῖς ἡ μὲν ἀκούσιος ὁμοία τῇ τῶν ἀπλανῶν, φαίνονται γὰρ καθ’ ἑκάστην ἡμέραν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ἰοῦσαι, ἡ δὲ οἰκεία ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὰ ἑῷα, καθ’ ἣν συμβέβηκε τὰς περιόδους τῶν ἑπτὰ ἀστέρων καὶ μήκη χρόνων προσειληφέναι, τὰς μὲν ἰσοδρόμους ἴσα, ἡλίου καὶ ἑωσφόρου καὶ στίλβοντος ἐπίκλησιν — τρεῖς γὰρ τῶν πλανήτων ἰσοταχεῖς οὗτοι —, τὰς δὲ ἀνισοδρόμους ἄνισα μέν, ἀναλογίαν δ’ ἔχοντα πρός τε ἀλλήλας καὶ τὰς τρεῖς ἐκείνας.
γίνεται οὖν τὸ μὲν ἕτερον τῶν Χερουβὶμ ἡ ἐξωτάτω, τοῦ παντὸς οὐρανοῦ ὁ ἔσχατος, ἁψὶς ἐν ᾗ τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν οἱ ἀπλανεῖς θείαν ὡς ἀληθῶς χορείαν χορεύουσι τάξιν οὐ λείποντες, ἣν ὁ γεννήσας πατὴρ αὐτοὺς ἔταξεν ἐν κόσμῳ· θάτερον δ’ ἡ ἐντὸς περιεχομένη σφαῖρα, ἣν ἑξαχῆ σχίσας ἑπτὰ κύκλους ἀναλογοῦντας ἑαυτοῖς εἰργάζετο τῶν πλανήτων ἕκαστον εἰς αὐτοὺς ἁρμοσάμενος·
καὶ καθάπερ ἔποχον ἐν ὀχήματι ἀστέρα 1 φλογίνης ῥομφαίας transp. AP, φλογίνης om. UF μήποτ’ AP 2 φορὰν] περιφορὰν UFL2 δι’ om. UF εἰσάγη A, εἰσάγοι P εἰσάγει κίνησιν· UF αἱ γὰρ F, ἡ γὰρ U οὐράνιον G σφέραι F, σφαῖρα U 3 ἔλαχεν UF ταὐτοῦ Mang. : αὐτοῦ codd. δεξιάν U 4 κατὰ MGH 5 μία ἣ] μίαν UFL2 ἣ καὶ] καὶ ἡ Turn. τὴν αὐτὴν UF : αὐτὴν om. ceteri 6 αἱ] ἡ UF ἑπτά om. UF τῶν] τὴν GHcorr. ἐθελουσίαν UF 7 ἴσχουσαι scripsi: ἴσχουσι codd. 9 δ’ UF οἰκεία] ἑκουσία coni. Mang. 10 τῶν] τὸν F 10. 11 ἀστέρων καὶ om. UF 11 μήκει P χρόνου U, χρόνον Γ’ τἀς μὲν ἰσοδρόμους] τὰς δὲ μεσοδρόμους UF 13 ἀνισοδρόμους corr. Turn. : μεσοδρόμους MAPGH, μὴ μεσοδρόμους UF ἀνίσους UF δ’ ἔχοντα] δ’ om. AP, διέχοντα M, δ’ ἐχούσας UF 14 γοῦν UF, οὖν om. M τὸ μὲν] τοῦτο μὲν AP1 15 ἐξωτάτη UF ὁ ἔσχατος scripsi: ὁ om. codd., ἐσχάτη Richter 16 τὰ om. AP1 17 χορεύοντες UF λιπόντες H, λιπόντες ceteri αὐτοὺς πατὴρ transp. UH, αὐτοὺς θεὸς F 18 ἑξαγῆ Mang. : ἐξ ἀρχῆς codd. 19 ἀναλογοῦντας om. G ἑαυτοῖς UF: ἐφ’ οἷς AP, ἐφ’ ἑαυτοῖς GH, ἐφ’ ἑαυτοὺς M πλανητῶν M 20 καθάπερ] θάτερον AP 2 sqq. cf. Plat. Tim. 36 C (Diog. La. III 68). ἐν οἰκείῳ κύκλῳ θεὶς τὰς ἡνίας ἐπίστευσε τῶν ἐπόχων οὐδενί, πλημμελῆ δείσας ἐπιστασίαν, ἁπάσας δ’ ἐξήρτησεν ἑαυτοῦ, νομίσας ἐναρμόνιον τῆς κινήσεως μάλιστα οὕτως τάξιν γενήσεσθαι· τὸ γὰρ σὺν θεῷ πᾶν ἐπαινετόν,
τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·
ἡ δὲ μόνη τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως Ἑστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται, ἵνα περί τι βεβαίως ἱδρυμένον ἡ ἑκατέρων τῶν ἡμισφαιρίων ἐμμελεστάτη γίγνηται περιπόλησις. ἡ δὲ φλογίνη ῥομφαία σύμβολον ἡλίου· φλογὸς γὰρ ὢν πίλημα πολλῆς ὠκυδρομώτατον γέγονε τῶν ὄντων, ὡς ἡμέρᾳ μιᾷ τὸν σύμπαντα περιδινεῖσθαι κόσμον.
ἤκουσα δέ ποτε καὶ σπουδαιοτέρου λόγου παρὰ ψυχῆς ἐμῆς εἰωθυίας τὰ πολλὰ θεοληπτεῖσθαι καὶ περὶ ὧν οὐκ οἶδε μαντεύεσθαι· ὅν, ἐὰν δύνωμαι, ἀπομνημονεύσας ἐρῶ. ἔλεγε δέ μοι κατὰ τὸν ἕνα ὄντως ὄντα θεὸν δύο τὰς ἀνωτάτω εἶναι καὶ πρώτας δυνάμεις ἀγαθότητα καὶ ἐξουσίαν, καὶ ἀγαθότητι μὲν τὸ πᾶν γεγεννηκέναι, ἐξουσίᾳ δὲ τοῦ γεννηθέντος ἄρχειν, τρίτον δὲ συναγωγὸν ἀμφοῖν μέσον εἶναι λόγον, λόγῳ γὰρ καὶ ἄρχοντα καὶ ἀγαθὸν εἶναι τὸν θεόν·
ἀρχῆς μὲν οὖν καὶ 1 ἐνοικεῖ ὁ κυκλωθεὶς U τὰς δ’ ἡνίας UF πιστεύει UF ἐποχῶν UF πλημμελεῖ F 2 ἐπιστασίαν Mang. : ἐπίστασιν codd. ἁπάσας δ’] ἀλλὰ πάσας UF αὐτοῦ UF ἐναρμονίου U, ἐν ἁρμονία F 3 μάλιστα δ’ U, μάλιστα δὲ F οὕτως] om. M, οὐ Α τάξει γεγενῆσθαι UF 5 οὕτως] ὅπως AP, om. M 8 ἑκατέριον Α φησιν codd.: φασιν Mang. 1) πτεροῖς Mang.: om. U, ἑτέροις ceteri ἀντικρὺ Hcorr.: ἄντικρυς ceteri 10 δ’ Gll μέσον] μετὰ U ὦ] ὃ U 12 περί] εἴπερ F ἡ] ἡ F ἑκατέρως U, ἑκατέρου Γ’ 13 γίγνηται MAPG: γίνηται II, γίνεται U, ora. F 14 συμβολικῶς ὁ ἥλιος UF ὠκυδρομώτατον scripsi: ὠκυδρομώτατος codd. 15 περι θεῖν AP κόσμον περιδινεῖσθαι transp. UF 16 δέ] δ’ ἔγωγε UF Ifi. 17 εἰωθείας F 17 ὅν] ὧν MUP 18 δύναμαι AP 18. 19 ὄντως καὶ ὄντα AP1 19 ὄντα] θηῶ UF δυνάμεις καὶ πρώτας transp. UF 20 καὶ ante ἀγαθότητι om. UF γεγενηκέναι MGHUF 21 γενηθέντος H συναγωγὸν UFL2: συνάγοντες ceteri ἄμφω UF 22 καὶ post οὖν om. AP1 3 D C fol. 183r D R fol. 178v ἐκ τῶν αὐτῶν (praecedit excerptum ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) : τὸ σὺν θεῷ πᾶν ἐπαινετόν· τὸ δὲ ἄνευ θεοῦ φευκτόν. 11 cf. Eur. frg. 944 (Macrob. Sat. I 23, 8) Arist. de Mundo 2. ἀγαθότητος τῶν δυεῖν δυνάμεων τὰ Χερουβὶμ εἶναι σύμβολα, λόγου δὲ τὴν φλογίνην ῥομφαίαν· ὀξυκινητότατον γὰρ καὶ θερμὸν λόγος καὶ μάλιστα ὁ τοῦ αἰτίου, ὅτι καὶ αὐτὸ πάντα φθάσαν παρημείψατο καὶ πρὸ πάντων νοούμενον καὶ ἐπὶ πᾶσι φαινόμενον.
ἑκατέρου δὴ τῶν Χερουβίμ, ὦ διάνοια, δέξαι τύπον ἀκιβδήλευτον, ἵνα περί τε ἀρχῆς τοῦ αἰτίου καὶ ἀγαθότητος ἐναργῶς ἀναδιδαχθεῖσα καρπώσῃ κλῆρον εὐδαίμονα· γνώσῃ γὰρ εὐθὺς καὶ τὴν τῶν ἀκράτων δυνάμεων σύνοδόν τε καὶ κρᾶσιν, ἐν οἷς ἀγαθὸς μὲν ὁ θεὸς ἐμφαινομένου τοῦ τῆς ἀρχῆς ἀξιώματος, ἐν οἷς δὲ ἄρχων ἐμφαινομένης τῆς ἀγαθότητος· ἵνα τὰς ἐκ τούτων ἀπογεννωμένας ἀρετὰς φιλοφροσύνην καὶ εὐλάβειαν θεοῦ κτήσῃ, μήτε ἐν οἷς εὖ πάσχεις ὑψηγοροῦσα διὰ τὸ τῆς ἡγεμονίας τοῦ βασιλέως μέγεθος μήτε ἐν οἷς ὑπομένεις τι τῶν ἀβουλήτων ἀπογινώσκουσα τὰς ἀμείνους ἐλπίδας δι’ ἡμερότητα τοῦ μεγάλου καὶ φιλοδώρου θεοῦ.
φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων.
οὐχ ὁρᾷς ὅτι καὶ Ἀβραὰμ ὁ σοφός, ἡνίκα ἤρξατο μετρεῖν κατὰ θεὸν πάντα καὶ μηδὲν ἀπολείπειν τῷ γενητῷ, λαμβάνει τῆς φλογίνης ῥομφαίας μίμημα „πῦρ καὶ μάχαιραν“ (Gen. 22, 6), διελεῖν καὶ καταφλέξαι τὸ θνητὸν ἀφ’ ἑαυτοῦ γλιχόμενος, ἵνα γυμνῇ τῇ διανοίᾳ μετάρσιος πρὸς θεὸν ἀναπτῇ;
τὸν δέ γε Βαλαὰμ μάταιον λαὸν ὄντα ἐξωπλισμένον εἰσάγει Μωυσῆς ἀστράτευτον καὶ λιποτάκτην, εἰδὼς πόλεμον ὃν ἁρμόττει ψυχῇ περὶ 1 δυοῖν APH 3 ὁ om. HUF 4 ἐπὶ πᾶσι] ἐπὶ πάντων HL1 φαινόμενον] φερόμενον F δὴ] δὲ P 5 περί] παρά F 6 ἐναργῶς om. D ἀναδιδαχθήση ΑP1 7 γὰρ] δὲ D τῶν om. F ἀκράτων UF: ἀκηράτων ceteri, ἀκροτάτων D 8 ἀγαθὸς post. θεὸς transp. D τῆς codd.: ἀπὸ τῆς v oisUFD: ὧ ceteri 9 ἐκ om. D 9. 10 ἀπογενομένας APD 10 φιλοφροσύνην] ἀγάπην D κτήσῃ θεοῦ transp. F μήτε — μέγεθος (11) om. U μήτ’ AP εὖ om. D 11 πάσχῃς AP μήτ’ AP 12 ὑπομένης AP τι] τῆ AP 13 δι’ D: διὰ codd. μεγαλοδώρου coni. Mang. φλογίνην δὲ ῥόμφαν (sic) F 14 μέσον scripsi: μετὰ codd. : τομέα coni. Wendl., μετὰ Ε; Diels Sepfxov UF 17 μετρεῖν] ποιεῖν UF κατὰ θεὸν μετρεῖν transp. H 18 ἀπολιπὼν εἰσάγει τῷ γενητῷ] τῶν ἐν τῶ θνητῶ γένει UF γεννητῶ AP μίμῃμα ῥομφαίας trausp. UF 20 θεὸν codd.: τὸν θεὸν v 21 ἐξωπλισάηει μενον G εἰσάγει M Μωυσῆς UF: Μωὰβ ceteri 22 λιποτήκτην λειποτάκτην ceteri ἁρμόζει H 15 — 13 DR fol. 195v Φίλωνος: ὦ διάνοια — φιλοδώρου θεοῦ. ἐπιστήμης ποιεῖσθαι· λέγει γὰρ ὄνῳ, τῇ ἀλόγῳ προαιρέσει τοῦ βίου, ᾗ πᾶς ἄφρων ἐπιβέβηκεν, ὅτι „εἰ μάχαιραν εἶχον, ἤδη ἂν ἐξεκέντησά σε“ (Num. 22,29 )· καὶ μεγίστη χάρις τῷ τεχνίτῃ, ὅτι τὴν ἀφροσύνης λύτταν εἰδὼς οὐκ ἐνέδωκεν αὐτῇ, καθάπερ ξίφος μεμηνότι, δύναμιν λόγων, ἵνα μὴ πολλὴν καὶ ἄδικον ἅπασι τοῖς ἐντυγχάνουσιν ἐνεργάσηται φθοράν.
ἃ δὲ Βαλαάμ, ταῦθ’ ἕκαστος τῶν μὴ κεκαθαρμένων ἀεὶ ματαιάζων αἰτιᾶταί πως, ἐμπορικὸν ἢ γεωργικὸν ἤ τιν’ ἄλλον τῶν ποριστικῶν ἐπιτηδεύσας βίον· ἕως μὲν αἴσια ἀπαντᾷ τὰ ἀφ’ ἑκάστου, γεγηθὼς ἐπιβέβηκε καὶ ἐποχεῖται καὶ ἐνειλημμένος ἀπρὶξ ἔχεται μεθέσθαι τὸ παράπαν οὐ δικαιῶν, ἀλλὰ καὶ τοῖς ἀφίστασθαι λέγουσι καὶ μέτρα ταῖς ἐπιθυμίαις περιθεῖναι διὰ τὸ τοῦ μέλλοντος ἀτέκμαρτον βασκανίαν ὀνειδίζει καὶ φθόνον, οὐκ ἀπ’ εὐνοίας εἰσηγεῖσθαι ταῦτα φάσκων·
ἐπειδὰν δὲ ἀβούλητος κακοπραγία συμβῇ, τοὺς μὲν ὡς ἀγαθοὺς μάντεις ἀποδέχεται καὶ προφυλάξασθαι δυνατωτάτους τὰ μέλλοντα, τὰ δ’ οὐδενὸς αἴτια κακοῦ τὸ παράπαν αἰτιᾶται, τὴν γεωργίαν, τὴν ἐμπορίαν, τὰς ἄλλας
ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· αἱ δὲ καίτοι φωνητηρίων ὀργάνων ἀμοιροῦσαι τὴν δι’ αὐτῶν τῶν πραγμάτων ῥήξουσι φωνὴν ἐναργεστέραν οὖσαν τῆς διὰ γλώττης „Ἆρά γε, ὦ συκοφάντα, οὐχ ἡμεῖς ἐσμεν ἐκεῖναι“ λέγουσαι „αἷς καθάπερ ὑποζυγίοις ὑψαυχενῶν ἐπεβεβήκεις; μὴ καθ’ ὑπεροψίαν ἄλλως εἰργασάμεθά σοι κακοπραγίαν (cf. νυμ. 22, 30) ; ἴδε τὸν ἀνθεστῶτα ἐξεναντίας θεοῦ λόγον ἐνωπλισμένον ἄγγελον (ib. 31), παρ’ ὃν τό τε εὖ καὶ τὸ μὴ συμβέβηκε τελειοῦσθαι·
οὐχ ὁρᾷς; τί οὖν νῦν ἡμᾶς αἰτιᾷ πρότερον, ὅτε εὐώδει σοι τὰ πράγματα, οὐχὶ μεμψάμενος; μένομεν γὰρ αἱ αὐταὶ μηδὲ τῆς ἑαυτῶν 3 τεχνητὴ AP 4 μεμηνότι ξίφος AP, γε μὴν ὅτι ξίφος UF, ξίφος δύναμιν μεμηνότα M δύναμις UF 5 λόγου F ἅπασι om. HL1 ἐργάσηται HUF 7 ματαιάζων] καταίζων U τινὰ AP ἄλλων G 7. 8 τὸν ποριστικὸν F 8 αἴσι’ ἀπαντᾶ H coir. : αἴσια ἅπαντα MG, αἴσια πάντα ceteri τὰ om. UF 9 ἐπωχεῖται Η ἐνειλημμένος Ε; coni. Mang. ἀπρὴξ F 11 ταῖς ἐπιθυμίαις codd. : τῆς ἐπιθυμίας Mang. (in toxtu) περιθεῖναι] ἐπιθεῖναι δυναμνένοις UF 12 ὀνειδίζειν F φάσκων] πάσχων UF 13 δ’ AP ὡς ἀγαθοὺς UF: ὡς oin. ceteri 13. 14 ἐπιδέχεται Α 16 ἐξαργυρισμὸν UF 18 ἐνεργεστέραν MUF 19 ὑψαυχένων UF 20 ἐπιβεβήκεις UF ἄλλως] ἀλλ’ ὡς UF, Ε; ἄλλως coni. Markland εἰργασάμεθα UF: εἰργάσμεθα ceteri εἰργάσμεθά σοι ἄλλως tiansp. AP 21 ἴδε τὸν] εἰ δέ τὸ F ἐξεναντίας ἑστῶτα UF τοῦ θεοῦ U 21. 22 ἐνωπλισμένον ἄγγελον UF: ἄγγελον om. ceteri 23 οὐχ ὁρᾷς om. UF αἰτιᾷ ἡμᾶς transp. GH 24 οὐχὶ] οὐκ ἧς UF μένομεν UF: ὁ μὲν ’H’, ἐσμὲν G2H2 αἱ αὐταὶ UFH2: ἑαυτὰ MPGH1, ἑαυτῶ Α μηδὲ scripsi: μηδὲν codd. φύσεως μεταβάλλουσαι τὸ παράπαν στιγμήν· σὺ δὲ κριτηρίοις χρώμενος οὐχ ὑγιέσιν ἀλόγως σφαδᾴζεις· εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθες, ὅτι οὐχ ἅττ’ ἂν ἐπιτηδεύῃς ἀγαθῶν μετουσίας ἢ κακῶν ἐστιν αἴτια, ἀλλ’ ὁ δίοπος καὶ κυβερνήτης τοῦ παντὸς λόγος θεῖος, ῥᾷον ἂν ἔφερες τὰ συμπίπτοντα παυσάμενος τοῦ συκοφαντεῖν καὶ ἐπιγράφειν ἡμῖν ἃ μὴ δυνάμεθα.
ἐὰν οὖν πάλιν καθελὼν ἐκεῖνος τὸν πόλεμον καὶ τὰς ἐπ’ αὐτῷ συννοίας καὶ κατηφείας σκεδάσας εἰρήνην ἐπικηρυκεύσηται βίου, φαιδρὸς καὶ γεγηθὼς τὴν δεξιὰν ἐμβαλεῖς ἡμῖν ταῖς ἐν ὁμοίῳ μενούσαις· ἡμεῖς δ’ οὔτ’ εὐμενείᾳ τῇ σῇ φυσώμεθα οὔτ’ ἐὰν δυσμεναίνῃς ἐπιστρεφόμεθα, ἴσμεν γὰρ ἑαυτὰς μήτ’ ἀγαθῶν μήτε κακῶν αἰτίας οὔσας, κἂν σὺ περὶ ἡμῶν τοιαῦτα δοξάζῃς, εἰ μὴ καὶ τὴν θάλατταν εὐπλοίας ἢ τῶν συμβαινόντων ναυαγίων ἀλλ’ οὐχὶ τὰς τῶν πνευμάτων διαφορὰς τοτὲ μὲν ἐπιεικῶς τοτὲ δὲ μετὰ βιαιοτάτου συρμοῦ καταπνεόντων αἰτιατέον·
φύσει γὰρ παντὸς ὕδατος ἠρεμίαν ἐξ αὑτοῦ λαχόντος, ὅταν μὲν πνεῦμα οὔριον κατ’ οἰάκων ἐπιγένηται, παντὸς ἀνασεισθέντος κάλου, πλησίστιοι μέχρι λιμένων αἱ νῆες καταίρουσιν, ὅταν δὲ αἰφνίδιον κατὰ πρῴρας ἐξεναντίας κατασκήψῃ, πολὺν σάλον καὶ κλόνον ἐγείρει καὶ ἀνατρέπει· καὶ τοῦ συμβαίνοντος ἡ μηδὲν αἰτία θάλαττα τὴν πρόφασιν ἴσχει, φανερῶς ταῖς ἀνέσεσι καὶ σφοδρότησι τῶν ἀνέμων ἢ γαληνιάζουσα ἢ κυμαίνουσα".
διὰ τούτων οὖν ἁπάντων ἱκανῶς οἶμαι δεδηλῶσθαι, ὅτι λόγον ἡ φύσις δυνατώτατον σύμμαχον ἀνθρώπῳ δημιουργήσασα τὸν μὲν αὐτῷ χρῆσθαι δυνάμενον ὀρθῶς ἀπέδειξεν εὐδαίμονα καὶ λογικὸν ὄντως, τὸν δὲ μὴ δυνάμενον ἄλογόν τε καὶ κακοδαίμονα.
„Ἀδὰμ δὲ ἔγνω τὴν γυναῖκα αὐτοῦ· καὶ συνέλαβε καὶ ἔτεκε 1 μεταβαλοῦσαι UFL2 στιγμήν Maug.: στιγμὴ MUF, στιγμή ceteri 2 ἀλόγως] ἀλόγοις GH, ἄλλως AP ἅττ’ ἄν] ὅτ’ ἄν U, ὅταν F3 ἐπιτηδεύοις AP μετουσίαν F αἰτία HUF δίοπος scripsi: δίοπτος UF, πηδαλιοῦχος ceteri 4 ῥᾷον ἄν] οὗ UF 5 δυνώμεθα MAPGcorr. 6 ἐκείνοις GH, σὺν ἐκείνοις UF ἐπ’ αὐτῶν UF συννοίας scripsi: ἐννοίας codd., ἀνίας coni. Mang. 7 ἐπικηρυκεῦσαι δύνηται UF 8 ἐμβαλεῖς UF: ἐμβάλλει γ’ MAPG,. ἐμβάλλῃ γ’ H corr. ἐν ὁμοία MAPH1 9 φυσόμεθα U, φεισόμεθα AP, φυσιώμεθα Mang. οὔτε ἄν APGF 11 δοξάζεις H 12 διαφθορὰς G1H 13 βεβαιοτάτου UF αἰτιατέον] ἐατέον U, φατέον F 14 αὑτοῦ GH corr.: αὐτοῦ ceteri 15 καἰ παντὸς F, παντὸς καὶ L2 ἀνασπασθέντος UFL2 κάλως U πλήσει τὰ ἱστία U, πλήσῃ τὰ ἱστία F μέχρι λιμένων] μὲν εἰς λιμένας AP 16 νῆες AP: ναῦς ceteri κατάγουσιν UF δ’ AP καὶ κατὰ UF 18 θάλασσα GHF 19 ἡ prius om. F γαληνίζουσα UF 19. 20 διὰ τοῦτ’ AP 20 πάντων UF 21 χρῆσθαι GH: χρήσασθαι ceteri 24 δ’ AP αὐτοῦ codd.: αὑτοῦ v τὸν Κάιν, καὶ εἶπεν Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ“ (Gen. 4,1.2). οἷς ἀρετὴν μεμαρτύρηκεν ὁ νομοθέτης, τούτους γνωρίζοντας γυναῖκας οὐκ εἰσάγει, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Μωυσῆν, καὶ εἴ τις αὐτοῖς ὁμόζηλος·
ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον.
ἵνα δὲ τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ
εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε 1. 2 προσέθετο UF 2 τὸν Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ transp. H ἀρετὴν μὲν AP o ὁ νομοθέτης μεμαρτύρηκε transp. UF γνωρίζον τὰς U, γνωρίσοντας F, γνωρίζων τὰς MAPH 4 Μωσῆν MAPGH 6 δὲ HU ἐπιστήμων F 7 αἴσθησιν corr. Turn. : ἔστησεν codd. ἐπιδείξεται G, ἐπιδέξεται AP 8 αἱ] ὅτι αἱ APGH 9 ἔργω δ’ AP 10 δέ] δὲ καὶ F ἀνανενευμένη F: ἀναωενεσμένη M, ἀνανευομένη U, ἀνενηνεγμένη ceteri 12 Μωσέως AP, Μωυσέος GF 13 καλεῖτε F ὄρνεον UF 14 ὠδῖνας F 14. 15 οἱ δεισιδαίμονες UF: οἱ om. ceteri 15 ἡ G, ἡ ona. II μεταστησάτωσαν F 16 τῶν om. UF δὲ F 18 δ’ AP κατϊσχημένοις MAPF 10 τερθρίαις Α, τερθρίας UF ἐθνῶν L δ’ AP 20 παραμετροῦσιν ἢ ταύτῃ FL2 τελευτῆς U 21 μὲν] τις U ἄνθρωπος — θηλείᾳ] καλὸν κτῆμα διὰ UFL2 τἀς] εἰς τἀς MAPGH 22 ποιησόμενον H 215 τέλει καὶ πολλὰ UF 24 μὴ δεξαμέναις Η, μὴ δεξαμένοις G, μηδ’ ἐξεῖναι M δὲ] 64 εἶναι AP γονὴν scripsi: ἐπιγονήν codd. ante ἐξ add. μὴ δεξάμεναι δέ M μόνον] μέν μόνων H κυήσουσι.
τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ.
παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ, ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται.
γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) — ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον —, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ — ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ —, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ.
πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod. 2, 22).
ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων 1 αὐτοῖς APH 2 ὄντων] ὅλων H ἀγέννητος codd. σπείρει — δωρεῖται (3) om. F 3 γὰρ] μὲν γὰρ DF ὁ θεὸς om. F 4 αὐτῶ PG, ἑαυτῶ F οὐθενός MAPG 5 λεγομένων] δεομένων UF ἀξιόχρεων om. UF 6 τότε κύουσαν τεκοῦσαν UF ὅτι U ὁ et αὐτὴν om. F 7 τίκτουσαν UF: τίκτουσα ceteri δὲ F 8 τυχεῖν] λαχεῖν F Ἄβραμ MH 9 δὲ UF ἀναδιδάσκει UF 10 αὐτῆς ἀνέῳξεν transp. UF ἀνοιγῆναι AP, ἀνοῖξαι UF 14 αὐτῆς Η 15 τὸν θεὸν UF: τὸν om. ceteri 16 ἔγγυος PG, ἔγκυμος F, ἐγκύμων U ἡ ‘Pεβέκκα G γίγνεται U 17 δ’ AP ἱκεσίας F, ἱκετηρίας L τὴν om. F Σεμπφώραν U 18 Μώσης MAPGH θνητοῦ τὸ παράπαν UF: τὸ παράπαν om. ceteri 19 μύσται] μύσι καὶ ἱεροφάνται UF ὡς om. UF 20 παραδέχεσθαι H 21 ἐκλαλήσατε Mang. φυλάπεται U 22 φθαρτακεῖνται (sic) F ὄντων] ὄντως coni. Markland, πάντων Mang. 23 καλλιστεῦον] καλλιστεῦον κτῆμα U, κάλλιστον κτῆμα F ἡ] ἢ F περὶ om. UF καὶ ante ἀρετῆς om. F τρίτον APF 24 ἀμφοῖν] ἀπ’ ἀμφοῖν UF ἐπιστήμης codd., corr. Turn. τινι] τινες APH ἐντυγχάνητε, λιπαρῶς ἐγκείμενοι περιέχεσθε, μή τινα ἄρα καινοτέραν εἰδὼς τελετὴν ἐπικρύπτηται, μέχρις ἂν αὐτὴν σαφῶς ἀναδιδαχθῆτε.
καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου“ (Ier. 3, 4) ; ἐμφαντικώτατα παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα, καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ παρθένον γῆν.
ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου
τάξιν. ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“ (Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας· γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι.
τὸν οὖν ἀγένητον 1 μή τινα] μήποτ’ UF εἰδὼς] εἰδῶν GmgHL1, ἰδόντες UFL2 2 ἐπικρύψετε U, ἐπικρύψητε FL2 μέχρι APG1 σαφῶς αὐτὴν UF 3 Μωϋσῆ UF, Μασεῖ ceteri μυηθεὶς] μνησθεὶς G1 5 ἱεροφαντεῖν UF ἱκανῶς H ὅδ’ F, ὁ δ’ om. AP 6 ἐνθουσιῶν UFGcorr. : ἐνθουσιῶντα ceteri 8 ἐμφαστικώτατα M 9 παριστῶν UF 10 γεγενηκὼς HU 12 παρθένιον F 13. 14 ἀνθρώπω AP 14 γενέσει codd.: γεννήσει Mang. τέκνων] παίδων UF σύνοδος] ὁμιλία UF 15 δ’ AP θεὸς ψυχὴ U, ὁ θεὸς ψυχὴ F αὐτὴν οὖσαν UF: αὐτὴν om. ceteri 16 ἀγενεῖς AP 17 θηλύνεται UF 18 ἐκλιπεῖν] ἐκπεσεῖν UF ἐκείνην om. UF 20 τάξιν] τρόπον UF παρθέεῖν τῆς ἐχούσης νοῦ F 22 εἰπὼν G οὐ G ἥδε] ἤδη F 23 ἐχούσης MGH: μενούσης P, μενούσης AUF 24 ποιῶν] ποιοτήτων AP, θνητῶν UFL2 25 αἱ τυποῦσαι] ἐτύπωσε καὶ τύπους αἱ UFL2 τῶν] τὸν AP, τὰ coni. Markland et Wendl. κλῆρον AP: κλήρων ceteri εἰλήχασι M: εἰλήφασι ceteri οὖν] γοῦν U, γ’ οὖν F, νοῦν P ἀγένητον M: ἀγέννητον ceteri καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις.
Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας;
καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι.
ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ καταφαίνεται, ἡ αἰτία ἥδε.
ὁ μὲν ἄλλος ἅπας ἀνθρώπων ὅμιλος ὀνόματα τίθεται πράγμασι διαφέροντα τῶν πραγμάτων, ὥσθ’ ἕτερα μὲν 1 ἄτρεπτον] ἄφθαρτον UF τὸν θεὸν F εἰδέας F 1. 2 μηδέποτε UF: μήποτε ceteri 2 μεταβαλλούσῃ scripsi: μεταβαλούσης U, μεταβαλλούσης ceteri παρθενίας UF 4 τοῦτον GH1 δ’ AP 5 γένημα Η πανωλέθριον UF ἀποτεύξη L 8 θαυμάσειε U: θαυμάσει F, θαυμάσαι ceteri 9 ἐξαλλάσσων UF 10 φύντας] ὄντας AP πρῶτον om. Η 11 τὸ ὄνομα UF 12 αὐτὸ] αὐτῶ AP αὐτὰ F κατατάττειν APH 13 τεχνητὰ AP ἢ corr. in οὐ H, οὐ L 14 πάλαι om. ’UF 15 ἤδει Α προσώπου δηλώσει U 16 αὐτοῦ codd. : αὑτοῦ v 17 τὸ ὄνομα om. F αὐτὸν F 19 τὸ πρῶτον UF 20 τὸ om. UF 21 ἀπορία AP καθ’ ὃ οὖς Α, καθ’ ὧν UF 22 τῶν] τὸν APF 23 οὕτως] ὦ οὗτος AP ἐκάλεσε] ἐκέλευσε M 25 καταφαίνεται UF: φαίνεται ceteri ἡ om. UF 26 ὥσθ’ MUF: ὡς ceteri εἶναι τὰ τυγχάνοντα, ἑτέρας δὲ κλήσεις τὰς ἐπ’ αὐτοῖς· παρὰ Μωυσεῖ δὲ αἱ τῶν ὀνομάτων θέσεις ἐνάργειαι πραγμάτων εἰσὶν ἐμφαντικώταται, ὡς αὐτὸ τὸ πρᾶγμα ἐξ ἀνάγκης εὐθὺς εἶναι τοὔνομα καὶ τοὔνομα καὶ καθ’ οὗ…
ὅταν…
…
The complete text is available when the reading interface loads.