Quod deterius potiori insidiari soleat
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1896
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
„Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν I p.l91 M. ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν“ (Gen. 4, 8). ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον, εἰς ὃ προτρέπεται παραγενέσθαι, σημεῖον ἁμίλλης καὶ διαμάχης εἶναί φαμεν ἀπὸ τῶν προφανῶν τεκμαιρόμενοι περὶ τῶν ἀδήλων.
ὁρῶμεν γὰρ τοὺς πλείστους τῶν ἀγώνων κατά τε πόλεμον καὶ κατ’ εἰρήνην ἐν πεδίοις συνισταμένους· ἐν εἰρήνῃ μὲν οὖν ὅσοι τοὺς γυμνικοὺς ἄθλους διαθλοῦσι, στάδια καὶ λεωφόρα πεδία μεταδιώκουσι, κατὰ δὲ τὸν πόλεμον τὰς πεζομαχίας καὶ ἱππομαχίας οὐκ ἐν γεωλόφοις ἔθος ἐστὶ ποιεῖσθαι· πλείους γὰρ ἐκ τῆς ἀνεπιτηδειότητος τῶν χώρων αἱ βλάβαι, ὧν ἀντεπιφέρουσιν
ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν. σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν πεδίῳ θεωρεῖται· „ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια“ (Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι φιλονεικίας σημεῖον τὸ πεδίον ἐστί. καλεῖ δὲ αὐτὰς διὰ τί;
„ὁρῶ περὶ τοῦ τὸ χεῖρον τῶ κρείττονι φιλεῖν ἐπιτίθεσθαι: codd. 1 αὐτοῦ codd.: αὑτοῦ V 3 αὐτοῦ codd.: αὑτοῦ v 4 ὁ Κάιν UH: ὁ om. FL τοιοῦτον] τοῦτο H προβλήσεως U 5 ἀνακράτος F 6 παραγίνεσθαι coni. Mang. 8 πλείστους HL: πλείους F, τελείους U 10 μεταδιώκουσιν U 11 καὶ ἱππομαχίας om. Η ποιῆσαι Turn. 12 χώρων codd. (χώρων Laur. Conv. 59) 13 γένοιτ’ ἄν V 14 ἐπιστήμης codd.: τῆς ἐπιστήμης v 15 νουθετῶν] νομοθετῶν U 16 ἐκάλη (sic) U 18 διὰ τί addidi: καλέσας δὲ αὐτὰς coni. Benzelius, λαλεῖ δὲ οὕτως coni. Markland τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν“ ἔφη „ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ“ (Gen. 31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται καὶ προσηγόρευται Λάβαν.
καὶ ὅσοι δὲ ἐν μέρει λόγου τοῦ προκόπτοντος κατὰ τὸν πατέρα κοσμοῦνται, τὰς ψυχῆς ἀλόγους φορὰς μεταδιδάσκουσιν ἐκλεξάμενοι ἐπιτήδειον τόπον τὸ πεδίον. λέγεται γὰρ τῷ Ἰωσήφ· „οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ Πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανωμένων ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος Τί ζητεῖς; ὁ δὲ εἶπε Τοὺς ἀδελφούς μου ζητῶ, ἀνάγγειλόν μοι ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαείμ“ (Gen. 37, 13—17).
ὅτι μὲν οὖν ἐν πεδίῳ τῶν ἐν αὐτοῖς ἀλόγων δυνάμεων ποιοῦνται τὴν ἐπιστασίαν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων. ὁ δὲ Ἰωσὴφ πέμπεται πρὸς αὐτούς, ἐπεὶ τὴν τοῦ πατρὸς ἐπιστήμην αὐστηροτέραν οὖσαν ἀδυνατεῖ φέρειν, ἵνα μάθῃ παρὰ τιθασωτέροις ὑφηγηταῖς τὰ πρακτέα καὶ συνοίσοντα· κέχρηται γὰρ δόγματι ἐκ διαφερόντων συνυφασμένῳ, πάνυ ποικίλῳ καὶ πολυπλόκῳ, παρὸ καὶ χιτῶνα κατεσκευάσθαι ποικίλον φησὶν ὁ νομοθέτης αὐτῷ (Gen. 37, 3), δηλῶν ὅτι λαβυρινθώδους καὶ δυσεκλύτου δόξης ἐστὶν εἰσηγητής·
πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ 1 πρός ἐμοῦ coni. Mang. ἐχθὲς scripsi: χθὲς codd. 2 καὶ τρίτην F: καὶ ὡς τρίτην ceteri 3 πρὸς σέ Η 5 ἀγαθῶν D εἰ δὲ ἐκπεριπατεῖ D 6 ἀγαθὸν] ὡς μέγιστον ἀγαθὸν U (Mang.) καθὸ F 7 δ’ FL 8 καὶ τὰς F τῆς ψυχῆς Η μεταδιδάσκουσι U 15 εἶπεν H 16 εἶπεν ὁ ἄνθρωπος αὐτῶ F 17 Δοθαείμ U 20 ἐπιστήμην] ἐπιστασίαν coni. Mang. 21 τιθασωτέροις HL: τιθασσοτέροις UF 22 συνυφα (sic) U 23 κατεσκευάσθαι U: κατεσκευάσθη Η, παρασκευᾶσθαι F, παρε κατεσκευάσθαι L 24 δηλῶν ὅτι Markland: δῆλον ὅτι H, δηλονότι ceteri 4 — 6 DK fol. 255v Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐν ψυχῇ — οὐχ ὑπείληπται. ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια·
καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι — τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων
λόγον ἔχειν —, ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα. ταύτην οὖν τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ πεπιστευκότας. „ἰδοὺ“ γάρ φησιν „οἱ ἀδελφοί σου ποιμαίνουσι“ καὶ ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς „ἐν Συχέμ“ (Gen. 37, 13)· ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις ἀντίταξιν.
„δεῦρο οὖν ἀποστείλω σε πρὸς αὐτούς“ (ibid.), τουτέστι μετακλήθητι καὶ πρόσελθε τῇ διανοίᾳ λαβὼν ὁρμὴν ἑκούσιον εἰς τὸ τὰ ἀμείνω μαθεῖν. ἀλλ’ ἄχρι γε τοῦ παρόντος ἐπιμορφάζεις ὡς παιδείαν δεξάμενος τὴν ἀληθῆ· μήπω γὰρ παρὰ σαυτῷ τοῦτο ὡμολογηκὼς ἕτοιμος εἶναι λέγεις ἀναδιδάσκεσθαι, ὅταν φῇς „ἰδοὺ ἐγώ,“ ἐξ οὗ μοι δοκεῖς εἰκαιότητα καὶ εὐχέρειαν ἀπελέγχειν σεαυτοῦ μᾶλλον ἢ πρὸς τὸ μαθεῖν ἑτοιμότητα μηνύειν. τεκμήριον δέ, εὑρήσει σε μικρὸν ὕστερον ὁ ἀληθινὸς ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ (Gen. 37, 15), οὐκ ἂν πλανηθέντα, εἰ ἀπὸ γνώμης ὑγιοῦς ἐπὶ τὴν ἄσκησιν ἦλθες.
καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε,“ θέασαι καὶ 2 χρείαν F 3 ἀθρῶον (sic) F 4 ἡ] εἰς U 6 ταὐτὸν HL 8 ἴδιον F μήτε post ἰδίᾳ] μή με Η 10 ἔχει codd. ἔχειν Laur. Conv. 59) 12 καὶ ὡς ψυχῆς L καὶ περὶ UF: καὶ om. HL 13 πλεονεκτήματα λεγόμενα UF: λεγόμενα πλεονεκτήματα· HL 18 αὖ τὴν] αὐτὴν F ἐγγινομένας UF: γινομένας HL 19 ἀντίταξιν UF: ἀντιπαράταξιν HL 20 λαβεῖν HL1 21 μαθεῖν] παθεῖν U ἀλλὰ F 22 ὡμολογηκὼς] ἐγνωκὼς coni. Mang. 24 ἱκανότητα L 25 ἑτοιμότατα 11 ἀληθινὸς UFH: ἀληθὴς L 28 ἴν’ U 29 καὶ om. HL κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν.
ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες „ὑγιαίνουσιν“ ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν „ἀναγγεῖλαι“ καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον.
Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων;
ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν.
ἀλλ’ ὁρᾷς ὅτι καὶ τὸ χωρίον, ὅθεν αὐτὸν ἐκπέμπει, περιττῶς ἀναγράφει μόνον οὐκ ἐναργῶς προτρέπων ἀφίστασθαι τοῦ ῥητοῦ· „ἐκ γὰρ τῆς κοιλάδος τῆς Χεβρών“ (Gen. 37, 14)· συζυγὴ δὲ καὶ συνεταιρὶς Χεβρὼν καλεῖται συμβολικῶς ἡμῶν τὸ σῶμα, ὅτι συνέζευκται καὶ ὥσπερ ἑταιρίαν καὶ φιλίαν πρὸς ψυχὴν τέθειται· κοιλάδας δὲ ἔχει τὰ αἰσθητήρια, μεγάλας δεξαμενὰς ἁπάντων ὅσα ἐκτὸς αἰσθητά, ἃ τὰς παμπληθεῖς ποιότητας ἐπαντλοῦντα καὶ διὰ τῶν δεξαμενῶν ἐπεισχέοντα τῇ διανοίᾳ κατακλύζει καὶ βύθιον αὐτὴν ἀπεργάζεται.
διὰ 2 αὐτοῦ χωρεῖν F: χωρεῖν αὑτοῦ U (Mang.), αὐτοῦ χώρησιν Η, τοῦ χώρησιν L, του χώρησον Tum. o μέντοι UF: μέντοι γε HL 8 γνῶμαι] γνῶναι U 9 δ’ αἱ UF: δὲ HL 10 προκεκωφότων F ἀφ’ ὧν scripsi: ὑφ’ ὧν codd. κἀκείνους UFH: ἐκείνους L 12 λόγους μὲν UFL2: λογισμοὺς HL1 17 ἀναγγελοῦντα coni. Mang. εἰ om. U 20 οὐθέν U 23 κατόρθωσεν HL 24 μόνον ἀργῶς (sic) U 25 τῶν Χεβρών HL συζυγὴ — Χεβρὼν καλεῖται (26) om. HL 26 Χεβρὼν καλεῖται U: καλεῖται Χεβρὼν F(HL) 27 ψυχὴν] εὐχὴν U τέθεικε U 28 ἔχε FL τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας, ὅταν ἐν οἰκίᾳ κοιλάδες χλωρίζουσαι ἢ πυρρίζουσαι φανῶσι, διείρηται τοὺς λίθους, ἐν οἷς γεγόνασιν, ἐξελόντας ἑτέρους ἀντιτιθέναι (Lev. 14,37 ss.), τουτέστιν, ὅταν διαφέρουσαι ποιότητες, ἃς ἐδημιούργησαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἀδελφὰ τούτων πάθη, βαρύνασαι καὶ πιέσασαι τὴν ὅλην ψυχὴν κοιλοτέραν καὶ ταπεινοτέραν αὐτὴν ἑαυτῆς ἐργάσωνται, τοὺς τῆς ἀσθενείας αἰτίους λόγους ἀνελεῖν, ὑγιεινοὺς δὲ δι’ ἀγωγῆς νομίμου ἢ καὶ παιδεύσεως ὀρθῆς ἀντεισαγαγεῖν.
τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· „εὗρε“ γάρ φησιν „αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ“ (Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν.
ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα.
ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες.
μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις 1 ἐν prius om. HL 2 πυρίζουσι U διήρηται Η 5 ταπεινωτέραν Η 6 αὐτὴν] αὐτῆς Η 7 διαγωγῆς FL2, διανομῆς HL1 9 εἰσδεδεκότα F 10 σπάσαι] πᾶσαι Η πρὸς τοὺς UF: πρὸς αὐτοὺς IIL 12 αὐτὸν ἄνθρωπος U: ἄνθρωπος αὐτὸν FHL 15 φράσαι] τὶ φράσαι UF 17 σωφροσύνην] σωφρονίζειν F 18 ἀνδρείαν codd.: ἀνδρίαν v τινὰ τῶν VF: τῶν om. HL 19 ὁμολογούμενα UF 19. 20 ταῦτα πάντα U: πάντα ταῦτα FHL 24 χαυμευνίαις (sic) F 27 ἐπετήδευσε U, ἐπετήδευσαν FH ἀνηνύτοις καὶ ἀτρύτοις πόνοις UF 28 ἐκτραχηλιάζοντες F 29 ῥυπαίνη U 30 φαιδρύνει ,μετὰ καθαρῶν, Markland νίων F ἵδρυται HL χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν ἀναγεγράφθω·
πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται — γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν —, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις.
τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις.
οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν.
οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· „τί ζητεῖς“ (Gen. 37, 15) ; ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ;
δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν“ (ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν“· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων 2 ἀναθήμασιν F 5 θρησκίαν F ἀντὶ] ὅτι U ἡγούμενος] αἱρούμενος coni. Wendl.: fort. εἰσηγούμενος 8 νόθοι δὲ F 9 ὅσαι] οὖσαι τὰς F ἀποδείξεις U δ’ FHL 10 πέδω F ἑαυτὸν F οὕ] οὗ Η, om. U 13 τῆς ψυχῆς F ἔγνων F 14 τοῦτο αὐτὸ F 15 ἠρθρωμένη Turn. 16 ἐν om. Η ποτὲ μὲν—ποτὲ· δὲ U 18 ἡ UF: καὶ HL 19 ἐλλαμβανόμενος UF: ἀναλαμβανόμενος HL 20 μετὰ UF: καὶ μετὰ HL 22 ἄρα F 24 ἀνδρείαν codd.: ἀνδρίαν v 26 ὡς τοῦ ἐγγυτάτω F 27 ἄν ἐπυνθάνετο UFH: ἀνεπυνθάνετο L 30 γινόμενοι UF: γενόμενοι HL ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος.
εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι.
διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· „ἀπήρκασιν ἐντεῦθεν“ (Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν·
„εἰς Δωθαεὶμ πορευθῶμεν“ (ibid.) — ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή —, παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε“ (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ“ τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ.
εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ.
τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65) ; ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ 4 οὗτοι UF: οἱ HL τὰ πρὸς om. L ἡδονὰς UF: τὰς ἡδονὰς HL λογεῖν 8 μετεωροπολεῖν U: μετεωροπορεῖν H, μετεωρολογεῖν F, μετεωροποιεῖν L 12 καθὰ F, καθ’ ἆ U: καθὼς HL γίνεσθαι UF: γίγνεσθαι L, γίγνεται Η 13 θήλεια U 14 παράγοντας coni. Wendl. 15 ὁ] οὐ F Mang.: ἀνταγωνιστῶν codd. 18 ἀντιπάλων] ἐναντίων U ἀμαχὶ UF: ἀμαχεὶ HL 19 εὑράμενοι UK: ἀράμενοι HL 20 τὸ] τὸν UF 21 οὐδενί F: οὐθενί U, οὐδὲν Η L 22 ἀνταγωνιστῶν U: ἀγωνιστῶν FHL 23 24 ἰδιολογήσασθαι] ἀδολεσχῆσαι coni. Mang. 24 τῆς τε ψυχῆς καὶ ὁδοῦ U 25 δ’ F 26 γὰρ ἡ UF: δὲ ἡ HL, δὴ Mang. 27 τίς ὁ] τίς οὐ H ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν.
παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου“ (ibid.), τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.
Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν — κτῆσις γὰρ ἑρμηνεύεται — φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι.
πάντα γάρ, τὸ τοῦ λόγου δὴ τοῦτο, κινοῦσι λίθον φάσκοντες· οὐκ οἰκία ψυχῆς τὸ σῶμα; διὰ τί οὖν οἰκίας, ὡς μὴ γένοιτο ἐρείπιος, οὐκ ἐπιμελησόμεθα; οὐκ ὀφθαλμοὶ καὶ ὦτα καὶ ὁ τῶν ἄλλων χορὸς αἰσθήσεων ψυχῆς ὥσπερ τινὲς δορυφόροι καὶ φίλοι; συμμάχους οὖν καὶ φίλους οὐκ ἐν ἴσῳ τιμητέον ἑαυτοῖς; ἡδονὰς δὲ καὶ ἀπολαύσεις καὶ τὰς παρὰ πάντα τὸν βίον τέρψεις τοῖς τεθνεῶσιν ἢ τοῖς μηδὲ γενομένοις τὸ παράπαν ἀλλ’ οὐχὶ τοῖς ζῶσιν ἡ φύσις ἐδημιούργει; πλοῦτον δὲ καὶ δόξαν καὶ τιμὰς καὶ ἀρχὰς καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τί παθόντες οὐ ποριούμεθα, ἐξ ὧν οὐ μόνον τὸ ἀσφαλῶς ἀλλὰ καὶ εὐδαιμόνως ζῆν περιγίνεται;
μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες, εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’ ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν] ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες, 5 δυεῖν UF: δυοῖν HL 8 δηλῶσθαι (sic) H 9 δι’ ἀπορητέον F δ’ UF 9. 10 ἐκπροελθόντες F corr.; παρελθόντες coui. Wendl. 10 ἢ δηλονότι F; ἢ δῆλον ὅτι Wendl. 13 καὶ seclusi; „del. καὶ aut add. παλαίωσι“ Wendl. παύωνται UF 14 πρινὴ F 16 οὐκ] ὃ ἦν F, ο cum sputio 2 ἁ litter. U 17 ὀφθαλμοὶ UFL: ὀφθαλμὸν Η, ὀφθαλμὸς v 22 τἆλλα H οὐ] ὧ U 23 τὸ εὐδαιμόνως coni. Mang. Turn. κατεσκελϊτευμένοι U, κατεσκελεστεμένοι H 27 ἐκβλέποντες UF αὐτῶν F 28 ἐπιμελούμενοι UF : ἐπιμελόμενοι HL πάλιν seclusi, ante ἔνδοξοι trausp. Wendl. 29 ἐρώμενοι U ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν
τὰ ἡδέα φερούσαις. τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια. τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’ ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα ὀχυρώσασθαι·
τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος;
ὁ τοίνυν Ἄβελ τέχνας μὲν λόγων οὐκ ἔμαθε, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν· οὗ χάριν τὴν εἰς τὸ πεδίον ἄφιξιν ἐχρῆν παραιτήσασθαι καὶ τῆς τοῦ δυσμενοῦς προκλήσεως ἀλογῆσαι· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δ’ οἱ φίλοι προσαγορεύουσι· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι πιστευτέον.
οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται — σοφισμάτων γὰρ τέχναις καὶ 1 πανδεχῆ] πανταχῆ L 2 τοιουτονί codd.; τοιοῦτόν Mang. δολιχὸν F λόγων coiii. Wendl. 7 τοῖς δὲ codd.: οἷς D (Mang.) εὐβούλοις DR 8 αὐτοὺς] αὐτοῦ HL 9 τούτους D μὲν οὖν om. D 10 εὐπρεπές UF οἷς] οἱ D ἐναντία (sic) F ἀμυνοῦνται coni. Wendl. πεπορισμένους FH 11 πρότερον F οὐδὲ μία UFH 13 ἔμαθεν UD 14 τὸ ante πεδίον om. F 15 πᾶς] πάντως coni. Wendl. IG ἄμεινον DC δ’] δὲ D 17 προσαγορεύουσιν UD ἀψευδοῦσι HLDC; ἀψευδοῦς εἰ U, ψεύδουσι F, ἀψευδέσι DR 18 οὐχ UF: οὗ χάριν HL 19 ante οὓς add.: φαρμακέας ὡς βασιλέας· ἐπεὶ καὶ φαρμακίδες ὡς βασιλίδες καὶ φαρμακεὺς τοίνυν ὡς βασιλεύς, ὅτι καὶ φαρμακὶς ὡς βασιλίς UF τὸ φαρμακέας ὡς βασιλέας σχόλιον ἦν ἔξωθεν κείμενον· ἐτέθη δὲ ἐντὸς ἀπροσεξίᾳ τοῦ γράψαντος mg. F man. rec), φαρμακέας ὡς βασιλέας—φαρμακὶς ὡς βασιλίς· κατὰ ἀκολουθίαν τούτου κεῖται· τοὺς ἐν Αἰγυπτίῳ τῷ σώματι σοφιστάς HL (Turn.) ; glossema expunxit Mang. 7—10 Dc fol. 120r Dr fol. 110r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ ζ' καὶ η' τῆς ἱερῶν ἀλληγορίας: οἷς ἀμφότερα ἐξεγένετο — οἲ τοὺς ἐναντίους ἀμύνονται. 13 — 17 ibid. ὃς δὲ τέχνας μὲν λόγων οὑκ ἔμαθεν, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν, τὴν εἰς τὴν ἅμιλλαν ἄφιξιν παραιτείσθω καὶ τῆς τοῦ δυσμενοῦς δυναμένου DC) προκλήσεως ἀλογείτω· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων (ἄμεινον D C)· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δὲ οἱ φίλοι προσαγορεύουσιν· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι (ἀψευδέσι DR) πιστευτέον. ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται — φάσκων μὴ εἶναι „εὔλογος“ (Exod. 4,10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς „ἄλογός“ ἐστιν (Exod. 6, 12) ; ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα.
καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα „στόμα“ καὶ ἑρμηνέα καὶ „προφήτην“ (Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς
ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται.
Τοῦτον μὲν οὖν τὸν τρόπον ἐναντιοῦσθαι τοῖς περὶ τὰ δόγματα ἐριστικοῖς χρήσιμον· γεγυμνασμένοι γὰρ περὶ τὰς τῶν λόγων ἰδέας οὐκέτ’ ἀπειρίᾳ σοφιστικῶν παλαισμάτων ὀκλάσομεν, ἐξαναστάντες δὲ καὶ διερεισάμενοι τὰς ἐντέχνους αὐτῶν περιπλοκὰς εὐμαρῶς ἐκδυσόμεθα. οἱ δ’ ἅπαξ εὑρεθέντες σκιαμάχων ἀλλ’ οὐκ ἀγωνιστῶν ἐπιδείκνυσθαι δόξουσι δύναμιν· καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτοὺς μὲν χειρονομοῦντες εὐδοκιμοῦσι, πρὸς δ’ ἅμιλλαν ἐλθόντες οὐ μετρίως ἀδοξοῦσιν.
εἰ δέ τις τὴν μὲν ψυχὴν ἀρεταῖς ἁπάσαις κεκόσμηται, τέχνας δὲ λόγων οὐκ 1 τρόπον τινὰ UF: τρόπον HL, τρόπων V 2 φάσκων codd.: φάσκων τῷ Turn., φάσκων τὸ Mang. μὴ πεφυκέναι sciipsi: μήτε πεφυκέναι codd. 3 εὐλόγων UF: λόγων HL ῥητορίαν Η 6 τῷ] τὸ Η γεγωνῷ om. Mang. 8 σοφιστία H 9 πρινὴ F 12 Μωϋσέος F καὶ ἑρμηνέα om. F ἑρμηνεία H 13 ὃς om. U, ὃς ex ὃν corr. H 14 λόγος om. UF 15 πηγῆς UF: γῆς HL 16 ὧν — θεοπρόπος (17) om. F ἑαυτοῖς U 17 ὦν] ὃν U 21 ἀπειρία UFH: ἐπ’ ἀπειρία L ὀκλάσομεν] ἐγκλαύσομεν HL1 22 διερισάμενοι U 23 „exspectes e. gr. ἅπαξ συμβαλόντες“ Wendl. σκιαμαχῶν F 26 ἀπάσαις] πᾶσι DR λόγων UFD: λόγοις HL, λόγους Turn. 25—268,2 DC fol. 120v DR fol. UOr post verba supra laudata sic pergunt: καὶ βραχέα βραχύ DC): εἰ δέ τις — πεσεῖται. ἐμελέτησεν, ἡσυχίᾳ χρώμενος ἀσφάλειαν γέρας ἀκίνδυνον εὑρήσεται, παρελθὼν δ’ ὡς Ἄβελ εἰς σοφιστικὸν ἀγῶνα πρὶν διερηρεῖσθαι πεσεῖται.
καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο.
τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ.
Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ ἀποκτενεῖν ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ.
καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν ἐπανατείνεται φάσκων· „ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου“ (Gen. 27, 41)· εὔχεται γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι „μὴ καταβῆναι εἰς Αἴγυπτον“ (Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ, 1 ἡσυχίας DR ἀσφαλείᾳ D γῆρας D εὑρήσει D 2 προελθὼν DR δὲ D ὡς Ἄβελ om. D διερηρεῖσθαι scripsi: διηρεῖσθαι DR, διαιρεῖσθαι UDC, διερείσασθαι FHL 4 οὔτ’ ἀληθῆ HL 6 αἰτίων codd. 8 εἰσιᾶσιν F 9 ἀσκηταὶ FL: ἀσκηταῖς U, ἀσκοῦντες U 10 παίδευμα καλὸν UF; καλὸν παίδευμα HL ἐπιτήδευμα coni. Wendl. 12 ἀπόνοιαν γὰρ UF: γὰρ om. HL 13 ἐπιδείκνυνται scripsi: ἐπιδεικνύντες UF, ἐπιδεικνύντας ΗL ἐκεῖνοι Η ὑγιάζοντας U 13. 14 ψυχῆς νόσους Μang.: ψυχὰς νόσους UL, ψυχὰς ὅσους H, νόσους (om. ψυχῆς) F 14 μέχρι U 15 ἄριστον ἑρμηνέα F: ἑρμηνέα ἄριστον UHL 18 ἐρειστικὸν Η 20 Ἠσαῦ τοῦ] εἰς αὐτοὺς U ἀποκτενεῖν add. Wendl. 21 μέχρι U 22 ἀπορῆτον H, ἀπόρρητον L 22. 23 ἐπανατείνεται φάσκων ἀπειλήν transp. F 23 πένθους HL: πάθους UF 24 ἶνα—μου om. UL 25 τὸ μόνον F: μόνον τὸ HL, τὸ om. U 26 εἰς] τὴν UF ἴνα L: εἶναι UFH ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ φονῶντι καὶ δαιμονῶντι ἐκδώσει.
διὸ καὶ τὸ ἐπιφερόμενον „ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτὸν“ (Gen. 4, 8) κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑποβάλλει, ὅτι Ἄβελ ἀνῄρηται, κατὰ δὲ τὴν ἀκριβεστέραν ἐξέτασιν, ὅτι αὐτὸς ὁ Κάιν ὑφ’ ἑαυτοῦ· ὥσθ’ οὕτως ἀναγνωστέον· „ἀνέστη Κάιν καὶ ἀπέκτεινεν ἑαυτόν,“ ἀλλ’ οὐχ ἕτερον.
εἰκότως δὲ τοῦτο ἔπαθεν· ἡ γὰρ ἐξ αὑτῆς ἀνελοῦσα ψυχὴ τὸ φιλάρετον καὶ φιλόθεον δόγμα τὸν ἀρετῆς τέθνηκε βίον· ὥσθ’ ὁ Ἄβελ, τὸ παραδοξότατον, ἀνῄρηταί τε καὶ ζῇ· ἀνῄρηται μὲν ἐκ τῆς τοῦ ἄφρονος διανοίας, ζῇ δὲ τὴν ἐν θεῷ ζωὴν εὐδαίμονα. μαρτυρήσει δὲ τὸ χρησθὲν λόγιον, ἐν ᾧ „φωνῇ“ χρώμενος καὶ „βοῶν“ (Gen. 4, 10) ἃ πέπονθεν ὑπὸ κακοῦ συνδέτου τηλαυγῶς εὑρίσκεται· πῶς γὰρ ὁ μηκέτ’ ὢν διαλέγεσθαι δυνατός;
Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα. ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;
ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη 1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 2 καὶ προκοπῆ UH 4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1 5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L 8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL 9 ἀλλ’] καὶ U 10 αὐτῆς codd. 11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U 12 ἄφρενος H 15 συνδέτου UF: συνθέτου HL 16 δυνατὸς διαλέγεσθαι transp. U 19 κοινῶς Mang.: κοινῶν codd. 22 ἕτερος om. FHL δὲ om. F 25 γυμνάσθαι (sic) F ἀνατριβείη UF 26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V 27 ἡ κτείνων UF: καὶ κτείνων v 28 οὐχὶ UP: οὐ HL πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“ (Gen. 4, 23).
δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα
ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.
τιμὴ δὲ τοῦ μὲν νοῦ τὸ διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι—πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα —, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου.
ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν γεννήσαντα τὸν κόσμον, μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν.
ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν 1 ποιεῖ Η 2 ἀνήρηκεν U ὁ τῆς] ὅτε U 4 μώλοπα F 5 ἀνδρείας codd.: ἀνδρίας V 7 ἀναίρει H 10 ἀποβαλεῖ coni. Μang. ἀτεχνίαν UF ἐνδεξαμένη scripsi (ἐνδεξομένη coni.. Mang.): ἐνδειξαμένη codd. 11 οὕτω ΗL 12 δ’ F αὐτῶ U 14 διήρηται F οὕτω HL 15 τὴν] τὸν Η 18 πεισώμεθα F τὸ addidi 24 ἐμὲ] ἄμα coni. Markland 2() τὸν ante κόσμον addidi 28 τοῦτον F 29 ὠφελεῖ H 30 σκυλευτικὴ UF θεραπεία voluit Mang. ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.
ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν, ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι γνωρισθῆναι θεῷ προμηθούμενοι.
Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες. τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· „ποῦ Ἄβελ ὁ ἀδελφός σου“ (Gen. 4, 9) ; πρὸς ἣν ἀποκρίνεται· „οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ“ (ibid.) ; οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα ἀλλὰ καὶ τὰ μέλλοντα.
τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ.
ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή“; (Gen. 18, 9) — τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας —, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ 2 γὰρ UF: μὲν H, μὲν γὰρ L 5 τοιαύτην UF: τοιαύτην εἶναι HL 6 κελευόμενον] κολακευόμενον U 7 ὥστε HL: ὡς UF 10 δεσποτικῶν UF: δεσποτικῆς HL αὐτοὺς UF 11 προθυμούμενοι coni. Mang. 14 ἐρευνήσωμεν IIL: ἐρευνήσομεν UF 15 ἣν] ὃν HL 19 θεῷ om. HL καὶ] ἢ F, oni. H τὰ τοιαῦτα F2 22 ἐπὶ scripsi (idem coni. Wendl.): ὑπὸ codd. 23 οὕτω HL πύσμα U: πύσματα HL1, πεῦσμα FL2 25 ψυχῆς U 26 ἐλέγχηται UF: ἐλέγχει τὰ HL, ἐλέγχη τὰ v 27 συναγωνισθῆ Η 30 τοῦ λέγοντος ἀποκρίσεως coni. Markland παραστῆσαι UF: φησι παραστῆσαι HL γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ“ τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ.
χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν…
ᾐτήσ…
The complete text is available when the reading interface loads.