De Posteritate Caini
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Paul Wendland
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg006.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
„Ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ“ (Gen. 4, 16). νυνὶ διαπορῶμεν, εἰ χρὴ τῶν ἐν ταῖς διερμηνευθείσαις βίβλοις ὑπὸ Μωυσέως τροπικώτερον ἀκούειν, τῆς ἐν τοῖς ὀνόμασι προχείρου φαντασίας πολὺ τἀληθοῦς ἀπᾳδούσης.
εἰ γὰρ πρόσωπον μὲν ἔχει τὸ ὄν, ὁ δὲ βουλόμενος αὐτὸ καταλιπεῖν ἑτέρωσε μετανίστασθαι ῥᾷστα δύναται, τί τὴν Ἐπικούρειον ἀσέβειαν ἢ τὴν τῶν Αἰγυπτίων ἀθεότητα ἢ τὰς μυθικὰς ὑποθέσεις, ὧν μεστὸς ὁ βίος ἐστί, παραιτούμεθα;
πρόσωπον μὲν γὰρ ζῴου τμῆμά ἐστιν, ὁ δὲ θεὸς ὅλον, οὐ μέρος· ὥστ’ ἀνάγκη καὶ τὰ ἄλλα προσαναπλάττειν, αὐχένα καὶ στέρνα καὶ χεῖρας καὶ βάσεις, ἔτι δ’ αὖ γαστέρα καὶ τὰ γεννητικὰ καὶ τὸ ἄλλο τῶν ἐντός τε καὶ ἐκτὸς ἀνάριθμον πλῆθος.
ἀκολουθεῖ δ’ ἐξ ἀνάγκης τῷ ἀνθρωπομόρφῳ τὸ ἀνθρωποπαθές, ἐπεὶ καὶ ταῦτα οὐ περιττὰ καὶ παρέλκοντα, τῆς δὲ τῶν ἐχόντων ἐπίκουρα ἀσθενείας ἡ φύσις ἀπειργάζετο τὰ ὅσα πρὸς τὰς οἰκείας χρείας τε καὶ ὑπηρεσίας ἀκολούθως ἐφαρμόττουσα. τὸ δὲ ὂν οὐδενὸς χρεῖον, ὥστ’ εἰ μηδὲ τῆς ἀπὸ τῶν μερῶν ὠφελείας, οὐδ’ ἂν ἔχοι μέρη τὸ παράπαν.
ἐξέρχεται δὲ Titulus idem exstat. in indice codicis V (γίγνεται V, γίνεται U), v. Prolegomena vol. p. XXXVI. λόγος ζ΄ mg. U 2 Ναίδυ Mang. 3 Μωυσέως λεχθέντων coni. Cohn 4 ἀποδεούσης Mang. 10 χεῖρας καὶ βάσεις, ἔτι δ’ αὖ καὶ τὰ Holwerda: χεῖρας, ἔτι δ’ αὐγαστέρα (sic) βάσεις καὶ τὰ U 14 τὰ ὅλα male Tisch. 15 ὥστε μηδὲ Mang. 5 sqq. ὅ Aristobulum apud Eus. Praep. ev. VIII 10. Origenes De principtis IV 16 p. 175 (= Philocalia p. 24 Robinson): ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸν ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπ᾿ αὐτοῦ (τί πρόσωπον θεοῦ καὶ τί coni. Philonis opera vol. II 1 πόθεν; ἢ ἐκ τῶν βασιλείων τοῦ πανηγεμόνος; θεοῦ δὲ οἶκος αἰσθητὸς τίς ἂν εἴη πλὴν ὅδε ὁ κόσμος, ὃν καταλείπειν ἀμήχανόν τε καὶ ἀδύνατον; πάντα γὰρ ὧν γένεσίς ἐστιν οὐρανοῦ κύκλος περισφίγξας ἐντὸς ἑαυτοῦ κατέχει. καὶ γὰρ αἱ τῶν τετελευτηκότων ἀναστοιχειούμεναι μοῖραι πάλιν εἰς τὰς τοῦ παντὸς δυνάμεις ἐξ ὧν συνέστησαν ἀποκρίνονται, τοῦ δανεισθέντος ἑκάστῳ δανείσματος κατὰ προθεσμίας ἀνίσους ἀποδιδομένου τῇ συμβαλούσῃ φύσει, ὁπότε βουληθείη τὰ ἑαυτῆς χρέα κομίζεσθαι.
καὶ μὴν ὅ γε ἐξιὼν ἀπό τινος ἐν ἑτέρῳ χωρίῳ τὸ ἀπολειπόμενον ἑαυτοῦ· τῷ δὲ συμβέβηκεν ἀκολουθεῖν τὸ χηρεύειν τινὰ μέρη τῶν ἐν κόσμῳ θεοῦ μηδὲν κενὸν μηδὲ ἔρημον ἑαυτοῦ καταλελοιπότος, ἀλλὰ πάντα διὰ πάντων ἐκπεπληρωκότος.
εἰ δὲ μήτε πρόσωπον ἔχει ὁ θεὸς ἅτε τὰς τῶν γεγονότων ἰδιότητας ἁπάντων ἐκβεβηκὼς μήτε ἐν μέρει καταγίνεται ἅτε περιέχων, οὐ περιεχόμενος, ἀδύνατον δ’ ἐστὶν ὥσπερ ἐκ πόλεως τοῦδε τοῦ κόσμου μεταναστῆναί τι μέρος αὐτοῦ μηδενὸς ἀπολειφθέντος ἔξω, λοιπὸν ἂν εἴη λογισαμένους ὅτι τῶν προταθέντων οὐδὲν κυριολογεῖται τὴν δι’ ἀλληγορίας ὁδὸν φυσικοῖς φίλην ἀνδράσι τρέπεσθαι τὴν ἀρχὴν ἐνθένδε τοῦ λόγου ποιησαμένους·
εἰ τὸ ἐκ προσώπου μεταναστῆναι βασιλέως θνητοῦ χαλεπόν ἐστι, πῶς οὐ παγχάλεπον τὴν θεοῦ φαντασίαν καταλιπόντα οἴχεσθαι, μηκέτι εἰς ὄψιν ἀφικνεῖσθαι τὴν αὐτοῦ διεγνωκότα, τοῦτο δ’ ἐστὶν ἀφάνταστον αὐτοῦ γενέσθαι τὸ ψυχῆς ὄμμα πηρωθέντα;
καὶ ὅσοι μὲν ἐξ ἀνάγκης τοῦτο ὑπέμειναν ἀπαραιτήτου δυνάμεως κράτει πιεσθέντες, ἐλέου μᾶλλον ἢ μίσους τυγχάνοιεν ἄν· ὅσοι δὲ ἑκουσίῳ γνώμῃ τὸ ὂν ἐξετράποντο, ὑπερβάλλοντες καὶ τὸν αὐτῆς ὅρον κακίας — τί γὰρ ἂν ἰσοστάσιον εὑρεθείη κακόν; — μὴ τὰς ἐξ ἔθους, ἀλλὰ καινὰς καὶ παρηλλαγμένας διδότωσαν δίκας. ἦ καινοτέραν καὶ μείζονα ἐπινοῶν οὐκ ἄν τις εὕροι τῆς ἀπὸ τοῦ πανηγεμόνος ἐξόδου καὶ φυγῆς.
| τὸν μὲν οὖν Ἀδὰμ ὁ θεὸς ἐκβάλλει, ὁ δὲ Κάιν ἐθελοντὴς p. 228 M. ἐξέρχεται, δηλοῦντος ἡμῖν Μωυσέως ἑκατέρου τρόπου εἶδος, ἑκούσιόν τε καὶ ἀκούσιον. ἀλλὰ τὸ μὲν ἀκούσιον ἅτε οὐχ ἡμετέρᾳ γνώμῃ συνιστάμενον λήψεται τὴν ἐνδεχομένην αὖθις ἴασιν· „ἐξαναστήσει γὰρ ὁ θεὸς σπέρμα ἕτερον ἀντ’ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4, 25) ψυχῇ τῇ μὴ παρ’ ἑαυτῆς τραπείσῃ, γέννημα ἄρρεν, Σὴθ τὸν ποτισμόν.
τὸ 7 ἀποδεδομένου συμβαλούσῃ Mang. 8 μὴν εἴ γε coni. Mang. 8. 9 τοῦ ἀπολειπομένου ὑπ’ αὐτοῦ Holwerda (ipse conicceiam) 13 δ’ addidi 14 τι, μέρους coni. Mang. 16 φίλην add. Mang. 21 ἀπαρατήτου U 25 ἢ U καινοτέραν Tisch.: καινότερον U 28. 29 ἑκουσίου τε καὶ ἀκουσίου conicio 31 Κάιν Mang.: κακία U 32 τἠμῇ U δὲ ἑκούσιον ἅτε βουλῇ καὶ προμηθείᾳ γενόμενον ἀνιάτους εἰς ἀεὶ κῆρας ἐνδέξεται. καθάπερ γὰρ τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα, τὸν αὐτὸν τρόπον ἐν τοῖς ἁμαρτήμασι κουφότερα τῶν ἑκουσίων τὰ ἀκούσια.
τὸν μὲν οὖν Κάιν ἐκ προσώπου τοῦ θεοῦ μεταστάντα ἡ τιμωρὸς ἀσεβῶν ἐκδέξεται δίκη. Μωυσῆς δὲ τοῖς γνωρίμοις αὑτοῦ παράγγελμα κάλλιστον ὑποθήσεται, „ἀγαπᾶν τὸν θεὸν καὶ εἰσακούειν καὶ ἔχεσθαι αὐτοῦ" (Deut. 30, 20)· ταύτην γὰρ εἶναι ζωὴν τὴν πρὸς ἀλήθειαν εὐήμερόν τε καὶ μακραίωνα. πάνυ δ’ ἐμφαντικῶς ἐπὶ τὴν τοῦ τριποθήτου καὶ ἀξιεράστου καλεῖ τιμὴν εἰπὼν ἔχεσθαι αὐτοῦ, τὸ συνεχὲς καὶ ἐπάλληλον καὶ ἀδιάστατον τῆς κατ’ οἰκείωσιν ἁρμονίας καὶ ἑνώσεως παριστάς. ἃ μὲν δὴ τοῖς ἄλλοις παραινεῖ, ταῦτά ἐστι καὶ τοιαῦτα.
αὐτὸς δ’ οὕτως ἀπαύστως ὀρέγεται τοῦ ὁρᾶν καὶ πρὸς αὐτοῦ ὁρᾶσθαι, ὥσθ’ ἱκετεύει δυστόπαστον οὖσαν τὴν ἑαυτοῦ φύσιν δηλῶσαι γνωρίμως (Exod. 33, 13), ἵν’ ἤδη ποτὲ ἀψευδοῦς δόξης μεταλαβὼν ἀβεβαίου ἐνδοιασμοῦ βεβαιοτάτην πίστιν ἀλλάξηται. καὶ ἐπιτείνων οὐκ ἀνήσει τὸν πόθον, ἀλλὰ καὶ γνοὺς ὅτι δυσθηράτου μᾶλλον δὲ ἀνεφίκτου πράγματος ἐρᾷ, ὅμως ἐπαγωνιεῖται μηδὲν συντόνου σπουδῆς ἀνιείς, ἀλλὰ πᾶσι τοῖς παρ’ ἑαυτοῦ εἰς τὸ τυχεῖν ἀπροφασίστως καὶ ἀόκνως συγχρώμενος.
ἤδη γοῦν καὶ εἰς τὸν γνόφον ὅπου ἦν ὁ θεὸς εἰσελεύσεται (Exod. 20, 21), τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. 1 γινόμενον conicio 2. 3 τὰ κατορθώματα DK 4 μεταναστάντα coni. Mang. 5 αὐτοῦ U 7 et 9 ἔχεσθαι Mang.: εὔχεσθαι U 10 ἀδιάσπαστον coni. Mang. 10 ἑνώσεως U 12 ἀπλήστως coni. Mang. 15 ἀνταλλάξηται vel ἀντικαταλλάξηται τ coni. Mang. 18 ἑαυ U, ἑαυτὸν fortasse legendum propter hiatum, ἑαυτῷ νοήμασιν coni. Diels 20 ἀειδεῖς Clem. (Mang.): ἀηδεῖς U ὄντος Clem. (Mang.): οὗτος U 2 — 4 DK fol. 161v Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: καθάπερ τὰ — τὰ ἀκούσια. D R fol. 125v Φίλωνος: τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα. 19 sqq. Clemens Alex. Strom. II ἑ ὅ p. 431 P: ὅθεν ὁ Μωυσῆς οὔποτε ἀνθρωπίνη σοφία γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος ἐμφάνισόν μοι σεαυτόν φησι καὶ εἰς τὸν γνόφον, οὗ ἢν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος διὸ οὐδ’ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος . . . . V 72 p. 689 P: οὔκουν ἐν τόπῳ ἢ χρόνῳ add. Mang.) τὸ πρῶτον αἴτιον, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου . . . . διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν „ἐμφάνισόν μοι σαυτόν“ ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ’ ἡ μόνη τῆ παρ’ αὐτοῦ δυνάμει γνωστόν. ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος . . . . ibid. 79 p. 092 P: ὅταν λέγῃ ἡ γραφὴ „εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός“, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς ὁ θεὸς ἀόρατός ἐστι καὶ ἄρρητος, γνόφος δὲ ὡς ἀληθῶς 1* ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται (ἐπιπροσθεῖται?). cf. etiam Orig. Contra Celsum VI 11 p. 643, Comment. in loann. II 23 p. 80. 1 — 2 DC fol. 30r Φίλωνος ἐκ τῆς νόμων ἀλληγορίας et fol. 44r ἐκ τοῦ αὐτοῦ, D R fol. 20r Φίλωνος ἐκ τῆς νόμων ἀλληγορίας et fol. 55v τοῦ αὐτοῦ: οὐκ ἐν χρόνῳ τὸ αἴτιον οὐδέ συνόλως (οὖν ὅλως D1 C D1 R) ἐν τόπῳ, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου. οὐ γὰρ ἐν γνόφῳ τὸ αἴτιον οὐδὲ συνόλως ἐν τόπῳ, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου· τὰ γὰρ γεγονότα πάντα ὑποζεύξας ἑαυτῷ περιέχεται μὲν ὑπ’ οὐδενός, ἐπιβέβηκε δὲ πᾶσιν. ἐπιβεβηκὼς δὲ καὶ ἔξω τοῦ δημιουργηθέντος ὢν οὐδὲν ἧττον πεπλήρωκε τὸν κόσμον ἑαυτοῦ· διὰ γὰρ * * * δυνάμεως ἄχρι περάτων τείνας ἕκαστον ἑκάστῳ κατὰ τοὺς ἁρμονίας λόγους συνύφηνεν.
ὅταν οὖν φιλόθεος ψυχὴ τὸ τί ἐστι τὸ ὂν κατὰ τὴν οὐσίαν ζητῇ, εἰς ἀειδῆ καὶ ἀόρατον ἔρχεται ζήτησιν, ἐξ ἧς αὐτῇ περιγίνεται μέγιστον ἀγαθόν, καταλαβεῖν ὅτι ἀκατάληπτος ὁ κατὰ τὸ εἶναι θεὸς παντὶ καὶ αὐτὸ τοῦτο ἰδεῖν ὅτι ἐστὶν ἀόρατος.
δοκεῖ δέ μοι καὶ πρὶν ἄρξασθαι τῆσδε τῆς σκέψεως ὁ ἱεροφάντης τὸ μέγιστον αὐτῆς κατανοῆσαι, ἐξ ὧν αὐτὸν ἱκετεύει τὸν ὄντα μηνυτὴν καὶ ὑφηγητὴν τῆς ἑαυτοῦ φύσεως γενέσθαι. λέγει γάρ· "ἐμφάνισόν μοι σεαυτόν“ (Exod. 33,13), ἐναργέστατα διὰ τούτου παριστὰς ὅτι τῶν γεγονότων ἱκανὸς οὐδὲ εἷς ἐξ
ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. διὰ τοῦτο καὶ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’ εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος;
ἀλλὰ μήποτε ὅπερ αἰνίττεται τοιοῦτόν ἐστιν· ὁ σοφὸς αἰεὶ γλιχόμενος κατανοῆσαι τὸν ἡγεμόνα τοῦ παντός, ὅταν τὴν δι’ ἐπιστήμης καὶ σοφίας ἀτραπὸν βαδίζῃ, λόγοις μὲν προεντυγχάνει θείοις παρ’ οἷς προκαταλύει, τρέπεσθαι δὲ τὴν ἄλλην ἐγνωκὼς ἐπέχεται· διοιχθέντων γὰρ τῶν διανοίας ὀμμάτων ὀξυδερκέστερον εἶδεν ὅτι ἐπὶ τὴν δυσαλώτου πράγματος θήραν ἀναδέδυκεν ἐξαναχωροῦντος αἰεὶ καὶ μακρὰν ἀφισταμένου καὶ φθάνοντος ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοὺς διώκοντας.
εὖ γοῦν νομίζει, ὅτι πάνθ’ ὅσα τῶν ὑπ’ οὐρανὸν ὠκυδρομώτατα ἑστάναι ἂν δόξαι 1 γνόφῳ U Clem.: χρόνῳ D 2 καὶ χρόνου Clem. D: ἀχρόνου U 4. 5 διὰ γὰρ τῶν ὅλων τὰς ἑαυτοῦ δυνάμεις conicio profectus a Dielsii coniectura θείας τείνας ἑαυτὸν Mang. 7 ζητεῖ (sic v) ex ζητῇ corr. U 9 παντὶ γενητῷ (cf. 5,10) 10 μέγεθος coni. Mang., ἀνήνυτον conicio 17 ἔστι scripsi: τι U 23 ἀποδέδυκεν conicio, ἐνδέδυκεν coni. Cohn 24 εὖ Mang.: εἰ U γοῦν scripsi: οὑν U, fortasse gravior corruptela latet 25 νομίζει Cohn: νομίζεις U δέξαι Mang. πρὸς τὴν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων φορὰν ἀστέρων ἀντεξετασθέντα. καίτοι σύμπας οὐρανὸς ὑπὸ θεοῦ γέγονεν, αἰεὶ δὲ τὸ ποιοῦν τοῦ γινομένου προελήλυθεν· ὥστε ἐξ ἀνάγκης οὐ μόνον τὰ ἄλλα τῶν παρ’ ἡμῖν, ἀλλὰ καὶ τὸ πάντων ὀξυκινητότατον, ὁ νοῦς, ἀπεριγράφοις ἂν ἀπολειφθείη τῆς καταλήψεως τοῦ αἰτίου διαστήμασιν. ἀλλ’ οἱ μὲν ἀστέρες παραμείβονται τὰ κινούμενα καὶ αὐτοὶ κινούμενοι, ὁ δὲ θεός, τὸ παραδοξότατον, ἑστὼς ἔφθακε πάντα.
λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι.
τοῖς μὲν οὖν φιλοθέοις τὸ ὂν ἀναζητοῦσι, κἂν μηδέποτε εὕρωσι, συγχαίρομεν — ἱκανὴ γὰρ ἐξ ἑαυτῆς προευφραίνειν ἐστὶν ἡ τοῦ καλοῦ ζήτησις, κἂν ἀτυχῆται τὸ τέλος —, τῷ δὲ φιλαύτῳ Κάιν συναχθόμεθα, ὃς ἀφάνταστον τὴν ἑαυτοῦ ψυχὴν τοῦ ὄντος καταλέλοιπεν, τὸ ᾧ μόνῳ βλέπειν ἠδύνατο ἑκουσίως πηρώσας.
Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ 5 ἄν addidi 8 ὢν] fortasse ὁμοῦ 9 πορρωτάτω scripsi: πόρρω U, πορρώτατον Mang. 10 αὐτοῦ U γεννητὸν U 11 ἐπιβολὰς Mang.: ἐπιβουλὰς U ψαῦσαι scripsi (vel ἐφάψασθαι?): ψεύσασθαι U, ψαύσασθαι Mang. 13 προευφραίνειν D: προσευφραίνειν U 14 ἀτυχῆται U: ἀτυχῆ D C, τύχῃ D R D C in mg. τέλος αὐτῆς D ὃς Mang.: ὡς U 15 τοῦ ὄντος Mang.: ὄντως U 17 τὴν χώραν Mang.: τὴν κακίαν U 18 ἔστι δὲ ἧ U ἣ Cohn): ἐπειδὴ Mang. 20 ὥρᾳ Mang.: ὥρας U 21 ἐπῄσθηται Mang.: ἐπήρτηται U 12 — 14 D C fol. 183r: ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας D R fol. 178v Φίλωνος: ἀναζητοῦσιν τοῖς φιλοθέοις τὸ ὃν, κἀν — τὸ τέλος αὐτῆς. 17 ss. Clemens Slrom. II § 51 p. 456 P: ὁ δὲ οἰησίσοφος (ἐκ ἐκ vid. del.) τῶν τῆς ἀληθείας οὐχ ἅπτεται ἀστάτοις καὶ ἀιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὑν γέγραπται· „ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναίδ’ κατέναντι Ἐδὲμ“. ἑρμηνεύεται δὲ ἡ μὲν Ναίδ’ σάλος . . . . ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται . . . . ἄλλοτε ἀλλοῖα δοξάζων, cf. etiam Hieronymi Quaest. p. 9,20 — 25 Lag. ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν.
ὁ δ’ εἱρμὸς τῆς ἀκολουθίας οὐ μετρίως με καταπλήττει· συμβαίνει γὰρ τὸ [μὲν] τῷ ἑστῶτι πλησιάζον ἠρεμίας διὰ πόθον ὁμοιότητος ἐφίεσθαι. τὸ μὲν οὖν ἀκλινῶς ἑστὼς ὁ θεός ἐστι, τὸ δὲ κινητὸν ἡ γένεσις· ὥστε ὁ μὲν προσιὼν θεῷ στάσεως ἐφίεται, ὁ δὲ ἀπαλλαττόμενος ἅτε γενέσει τῇ τρεπομένῃ προσιὼν κατὰ
τὸ εἰκὸς φορεῖται. διὰ τοῦτο ἐν ταῖς ἀραῖς γέγραπται ὅτι „οὐκ ἀναπαύσει σε, οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου“ καὶ μικρὸν ὕστερον ὅτι „ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου“ (Deut. 28, 65. 66). πέφυκε γὰρ ὁ ἄφρων αἰεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι καὶ ἐπὶ μηδενὸς ἑστάναι παγίως καὶ ἐρηρεῖσθαι δόγματος.
ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει καὶ περὶ τῶν αὐτῶν ἔστιν ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος καινοτέρου τἀναντία, μέγας καὶ μικρὸς καὶ ἐχθρὸς καὶ φίλος καὶ πάνθ’, ὡς ἔπος εἰπεῖν, τὰ μαχόμενα ἐν ἀκαρεῖ χρόνου γινόμενος. καὶ ἔστιν αὐτῷ, ὅπερ ἔφη ὁ νομοθέτης, πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσιν οὐκ ἔχουσα ἀκράδαντον, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ φορουμένη πραγμάτων.
οὗ χάριν ἐν ἑτέροις „κεκατηραμένον ὑπὸ θεοῦ τὸν κρεμάμενον ἐπὶ ξύλου“ φησίν (Deut. 21, 23), ὅτι, θεοῦ δέον ἐκκρέμασθαι, 1 ταλαντεύουσα Mang.: θαλαττεύουσα U ἀντιρέπει U 4 μὲν seclusit Cohn 5 ἑστὼς U 9 ἀναπαύσει σε Tisch.: ἀναπαύσεις U 11. 12 αἰεὶ παρὰ — εἶναι καὶ om. D K D R D L (habet D2 R). 11 παρὰ Mang. (cf. Testimonia): περὶ U 13 καὶ ἐρηρεῖσθαι παγιώς D2 R ἐνερίσθαι D K ἄλλοτε D: ἀλλ’ ὅτι U 14 ἀστῶν ἔστιν ὅτε μηδὲν ὡς περὶ αὐτὰς U μηδενὸς συμβεβηκότος τἀναντία καινοτέρου D2 R 15. 16 μέγας — γινόμενος om. D 16 χρόνῳ Mang. 17 ὅπερ ἔφη ὁ νομοθέτης om. D καὶ ἔστιν ἡ ζωὴ αὐτοῦ πᾶσα D K D L D R, καὶ ἔστιν ἡ ζωὴ πᾶσα αὐτῷ D2 R 17. 18 ἀκράδαντον οὐκ ἔχουσα D 18 ἀντιμεθελκόντων D: μεθελκόντων U 18. 19 φορουμένη om. D L D R, φερομένη D2 R 20 δέον U: δὲ v, δεῖ coni. Mang. novum enuntiatum ab ὁ δὲ incipiens 11 — 19 D K fol. 134r Φίλωνος ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας DL fol. 39v Φίλωνος ἐκ τῶν ἐν ἐξόδῳ ζητουμένων DR fol. 35r Φίλωνος ἐκ τῶν ἐν γενέσει ζητουμένων et fol. 135v (= D2 R) τοῦ αὐτοῦ: πέφυκεν ὁ ἄφρων — φορουμένη πραγμάτων. — DM fol. 117r D V p. 448 (Φίλωνος): πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς ἑστάναι πράγματος, καὶ ἐστιν ζωὴ πᾶσα κρεμαμένη βάσιν ἀκράδαντον οὐκ ἔχουσα. eadem exstant in Floril. Paris. nr. 1 Mel. Barocc. fol. 127v, in Max. Ecl. cap. 60. — Floril. Paris. nr. 18, Mel. Barocc. I. c. Max. I. c: πέφυκεν ὁ ἄφρων ἀεὶ παρὰ (ἐπὶ Barocc.) τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι (ἀνάπαυσις δυσμενὴς ἦν Barocc). ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος, ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν.
οὗτοι μὲν οὖν ὥσπερ ἀπ’ ἀγχόνης τῆς ἐπιθυμίας ἐκκρεμάσθωσαν. Ἀβραὰμ δὲ ὁ σοφὸς ἐπειδὴ ἕστηκε, συνεγγίζει τῷ ἑστῶτι θεῷ· λέγει γὰρ ὅτι „ἑστὼς ἦν ἔναντι κυρίου καὶ ἐγγίσας εἶπεν“ (Gen. 18, 22. 23). ὄντως γὰρ ἀτρέπτῳ ψυχῇ πρὸς τὸν ἄτρεπτον θεὸν μόνῃ πρόσοδός ἐστι, καὶ ἡ τοῦτον διακειμένη τὸν τρόπον ἐγγὺς ὡς ἀληθῶς ἵσταται δυνάμεως θείας.
τό γε μὴν χρησθὲν τῷ πανσόφῳ Μωυσῇ λόγιον ἐναργέστατα δηλοῖ τὴν περὶ τὸν σπουδαῖον βεβαιοτάτην εὐστάθειαν, ἔστι δὲ τὸ λόγιον τοιόνδε· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5,31)· ἐξ οὗ δύο παρίσταται, ἓν μὲν ὅτι τὸ ὂν τὸ τὰ ἄλλα κινοῦν καὶ τρέπον ἀκίνητόν τε καὶ ἄτρεπτον, ἕτερον δ’ ὅτι τῆς ἑαυτοῦ φύσεως, ἠρεμίας, τῷ σπουδαίῳ μεταδίδωσιν. ὡς γὰρ οἶμαι κανόνι ὀρθῷ τὰ στρεβλὰ εὐθύνεται, οὕτως τὰ κινούμενα κράτει τοῦ ἑστῶτος ἐπέχεταί τε καὶ ἵσταται.
νυνὶ μὲν οὖν ἑτέρῳ στῆναι μετ’ αὐτοῦ παραγγέλλει. ἀλλαχόθι δέ φησιν· „ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἀναβιβάσω σε εἰς τέλος“ (Gen. 46, 4), οὐχὶ σὺ μετ’ ἐμοῦ. διὰ τί; ὅτι θεοῦ μὲν ἴδιον ἠρεμία καὶ στάσις, γενέσεως δὲ μετάβασίς τε καὶ μεταβατικὴ πᾶσα κίνησις.
ὅταν μὲν οὖν πρὸς τὸ ἴδιον ἀγαθὸν καλῇ, „σὺ μετ’ ἐμοῦ στῆθι“ φησίν, οὐκ „ἐγὼ μετὰ σοῦ"· οὐ γὰρ στήσεται ὁ θεός, ἀλλ’ ἀεὶ ἕστηκεν. ὅταν δὲ πρὸς τὸ οἰκεῖον γενέσεως ἔρχηται, ὀρθότατα ἐρεῖ· „ἐγὼ μετὰ σοῦ καταβήσομαι“· σοὶ γὰρ ἡ τόπων ἐνάλλαξις ἁρμόζει· ὥστε μετ’ ἐμοῦ μὲν οὐδεὶς κάτεισιν — ἐγὼ γὰρ οὐ τρεπόμενος —, στήσεται δ’ ὅτιπερ ἠρεμία μοι φίλον· σὺν δὲ τοῖς κατιοῦσι μεταβατικῶς — ἀδελφὸν γὰρ καὶ συγγενὲς αὐτοῖς 1 ὅς] ὅ coni. Mang. 8 ἔναντι U: ἐναντίον Jlang. (LXX) 13 αὖ U: αὐτὸς Mang. παρίσταται scripsi: παρίστανται U 14 ὃν τὸ Mang.: ἀντὶ U 27 αὐτοῖς] γενητοῖς conicio 8 sqq. Clemens Strom. II ὁ· 51. 52 p. 456 P: ὄντως γὰρ ἀτρέπτως (leg. ἀτρέπτῳ) πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγὴ. οὕτως „Ἀβραὰμ ἑστὼς ἢν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν“, καὶ τῷ Μωσεῖ λέγεται· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“. 13 sqq. Origenes Conlra Celsum VI 64 p. 681: ἀλλ’ οὐδὲ κινήσεως μετέχει ὁ διὰ τὸ ἑστηκέναι καὶ βεβαίαν εἶναι τὴν φύσιν αὐτοῦ προκαλούμενος καὶ τὸν δίκαιον ἐπὶ τὰ παραπλήσια καὶ λέγων „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“. μετάβασις — ἐγὼ καταβήσομαι τοπικῶς οὐ χωρία ἐναλλάττων, ὃς τὸ πᾶν ἐμαυτοῦ πεπλήρωκα.
καὶ τοῦτο μέντοι ποιῶ διὰ φύσεως οἶκτον λογικῆς, ἵνα ἐκ τοῦ τῶν παθῶν ᾅδου πρὸς τὸν ὀλύμπιον χῶρον ἀρετῆς ἀναβιβασθῇ ποδηγετοῦντος ἐμοῦ, ὃς τὴν εἰς οὐρανὸν ἄγουσαν ὁδὸν ἀνατεμὼν λεωφόρον ἱκέτισι ψυχαῖς, ὡς μὴ κάμνοιεν βαδίζουσαι, πάσαις ἀποδέδειχα.
Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν“, ὅτι ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ.
Ταῦτ’ εἰπών φησιν ἑξῆς· "καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ“ (Gen. 4, 17). ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται γυναικός.
εἰ δὲ φήσει τις ἀδελφῇ τὸν Κάιν συνεληλυθέναι, χωρὶς τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι, καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων, οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;
μέτρον εἶναι πάντων χρημάτων τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα 1 οὐ τοπικῶς vel τονικῶς, οὐ Mang., τοπικῶς del. Holwerda 3 ᾅδου Mang. (cf. Ι 643,36 M. et Quaest. in gen. IV § 234): ἀειδοῦς U 5 κάμνοιεν ἐμβαδίζουσαι Tisch. 8 Ἐδὲμ εἶναι conicio 12 αὑτοῦ U 14 καὶ seclusi; τὸ κατεναντίον καὶ ἄντικρυς Ἐδέμ coni. Mang., τὸ Ναίδ’ κατέναντι εἶναι ’Eδέμ Uolwerda, ἔναντι post καὶ add. Tisch. 15 φησί seclusi 18 τίνα Mang.: τί U 18. 19 οὐδὲ μιᾶς U 20 φήσει Cohn: φησί U 21 ἀνοσίου Mang.: οὖσι U, ad lin. 18 ἀ π in mg., unde Tisch. legisse videtur ἀπὸ οὖσι. 24 post φιλοσοφησάντων lacuna fort. statuenda est εἰσηγησάμενοι Mang.: ἡγησάμενοι U 25 τίς scripsi: τί U ἀσεβοῦς λογισμοῦ coni. Mang., sed τί ἐστιν ἀσεβοῦς δόξα repetit ing. U 1 cf. Aristobulum apud Eus. Praep. ev. VIII 10,15: ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ γὰρ ὁ θεός ἐστιν. Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται δὲ Ἐνὼχ χάρις σου.
εἰ γὰρ πάντων μέτρον ἐστὶν ἄνθρωπος, χάρις ἐστὶ καὶ δωρεὰ τοῦ νοῦ τὰ πάντα, ὥστε ὀφθαλμῷ μὲν κεχάρισται τὸ βλέπειν, ὠσὶ δὲ τὸ ἀκούειν, ἑκάστῃ δὲ τῶν ἄλλων αἰσθήσεων τὸ αἰσθάνεσθαι, καὶ τῷ κατὰ τὴν προφορὰν μέντοι λόγῳ τὸ λέγειν· εἰ δὲ καὶ ταῦτα, καὶ αὐτὸ δήπου τὸ νοεῖν, ἐν ᾧ μυρία ἐννοήματα, διανοήσεις, βουλαί, προμήθειαι, καταλήψεις, ἐπιστῆμαι, τέχναι, διαθέσεις, ἄλλων ἀριθμὸς δυνάμεων ἀδιεξίτητος.
τί οὖν ἔτι σεμνομυθούμενοι περὶ ὁσιότητος καὶ θεοῦ τιμῆς λέγειν τε καὶ ἀκούειν ἐγνώκατε, εἴ γε ἔχετε παρ’ ἑαυτοῖς τὸν ἀντίθεον νοῦν, ὃς πάντα ἀνὰ κράτος τὰ κατ’ ἀνθρώπους ἀναψάμενος ἀγαθά τε καὶ κακὰ τοῖς μὲν ἀμφότερα κερασάμενος, τοῖς δὲ θάτερα ἄκρατα ἐπιπέμπει;
κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών.
ἀλλὰ παρ’ ἔμοιγε καὶ φίλοις τοῖς ἐμοῖς τῆς μετὰ ἀσεβῶν ζωῆς ὁ μετὰ εὐσεβῶν αἱρετώτερος ἂν εἴη θάνατος· τοὺς μὲν γὰρ οὕτως ἀποθανόντας ἡ ἀθάνατος ἐκδέξεται ζωή, τοὺς δὲ ἐκείνως ζῶντας ὁ ἀίδιος θάνατος.
ἐπεὶ δὲ ὁ Κάιν τὸν Ἐνὼχ γεγέννηκε καὶ αὖθις ἔκγονος τοῦ Σὴθ πάλιν Ἐνὼχ ὀνομάζεται (Gen. 4, 17. 5, 18), σκεπτέον ἂν εἴη πότερον ἑτέρους ἢ τοὺς αὐτοὺς εἶναι συμβέβηκεν. ἐρευνήσωμεν δ’ ἅμα τούτοις καὶ τὰς τῶν ἄλλων ὁμωνύμων διαφοράς. ὥσπερ γὰρ Ἐνώχ, οὕτω καὶ Μαθουσάλα καὶ Λάμεχ ἀπόγονοι μὲν Κάιν, ἀπόγονοι δ’ οὐδὲν ἧττον καὶ τοῦ Σήθ εἰσι (Gen. 4, 18. 5, 21. 25).
χρὴ τοίνυν εἰδέναι ὅτι τῶν λεχθέντων ἕκαστον ὀνομάτων ἑρμηνευθὲν διπλοῦν ἐστιν. ἑρμηνεύεται δ’ ὁ μὲν Ἐνώχ, καθάπερ εἶπον, χάρις σου, Μαθουσάλα δ’ ἐξαποστολὴ θανάτου, ὁ δ’ αὖ Λάμεχ ταπείνωσις. τὸ μὲν οὖν „χάρις σου“ λέγεται μὲν πρὸς τὸν ἐν ἡμῖν νοῦν ὑπ’ ἐνίων, λέγεται δὲ καὶ πρὸς τὸν τῶν ὅλων ὑπὸ τῶν ἀμεινόνων.
οἱ μὲν οὖν φάσκοντες δωρεὰν εἶναι τῆς ἑαυτῶν ψυχῆς πάνθ’ 1 φασὶ scripsi: φησὶ U 2 ἐνθένδεν U 7 τὸ add. Tisch. 9 ἀδιεξίτητος Mang.: διεξιόντος U ἔτι U (coni. Tisch.): ἔστι Mang. 10 εἴ γε U (coni. Tisch.): εἰ δὲ Mang. 12 κερασάμενος Mang.: κερασαμένοις U 15 καλῷ Mang.: καλῶς U τῷ Καίν’ coni. Holwerda τὸ Mang.: τῷ U 22 γεγένηκε U 24 Holwerda 25 τὰς addidi 29 εἶπον scripsi: εἶπε U, εἶπα Mang. 31 ὅλων Mang.: ἄλλων U ὅσα ἐν τῷ νοεῖν ἢ αἰσθάνεσθαι ἢ λέγειν, ἀσεβῆ καὶ ἄθεον εἰσηγούμενοι δόξαν γένει τῷ Κάιν προσκεκληρώσθωσαν, ὃς μηδ’ αὑτοῦ κρατεῖν ἱκανὸς ὢν καὶ τῶν ἄλλων ἁπάντων ἀπετόλμησεν [ὡς] εἰπεῖν ὡς ἔχοι τὴν παντελῆ κτῆσιν· οἱ δ’ ὅσα ἐν γενέσει καλὰ μὴ σφετεριζόμενοι, χάρισι δὲ ταῖς θείαις ἐπιγράφοντες, εὐγενεῖς πρὸς ἀλήθειαν οὐκ ἐκ παλαιπλουσίων ἀλλ’ ἐκ φιλαρέτων φύντες, ὑπὸ ἀρχηγέτῃ τῷ Σὴθ τετάχθωσαν.
δυσεύρετον σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται.
διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι.
τῷ μὲν δὴ Κάιν ὁ τὸν θάνατον δεχόμενός ἐστιν οἰκεῖος ἀεὶ τὸν πρὸς ἀρετὴν βίον θνῄσκοντι, τῷ δὲ Σὴθ συγγενέστατος ἀφ’ οὗπερ ἀποστέλλεται καὶ διατειχίζεται τὸ ἀποθνῄσκειν· τὴν γὰρ ἀληθῆ ζωὴν ὁ σπουδαῖος κεκάρπωται.
καὶ μὴν ὅ γε Λάμεχ ταπείνωσις ὢν ἀμφίβολός ἐστιν· ἢ γὰρ ὑφιεμένων τῶν τῆς ψυχῆς τόνων κατὰ τὰ ἐξ ἀλόγων παθῶν ἐγγενόμενα νοσήματά τε καὶ ἀρρωστήματα ταπεινούμεθα ἢ κατ’ ἀρετῆς ζῆλον στέλλοντες ἑαυτοὺς ἀπὸ οἰδούσης οἰήσεως.
ἡ μὲν οὖν προτέρα γίνεται κατ’ ἀσθένειαν, εἶδος τῆς πολυμόρφου καὶ πολυτρόπου λέπρας οὖσα· ὅταν γὰρ ἡ ὄψις ταπεινοτέρα φαίνηται τὴν ὁμαλὴν καὶ εὔτονον κλασθεῖσα φαντασίαν, τὴν χαλεπὴν νόσον λέπραν ὁ νομοθέτης φησὶ γενέσθαι (Lev. 13, 3).
ἡ δὲ ἑτέρα ἀπὸ ἰσχύος συνίσταται καρτερᾶς, ᾗ καὶ ἱλασμὸς ἕπεται κατὰ τὸν τῆς δεκάδος ἀριθμὸν τέλειον· προστέτακται γὰρ τὰς ψυχὰς ταπεινοῦν δεκάτῃ τοῦ μηνός (Lev. 23, 27), ὅπερ ἐστὶ μεγαλαυχίαν ἀποτίθεσθαι, ἧς ἡ ἀπόθεσις ἀδικημάτων ἑκουσίων καὶ ἀκουσίων ἐργάζεται παραίτησιν. ὁ μὲν οὖν οὕτως ταπεινὸς Λάμεχ ἔκγονος μέν ἐστι Σήθ, πατὴρ δὲ τοῦ δικαίου Νῶε, ὁ δὲ ἐκείνως ἐκβλάστημα Κάιν.
Ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, τίνος ἕνεκα κτίζων καὶ οἰκοδομῶν πόλιν αὐτὸς οὗτος εἰσάγεται· πλήθει γὰρ ἀνθρώπων μεγέθους δεῖ πόλεως πρὸς οἴκησιν, τρισὶ δὲ τοῖς κατ’ ἐκεῖνον οὖσι τὸν χρόνον ὑπώρειά τις ἢ μικρὸν ἄντρον αὐταρκέστατον ἦν ἐνδιαίτημα. κἀγὼ μὲν εἶπον τρισί, τὸ δ’ εἰκὸς ἑνὶ μόνῳ ἑαυτῷ· οὐδὲ γὰρ οἱ γονεῖς τοῦ δολοφονηθέντος τὴν αὐτὴν τῷ κτείναντι πόλιν ὑπέμειναν ἂν οἰκεῖν, μεῖζον ἀνδροφονίας ἄγος ἀδελφοκτονίαν ἐργασαμένῳ.
τὸ μὲν γὰρ οὐ παράδοξον μόνον ἀλλὰ καὶ παράλογον παντί τῳ δῆλον, ἕνα ἄνδρα πόλιν οἰκοδομεῖν. τίνα ἔστι τρόπον; ἀλλ’ οὐδ’ ἂν οἰκίας μέρος τὸ ἀφανέστατον, μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;
μήποτ’ οὖν, ἐπειδὴ ταῦτα τῆς ἀληθείας ἀπᾴδει, βέλτιον ἀλληγοροῦντας λέγειν ἐστὶν ὅτι καθάπερ πόλιν τὸ αὑτοῦ δόγμα κατασκευάζειν ὁ Κάιν ἔγνωκε.
ἐπειδὴ τοίνυν πᾶσα πόλις ἐξ οἰκοδομημάτων καὶ οἰκητόρων καὶ νόμων συνέστηκε, τὰ μὲν οἰκοδομήματά ἐστιν αὐτῷ λόγοι οἱ ἀποδεικνύντες, οἷς καθάπερ ἀπὸ τείχους πρὸς τὰς τῶν ἐναντίων ἀπομάχεται προσβολὰς πιθανὰς εὑρέσεις κατὰ τῆς ἀληθείας μυθοπλαστῶν, οἰκήτορες δὲ οἱ ἀσεβείας, ἀθεότητος, φιλαυτίας, μεγαλαυχίας, ψευδοῦς δόξης ἑταῖροι δοκησίσοφοι, τὸ πρὸς ἀλήθειαν σοφὸν οὐκ εἰδότες, ἄγνοιαν καὶ ἀπαιδευσίαν καὶ ἀμαθίαν καὶ τὰς ἄλλας ἀδελφὰς καὶ συγγενεῖς κῆρας συγκεκροτηκότες, νόμοι δὲ ἀνομίαι, ἀδικίαι, τὸ 1 σκύψασθαι U 2 μεγέθους Mang.: μέγεθος U, εὐμεγέθους Diels 3 τοῖς U: om. v 4 ὑπόρεια U ἐνδιαίτημα scripsi: διαίτημα U 5 μόνῳ κτίζειν ἑαυτῷ 6 ἂν add. Tisch. 9 τίν’ ἄν, εἰπέ, τρόπον Holwerda ἔστι U (uon ἐπὶ, ut adnot. Tisch.) 11 τειχῶν scripsi: τείχη U 12 πόλει Tisch.: πόλεων U 13 ἔθος U (non ἔθ’, ut adnot. Tisch.) 14 ὀχετοὺς ut vid. U: ὀχετεύειν Tisch., ὀχετοὺς ἄγειν Otto κτὰ scripsi: καὶ U 15 ὑδρορὰς U 17 αὐτοῦ U 18 κατασκευάζειν ὁ Κάιν Mang.: κατακευάζει ὃ καὶ U 21 εὑρέσεις] ῥήσεις coni. Mang. 23 ψεύδους U ·ἑταῖροι Mang.: ἕτεροι U 1 — 3 Auyustinus Quaest. lib. 1,1: Quomodo Cain potuerit condere civitatem, cum civitas alicui utique constituatur hominum multitudini, illi autera duo parentes et duo filii fuisse referantur, quorum filiorum ab altero alter occisus est, in cuius occisi locum alius natus esse narratur. ἄνισον, τὸ ἀκόλαστον, θρασύτης, ἀπόνοια, αὐθάδεια, ἡδονῶν ἀμετρίαι, τῶν παρὰ φύσιν ἄλεκτοι ἐπιθυμίαι.
τοιαύτης πόλεως ἕκαστος τῶν ἀσεβῶν ἐν ἑαυτοῦ τῇ παναθλίᾳ ψυχῇ δημιουργὸς εὑρίσκεται, μέχρις ἂν ὁ θεὸς βουλευθεὶς (Gen. 11,6) ταῖς σοφιστικαῖς αὐτῶν τέχναις ἀθρόαν καὶ μεγάλην ἐργάσηται σύγχυσιν. τοῦτο δ’ ἔσται, ὅταν μὴ μόνον πόλιν, ἀλλὰ καὶ πύργον οἰκοδομῶσιν, οὗ ἡ κεφαλὴ εἰς οὐρανὸν ἀφίξεται (Gen. 11,4), τουτέστι λόγον ἑκάστου κατασκευαστικόν, ὅνπερ εἰσηγοῦνται κεφαλὴν ἔχοντα τὸ οἰκεῖον νόημα, ὃ προσαγορεύεται συμβολικῶς οὐρανός· ἀνάγκη γὰρ παντὸς λόγου κεφαλὴν καὶ τέλος εἶναι τὸν δηλούμενον νοῦν, οὗ χάριν αἱ μακραὶ διέξοδοί τε καὶ ῥήσεις ὑπὸ λογίων ἀνδρῶν εἰώθασι
γίνεσθαι. τοσοῦτον δ’ ἄρα τῆς ἀσεβείας ἐπιβεβήκασιν, ὥστ’ οὐ μόνον δι’ ἑαυτῶν ἐγείρειν τὰς τοιαύτας πόλεις ἀξιοῦσιν, ἀλλὰ καὶ τὴν φιλάρετον πληθὺν Ἰσραὴλ ἀναγκάζουσιν ἐπιστάτας καὶ διδασκάλους κακῶν ἔργων ἐπ’ αὐτοῖς χειροτονήσαντες. λέγεται γὰρ ὅτι κακωθέντες ὑπὸ τῶν ἐπιστατῶν τῷ βασιλεῖ τῆς χώρας | τρεῖς πόλεις οἰκοδομοῦσι, Πειθώ, p. 236 M. Ῥαμεσσή, Ὤν, ἥ ἐστιν Ἡλίου πόλις (Exod. 1, 11).
αὗται δὲ τροπικώτερον νοῦν, αἴσθησιν, λόγον, τὰ περὶ ἡμᾶς ὄντα, δηλοῦσιν· ἡ μὲν γὰρ Πειθὼ ὁ λόγος ἐστίν, ὅτι περὶ τοῦτον τὸ πείθειν, ἔχει δὲ ἑρμηνείαν στόμα ἐκθλῖβον, ἐπειδήπερ καὶ ὁ τοῦ φαύλου λόγος ἐξωθεῖν καὶ ἀνατρέπειν τὰ σπουδαῖα μελετᾷ.
Ῥαμεσσὴ δὲ ἡ αἴσθησις * * * καθάπερ γὰρ ὑπὸ σητὸς ὑφ’ ἑκάστης τῶν αἰσθήσεων νοῦς ἐκβιβρώσκεται καὶ διεσθίεται, σειόμενος καὶ σπαραττόμενος· αἱ γὰρ ἐπεισιοῦσαι μὴ καθ’ ἡδονὴν φαντασίαι λυπηρὸν καὶ ἐπίπονον ἀποτίκτουσι τὸν βίον.
ἡ δὲ Ὢν καλεῖται μὲν βουνός, ἔστι δὲ συμβολικῶς ὁ νοῦς· ἐπὶ γὰρ τοῦτον 3 ἐν ἑαυτοῦ scripsi (ἑαυ U): ἐξ ἑαυτοῦ Mang. post ψυχῇ add. ἧ U 4 βουλευθεὶς Holwerda: βουληθεὶς U, χολωθεὶς Mang., ἐνθυμηθεὶς Cohn, θυμωθεὶς olim conieci .0 ἀλλὰ add. Holwerda 7 ἔστι λόγον scripsi.: ἔστιν ἢ λόγον U, ἔστι τὸν νοῦν ἡ λόγον Mang., ἔστιν ἀσεβῆ δόγματα ἢ λόγον Holwerda ἑκάστου] κακίας conicio (cf. De confus. lingu. ἑ 115), ἑκάστου κακοῦ coni. Cohn 11 ἄρα τῆς Otto (cf. coafus. lingu. § 116): ἀρετῆς U, ἐπαράτου Mang. 12 τὴν om. v 13 ἀνακράζουσιν U 15 et 18 Πύθω U Ἡλιούπολις U 17 ὄντα ὀχυρώματα coni. Holwerda 18 τούτων U 19 ἔξωθεν U 20 post αἴσθησις etymologia excidisse videtur, cf. Testimonia et De somn. 1 632,32 M. ἑρμηνεύεται γὰρ σεισμὸς σητός 21 ἑκάστη U 23 ἀποτίκτουσι τὸν (vel αὐτοῦ τὸν) Tisch.: ἀποτίκτουσιν αὑτὸν U, ἀποτίκτουσιν αὐτῶ Holwerda 20 cf. Onoinastica p. 179,14 Lag. ‘Pαμεσσῆ ἁρπαγὴ. 197,27 Ῥαμέσι ποιμανσία ἐκ σητός. Hieron. 9,30. 14,20 (Siegfried, Philo vou Alekandria p. 358) οἱ πάντων θησαυρίζονται λόγοι. μάρτυς δὲ καὶ ὁ νομοθέτης τὴν Ὢν Ἡλίου πόλιν προσαγορεύσας· ὥσπερ γὰρ ἀνατείλας ἥλιος τὰ κρυπτόμενα νυκτὶ ἐμφανῶς ἐπιδείκνυται, οὕτως ὁ νοῦς τὸ οἰκεῖον φῶς ἀποστέλλων πάντα καὶ τὰ σώματα καὶ τὰ πράγματα τηλαυγῶς παρασκευάζει καταλαμβάνεσθαι.
διόπερ οὐκ ἄν τις εἰπὼν ἁμάρτοι τοῦ συγκρίματος εἶναι ἡμῶν τὸν νοῦν ἥλιον, ὃς ἐν ἀνθρώπῳ τῷ βραχεῖ κόσμῳ μὴ ἀνατείλας καὶ τὸ ἴδιον φέγγος ἐκλάμψας, πολὺ σκότος τῶν ὄντων καταχέας οὐδὲν ἐᾷ προφαίνεσθαι.
τὸν βουνὸν τοῦτον ὁ ἀσκητὴς Ἰακὼβ ἐν τοῖς πρὸς Λάβαν δικαίοις μάρτυρα καλεῖ (Gen. 31, 46. 47) δογματικώτατα δηλῶν ὅτι ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ βουλεύεται καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος καὶ πάντων ἀψευδέστατος, * * * πρὸ τούτων τῶν πόλεων οἰκοδομεῖται.
φησὶ γὰρ τοὺς κατασκόπους ἐλθεῖν εἰς Χεβρών, ἐκεῖ δ’ εἶναι Ἀχειμὰν καὶ Σεσεὶν καὶ Θαλαμείν, γενεὰς Ἐνάχ· εἶτ’ ἐπιφέρει· „καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου“ (Num. 13, 23). φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι. Χεβρὼν γὰρ ἑρμηνεύεται συζυγή· δισσὸν δὲ τοῦτο, ψυχῆς ἢ σώματι συνεζευγμένης ἢ πρὸς ἀρετὴν ἡρμοσμένης.
ἡ μὲν οὖν σωματικαῖς συζυγίαις ὑποβάλλουσα αὑτὴν οἰκήτορας ἔχει τοὺς λεχθέντας· ἑρμηνεύεται δὲ ὁ μὲν Ἀχειμὰν ἀδελφός μου, ὁ δὲ Σεσεὶν ἐκτός μου, ὁ δὲ Θαλαμεὶν κρεμάμενός τις· ἀνάγκη γὰρ ψυχαῖς ταῖς φιλοσωμάτοις ἀδελφὸν μὲν νομίζεσθαι τὸ σῶμα, τὰ δὲ ἐκτὸς ἀγαθὰ διαφερόντως τετιμῆσθαι· ὅσαι δὲ τοῦτον διάκεινται τὸν τρόπον, ἀψύχων ἐκκρέμανται καὶ καθάπερ οἱ ἀνασκολοπισθέντες ἄχρι θανάτου φθαρταῖς ὕλαις προσήλωνται.
ἡ δὲ τῷ καλῷ συνεζευγμένη διαφερόντων ταῖς ἀρεταῖς ἔλαχεν οἰκητόρων, οὓς τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9) ζυγάδην κεχώρηκεν, Ἀβραὰμ 1. 2 Ἡλιούπολιν U 2 ὁ ἥλιος Cohn νύκτωρ conicio 4 alterum τὰ om. U 4. 5 παραλαμβάνεσθαι Max. 6 ὃς Max.: ὃ ὡς U 7 πολὺν U 8 προφαίνεσθαι Max.: προφέρεσθαι U 10 ἐβουλεύσατο D C D R, ἐβουλεύσαντο D V 11 διὸ Χεβρὼν πρὸ Τάνεως τῆς πόλεως οἰκοδομεῖται conicio, sed lacuna maior 13 γενεὰς U: γενεᾶς v ’Eνάχ scripsi: Ἑνώχ U 14 Τάνιν] τὰ νῦν U 15. 16 φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι scripsi: φυσικωτάτοις φυσικωτάτως, ut Tisch. adnot.) κτλ. U, φυσικωτάτως τὰς ὁμωνυμίας εἰδὼς διαστέλλεσθαι Holwerda 16 διαστέλλεται Mang. γὰρ add. Cohn 18 αὐτὴν U 24 διαφερόντων Mang.: διαφερόντως U 2 ἁ ὥσπερ γὰρ — προφαίνεσθαι habent codd. nonnulli Maximi Eclogarum, velut Barberinus I 158 9 — 10 D C fol. 111r ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας DK fol. 80v D V p. 349: ὁ νοῦς ἑκάστω — ἀψευδέστατος Σάρραν, Ἰσαὰκ Ῥεβέκκαν, Λείαν Ἰακώβ, ἀρετὰς καὶ τοὺς ἔχοντας. ἡ Χεβρὼν αὕτη, μνήμας ἐπιστήμης καὶ σοφίας θησαυροφυλακοῦσα, προτέρα καὶ Τάνεως καὶ πάσης ἐστὶν Αἰγύπτου. πρεσβυτέραν γὰρ ἡ φύσις ψυχὴν μὲν σώματος, Αἰγύπτου, ἀρετὴν δὲ κακίας, Τάνεως — ἐντολὴ γὰρ ἀποκρίσεως ἑρμηνεύεται Τάνις — εἰργάζετο, τὸ πρεσβύτερον ἀξιώματι
μᾶλλον ἢ χρόνου μήκει δοκιμάσασα. παρὸ καὶ τὸν Ἰσραὴλ νεώτερον ὄντα χρόνῳ πρωτόγονον υἱὸν (Exod. 4, 22) ἀξιώματι καλεῖ, διασυνιστὰς ὅτι ὁ τὸν θεὸν ὁρῶν, ἀρχεγονώτατον ὄν, τετίμηται, τοῦ ἀγενήτου γέννημα πρώτιστον, ἐκ τῆς παρὰ τοῖς θνητοῖς μισουμένης ἀρετῆς ἀποκυηθέν, ᾧ [ὁ] νόμος ἐστὶν ὡς πρεσβυτάτῳ διπλᾶ δίδοσθαι τὰ πρεσβεῖα (Deut. 21,17).
διὰ τοῦτο καὶ ἡ ἑβδόμη τάξει μὲν ἐπιγέννημά ἐστιν ἑξάδος, δυνάμει δὲ πρεσβυτάτη παντὸς ἀριθμοῦ, μηδὲν διαφέρουσα μονάδος. δηλώσει δὲ καὶ αὐτὸς ἐν τῷ τῆς κοσμοποιίας ἐπιλόγῳ φάσκων· „καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρα τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε· καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι“ (Gen. 2, 2. 3).
εἶτ’ ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“ (Gen. 2, 4). τῇ δὲ πρώτῃ ταῦτα γέγονεν, ὥστε τὴν ἑβδόμην εἰς μονάδα τὴν πρώτην καὶ ἀρχὴν τῶν ὅλων ἀναφέρεσθαι. ταῦτ’ ἐμηκύναμεν ὑπὲρ τοῦ δεῖξαι τηλαυγέστερον τὴν δόξαν, ἣν ὁ Κάιν ὥσπερ τινὰ πόλιν οἴεται δεῖν κατασκευάζειν.
Υἱὸς δὲ τοῦ Ἐνὼχ λέγεται Γαϊδάδ (Gen. 4, 18), ὃ ἑρμηνεύεται ποίμνιον, σφόδρα ἀκολούθως· τὸν γὰρ τῷ νῷ χαριζόμενον τὰ πάντα τῷ μηδὲ τὴν αὑτοῦ φύσιν ἥτις ἐστὶ καταλαβεῖν δυναμένῳ γεννᾶν ἀλόγους ἥρμοττε δυνάμεις, ἀγειρομένας εἰς ποίμνιον· οὐ γὰρ λογικῶν ἀνδρῶν τὸ δόγμα.
ποίμνη δὲ πᾶσα τὸν ἐπιστάντα οὐκ ἔχουσα ποιμένα 2 αὐτὴ U καὶ add. Mang. 3 Τάνεως scripsi: τοῖς νεωστί U, τῆς Τάνεως τρ Jlang. πρεσβυτέραν scripsi: πρέσβυ U, πρεσβυτέρας Mang. 4 Αἰγύπτου Tisch.: Αἰγυπτίου U 5 ἀποκρίσεως] an ταπεινώσεως ? v. Testiinonia 8 ὁ addidi τὸ τὸν θεὸν ὁρῶν Mang., τὸ θεὸν ὀρῶν coui. Cohn ὁρᾶν U ἀγεννήτου U 10 ὁ seclusi 12 πρεσβυτέρα coni. Mang. 14 τῇ ἑβδόμῃ U, τῇ om. v 25 αὐτοῦ U 26 ἀγειρομένας Mang.: ἐγειρομένας U λογίων Tisch. 4. 5 cf. Onomastica p. 199,80 Τανίης ἐντολὴ ταπεινή 51,3…
ὅτα…
The complete text is available when the reading interface loads.