De agricultura
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Paul Wendland
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg009.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
„Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9,20.21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι.
Μωυσῆς δὲ κατὰ πολλὴν περιουσίαν τῆς ἐν τοῖς πράγμασιν ἐπιστήμης ὀνόμασιν εὐθυβολωτάτοις καὶ ἐμφαντικωτάτοις εἴωθε χρῆσθαι. πολλαχοῦ μὲν οὖν τῆς νομοθεσίας τὴν ὑπόσχεσιν ἐπαληθεύουσαν εὑρήσομεν, οὐχ ἥκιστα δὲ κἀν τῷ προτεθέντι κεφαλαίῳ, καθ’ ὃ γεωργὸς ὁ δίκαιος Νῶε εἰσάγεται.
τίνι γὰρ τῶν προχειροτέρων οὐκ ἂν δόξειε τὰ αὐτὰ εἶναι γεωργία τε καὶ γῆς ἐργασία, καίτοι πρὸς ἀλήθειαν οὐ μόνον οὐκ ὄντα τὰ αὐτά, ἀλλὰ καὶ λίαν ἀπηρτημένα, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι;
δύναται μὲν γάρ τις καὶ ἄνευ ἐπιστήμης περὶ τὴν γῆς ἐπιμέλειαν πονεῖσθαι, γεωργὸς δὲ τὸ μὴ ἰδιώτης ἀλλ’ ἔμπειρος εἶναι καὶ τῷ ὀνόματι πεπίστωται, ὅπερ ἐκ τῆς γεωργικῆς τέχνης, ἧς φερώνυμός ἐστιν, φίλωνος περὶ γεωργίας (τὸ α΄ add. Index M) MAG: φίλωνος ἰουδαίου περὶ λόγος ι΄ U, τοῦ αὑτοῦ περὶ γεωργίας F, περὶ γεωργίας Η 1. 2 καὶ—αὐτοῦ om. UF 1 γῆς om. H 2 ἔπιε τοῦ MG: ἔπιεν ἐκ τοῦ AH 3 τῶν om. F 7 τῆς] τοῖς D 8 ἐμφατικωτάτοις M 9 ἐπαληθεύοντα coni. Cohn εὑρήσωμεν G 10 προστεθέντι Α καθ’ ὃ AU: καθὸ ceteri 11 δόξειε U: δόξαιεν F, δόξαι MGH, δόξαι Α τὸ αὐτὸ conicio (item lin. 13) 12 τε om. F 13 τὰ αὐτὰ Η: τοιαῦτα MAG, om. UF 14 γάρ om. UF γῆν Η1 15 ποιεῖσθαι Η1 δὲ GH2: om. eeteri τὸ Benzelius: τῶ codd. 16 ὅπερ UF: ὥπερ MGH, ὧσπερ Α ἧς Turn.: ἡ U, ἡ F, ὡς MAGH εὕρηται.
πρὸς δὲ τούτῳ κἀκεῖνο λογιστέον, ὅτι ὁ μὲν γῆς ἐργάτης πρὸς ἓν τέλος, τὸν μισθόν, ἀφορῶν — ἔμμισθος γὰρ ὡς ἐπίπαν οὗτος — οὐδεμίαν ἔχει φροντίδα τοῦ καλῶς ἐργάσασθαι, ὁ μέντοι γεωργὸς πολλὰ ἂν ἐθελήσαι καὶ τῶν ἰδίων εἰσφέρειν καὶ προσαναλίσκειν οἴκοθέν τι ὑπὲρ τοῦ καὶ τὸ χωρίον ὀνῆσαι καὶ πρὸς μηδενὸς τῶν ἰδόντων μεμφθῆναι· βούλεται γὰρ οὐχ ἑτέρωθέν ποθεν, ἀλλ’ ἐκ τῶν γεωργηθέντων εὐτοκίᾳ χρωμένων ἀνὰ πᾶν ἔτος τοὺς καρποὺς ἀναλαμβάνειν.
οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει — καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι —·
μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα.
Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν.
ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι 1 εἴρηται coni. Mang. τούτω MGUF: τοῦτο ΑΗ κἀκείνω F ὁ μὲν om. UF 3 οὐδεμίαν] οὐκ UF 4 πόλλ’ U ἐθελήση Α 5 τι secl. Cohn ὑπὲρ scripsi: περὶ codd. μηδενὸς UFH2: μηδὲν MAGH1 ἰδόντων UF: εἰδότων ceteri 7 οὕτως UF τὰ] ὡς τὰ F 8 μὲν γὰρ ἄγρια MAG ἐπιμελείᾳ F 9 τομαῖς UFL2: τὰ μὲν MAGHL1 10 ἐκστάσεσι G 11 ἐν om. UF βαθείαις τάφροις MAUF: τάφροις βαθείαις GH 12 ἔγκαρπα ἕτερον Α κόσμον Α 14 τυγχάνον UF, συμβαίνει conicio ἀλλοτρίαν GH2, ἀλλοτρίους Mang. 15 σφετέρας] ἐφ’ ἑτέρας MA οἰκειουμένους G: οἰκειουμένας MAUF, οἰκειουμένοις H2 in ras. 16 τὰς MAUFH: τὰ G 16. 17 ἐκφύσεις scripsi: φύσεις MAUFH, φύσει G 17 ἐστειρωμένας UF φέρουσι καρποὺς vel εὐφοροῦσι 18 περὶ] παρὰ G 19 δὲ om. MA ἐμπειρίαν ante ἐν add. UF, mg. L 21 μὲν om. UF ἐπιτηδεύει UF: ἐπιτηδεύειν ceteri 22 καὶ UF: om. ceteri 23 τῶν] καὶ τῶν H post θνητὰ add. καὶ UF γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις.
διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται.
κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ.
λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον“ (Deut. 20,20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις·
ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων.
τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον 3 ἐμπρεπεῖς MAF: εὐπρεπεῖς GUH 4 ὑφήγησις U 5 ὠφελιμωτάτους UF: om. ceteri καλὰς UF: καλοὺς ceteri 7 ἀναβλαστόντα scripsi: ἀναβλαστοῦντα MAGH, ἀναβλαστάνοντα UF ἐπήρθη F 8 καθαίρει τέως U, καθαίρει ἕως F 10 εἴη scripsi: ἦ MGUFH, om. Α καρπῶν om. UF οἰστικά] ὥστ’ εἰ κἄν U 11 ἐκκόψωμεν U ἐάσῃ U κατατέξει F 12 ἡ βαλομένη M 13 πόλει F 14 πᾶν—ἐστιν] ξύλον ὃ γνώση ὅτι οὐ ξύλον βρώσεως ἐστιν αὐτό UF 1.5 εἴ τις ΑΗ1 ποιεῖ μετά σου τὸν πόλεμον ἕως καθαιρεθῆναι αὐτήν. ταῦτα UF 15. 16 ταῦτα δικάζεται AF 18 ἄμισθον F 19. 20 διὰ πάσης UF 20 ἔτι] ἔστι F 21 παραθήσει MA 22 ἀβλαβείᾳ G, ἀμελεία U τῇ] τῆς U 22. 23 τῇ—χρῆσθαι bis habet F 22 τῶν UFH2: om. MAGH1 23 δ’ UF ἀεὶ om. Α 24 τῶν κοινῶν H διαζεύγνυσθαι UF φιλοσοφίας H1 24—98,3 DK. fol. 195r Φίλωνος ἐκ τοῦ περὶ γεωργίας· τὸν κατὰ φιλοσοφίας λόγον—περιπεριβόλῳ. τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δ’ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ·
καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ·
τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ
δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν.
ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας 2 φύλλοις D παραβάλλοντας AUF: παραβάλοντας M, παραβαλόντας GH, παραβαλόντες D 2. 3 ὧν—φυτά om. D 3 δ’ αὖ] δὲ D φραγμῶν M 5 ἐπὶ τῶ MGHL1: ἐπὶ τὸ Α, om. UFL2 σίνεσθαι AU: σίνεσθαι καὶ FL2, γίνεσθαι M, γενέσθαι GHL1 παρεισφέρεσθαι Α 6 μέρος] γένος UF φιλοσοφία Α 7 δυοῖν Α 8 ἀναμφιβόλους U τὰς om. F 9 ἐπιλύει F 10 ἀναιρεῖ GUFH1 ἐμφατικωτάτων M 11 γὰρ post ὥσπερ add. Α λελειωμένον UF 12 δέχεσθαι UFH: δέχρῆσαι UFH: δὲ χρῆσθαι Α τοὺς post καὶ om. UF καὶ UF: καθὰ καὶ ceteri, κάρτα καὶ Turn. 13 ταῦτ’ οὖν] ταὐτὸν MA ἡ] ἢ MH1 ἐπαγγελλομένης MH γεωρκικὴν Η2 15 καὶ post ἐκκόψω add. G ἐκτέμω MU 16 μηκύνηται scripsi: μηκύνῃ codd. 17 ἐφιεὶς codd. ἐφιεῖσα v βαθυτάτων coni. Mang. 18 ῥιπῆ UF 19 ἀνέλωμεν U 21 εὐτρόχως UF: ἐπιοχως M, εὐστόχως GH, om. Α 22 γεωμετρία UF: γεωμετρίας ceteri; ἡ γεωμετρία coni. Colin 23 συμπάσης UF παιδείας] φιλοσοφίας UF 23. 99,1 παιδεία μουσικῆς coni. Cohn 1 cf. Zeller, Hist. philos. gr. ΙΙΙ 1 p. 62. μουσική —, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης.
ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε.
διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“
γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4,11.12).
πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος ἁπάσας ἡδονάς.
ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει·
καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας 1 εὐανδρουμέναις Α 2 ἀνδρίς AG 2. 3 τὸ σωφροσύνης — ἁπάσης om. G 2 tertium τὸ] καὶ UF 3 τι om. AU 3. 4 τῶν τῆς ἀγρίας λεγομένης UF: τῆς λεγομένης ἀγρίας ceteri ἀγρίας ὕλης Mang, (cf. De opif. § 40): ἀγριαζούσης Α, ἀγρίας μούσης ceteri 4 μὲν μὴ UF: μὲν οὐ GH2, δὴ MA(H1?) φέρει Α δύναται A 5 αὐτὸ coni. Cohn 6 ἀναγκαῖον καὶ χρήσιμον F 7 Μωυσῆς UF: om. ceteri 9 τὴν GH2: om. MAUFH1 φέρουσαν UH: ἐπιφέρουσαν MAGF 10 εἰργασμένος F 12 καταφορᾶται A1U 13 αὑτῆς v 14 ἧ ἐργᾷ MGHL1: ἡ ἐργᾷ Α, εἰργάση U, ἧ ἐργάσῃ FL2 αὑτῆς Turn. 17 μὴν] μὴ L ἀποληπτέον M(H1), ἀπολειπτέον Α 17. 18 χερσὶ καὶ ποσὶ UF: χερσὶν ἡ ποσὶ ceteri 18 τοῦ σώματος ἐνεργεῖν UF: ἐνεργεῖν τοῦ σώματος ceteri γῆς F: τῆς ceteri 20 οὐδενὸς ἄλλου Α 22 ras. 2 litt. ante ἀνθρώπων H τῶν Η1?) 23 μέχρι coni. Jessen 25 ταῦτα om. UF ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται·
καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι.
Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν.
αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης.
καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι·
καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ 1 γεγονότας GUFH: γεννῶντας MA ἰχθύας UF: ἰχθῦς ceteri λάβωσι UF 2 μέρους UF μόνον UF: om. ceteri 3 καὶ post γῆς om. M 4 φησι G τείνας ἅπαντα MAH2, τείνας ἅπαν U, τείνασα πάντα G, τείνας FH1 5 διαβαίνουσι GUH2: διαβάλλουσι MAFH1 τὰ ἄλλα MUFH 7 ἡδονὴν U 8 φυτεύσασα F 9 ἐργαζόμενοι v 10 ἔχθιστον olim coniciebam 11 ὄγκον Mang. ἀποτιθέναι Α2 12 ἐκροφοροῦσα Α, οῦντες s. s. 12. 13 σπουδῆς — γῆς om. G 12 τῆς om. UF 13 καὶ γεωργούσης ἐργάτης AF 14 ἄλλαις U 16 γε om. Α εὕρομεν GH: εὕρωμεν MA, εὑρήσομεν UF διττὰς U 17 ἐὰν] ὡς ἄν Α λέξωμεν M 18 διφορεῖν A εὕρωμεν AF 18. 19 ἐν τοῖς καθ’ ὑπονοιῶν Mang. (immo καθ’ ὑπόνοιαν) 19 μακρὰν UF οὕτως MAGH: οὕτω ὡς UF 21 οἶ γε] εἴ γε Α, οἱ F ἀπηκριβωμένοι F συνωνύμους UF 24 ἐπιφημίζει A 25 οὔ Η: οὖν ceteri ψυχὴν AH 25. 26 ἀγέλην— φαῦλος om. U 25 ἀγέλην F: ἀτελῆ ML2, ἀτελεῖ AGHL1 λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα·
ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου.
αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·
αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης τροφῆς ἐξυβρίζει—κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης συντεταγμένον στῖφος.
ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ, στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος.
τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης ἐκπεφοιτήκασιν.
ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης 1 λογισμός M 2 ἐπιδείξομεν GUFH: ἐπιδείξωμεν MA 2. 3 αὐτίκα ἐπιδείξομεν UF 3 κτήνει UF συγγεγένηται F τῆ ψυχὴ UF 4 ὧν] ὡς UF 5 ἐπευφημίσθη νοῦς Α δ’ ἄλογον conicio ἑξαχῇ Mang.: ἐξ ἀρχῆς codd. εἰς GH2: om. ceteri 6 φύσις GFH post φύσεις add. ἔσχεν U δυοῖν v 7 αὐτὴ AU δὲ] τὲ MAF ἄλογος om. UF κτήνεσιν UF: κτήνει ceteri 8 πληθύι MF: πληθύει Α, πληθὺς U, πλήθουσα GH δεῖ scripsi: αἰεὶ M, ἀεὶ U, δέεται G, ἐπιδέεται Η, om. AF 9 ἐξαναστὰς MAGH: προεξαναστὰς UF 12 ἔκγονον couicio 14 τέως] γε ὡς UF 15 περιτρέχει conicio τι om. UF 16 ἀδυνατῆς U 19 ἔχει Α 20 ἀπαυχενίζεται καὶ AF 20. 21 καὶ πλημμελῶς — ὀφθαλμοὶ UF: om. ceteri 21 τύχοι U: τύχη F 21. 22 ἀναπεπταμένοι GUF: ἀναπεπταμένα MAH 22 ἐξώκειλαν scripsi: ἐξωκείλοντα G, ἐξωκείλουσι MF, ἐξοκείλουσι AUH (supra scr. ut vid. ντα Η) 23. 24 περὶ ἀργίας Α 24 καὶ ἐλευθέρου A θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι; οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον.
ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται.
γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν.
οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ
ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς 1 νομιζόμενα UF 3 φέρεσθαι UF: αἴρεσθαι ceteri 4 δὲ] τὲ UF 5 ἐκτεθηλυμμένας AG : ἐκτεθηλυμένας ceteri 6 κοινοῦνται F πόλεμον ἀεὶ UF συγκροτοῦντες UFL2 7 prius τῆς om. UF 8 ἑαυτὸν Α οἷα δυστυχεῖς UF ἀναστρέφοντες Α 9 δ’ UF εἰσὶ τούτων H2 10 ἡ δὲ GFH2: ἴδη δὲ MAU(H1) πᾶσαν MAUH1: πᾶν GFH2 10. 11 σιτίων et ποτῶν MAUH1: σιτίον et ποτὸν GFH2 11 ἀπόλαυσιν addidi ἀφέτως AU ὁρμήσασαν Α2 τά τε UF: τὰ ceteri 12 ἄληπτον Α 13 αἱ H2: δίχα MAG, αἱ διὰ UFH1 μαργῶσαν L2 14 μαιμῶσαν] μεμηνυῖαν UF καινὴν Α 15 που] τοῦ UF παροραθέντος F ἀφεῖται UF: ἄφετον ceteri ἶνα UF: εἶναι ceteri 16 ἐπιλιχμήσηται scripsi: ἐπιλικμήσηται UFL2, ἐπιλιχνήσηται MAG(H2), ἐπιλιχνεύσηται H2L1 ἡ MA 19 πλησθῶσιν UF 20 ἐπεγειρόμενοι Mang. καὶ om. UF 22 ὡς om. GUFH τὰ] τὰς F 23 δημιουργῆσαι UF προλαβοῦσα AUF: προβαλοῦσα M, προβάλλουσα GH, προσλαβοῦσα L2, προσβάλλουσα L1 λιμῶ μὲν οὐ χαίρει UF: om. ceteri 23. 24 χαίρει, πλησμονῇ δὲ ἔπειτα καὶ coni. Mang. 24 ἕπεται] τέρπεται conicio ἐνεργείας] χρείας UF θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι.
στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι.
ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς.
διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος τὰ πρόβατα Λάβαν (Gen. 30,36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν.
καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα 1 ἀθρόων U: ἀθρόον ceteri 2 δὲ M τε om. UF 3 μόνα om. Η, μόνα τὰ om. L1 τἀπιτήδεια F 4 ἀγησιτελῆ U ἥτις MGUF: ἥ τῆς Α, ἥπερ Η 5 ἧττον coni. Mang. ἔχουσιν ὑπὲρ τοῦ UF 8 σκεδασθῆναι UF 9 τὸν] τοῦ U λόγων UFH1 χρώμενοι GH2L1: χρωμένων ceteii 10 μέτρια MAUF ἀφόρητα AUF 10. 11 δέ κακὰ κατ᾿ αὐτῶν ἀνίατα Α 11. 12 ἡ κόλασις ἀφραίνουσιν Α 12 αἱ κολάσεις UFL2 14 μετὰ ἀηδίας UFL2: μεγάλα ἐία MAHL1, μὴ μεγάλα ἥδια G προτιμῶσιν Mang.: περιποιοῦσιν UFL2, περιποιήσειεν MGH1, περιποιήσειν, περιποιήσειαν H2L1 οὕτως οὑν UF 15 τοὺς om. UF 20 τῆς post ψυχῆς add. mg. 21 μόνον UF χρήμασι UF σκιᾶς U, σχήμασι coni. Mang. 22 λαβὰν. Μωσεῖ γὰρ L Μωυσεῖ U: Μωυσῆ F, Μωσεῖ MGH, Μωσῇ Α 23 ἀνατίθησι UF: ἀναδίδωσι MAΗ1, μεταδίδωσι GH2 24 πρὸ ἀληθείας GH2: πρὸς ἀλήθειαν MAUFH1 δοκεῖν] ἀδικεῖν U 25 Ἰοθὼρ U, ὁ Ἰοθὸρ GΗ δὲ] γὰρ UF 26 ἀπλανῆ βίον Α παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι „Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ" (Exod. 3,1).
ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων, εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω“ γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27,16.17).
ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον, ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν;
οὐ μὴν ἀναρχία μόνον ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’ ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς.
ἀλυσιτελεῖς δὲ οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις, ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων 1 παρ’ om. UF οὐ UF: οὗ ceteri αὐτὰ Mang.: δυνατὰ codd. δίκαιος U 2 καὶ om. UF ὅτι] ὅτι καὶ A 3 Μωυσῆς UF: Μώσης ceteri Ἰοθὼρ U — 7 μὴ — δόγματα mg. H 4 ἀνεπιτρόπευτον UF: ἂν ἐπιπρέπῃ τὴν M, ἂν ἐπιπρέπει τὴν G, ὅν ἐπιτρέποι τὴν Α, ἄν ἐπιτρέπει τὴν Η, ἄν ἐπιτρέπειν τὴν L 4. 5 τὸν ὄχλον om. Α 5 καὶ λεὼν scripsi καὶ λαὸν Mang.): κλαίων M, κλ ων (sic) G, κλοιὸν Α, κελεύων UF, καλῶν H δὲ] δὲ τοῦ F 6 ἐξαγαγόντος F καὶ πάσης] δικτύῳ G 7 εἰσαγαγόντος UF δὲ εἰς τἀς M, δ’ εἰς τὰς F, δεῖ τὰς U 8 γάρ φησι] λέγων Η τῶν πατέρων τῆς πάσης F 9 ἄνθρωπον UFH: ἀνθρώπων MAG 10 ἔσται] ἄρα F ὡσεὶ πρόβατα] εἰς ποίμνιον U, ὡς ποίμνιον F ἔστιν αὐτοῖς ποιμήν UF 11 ἀλλ’] ἀρ’ conicio οὐκ UFHL2: οὖν MAGL1 ἄξιος U 12 συμφυὲς UF: εὐφυὲς ceteri 13 φαυλότητος τῆς τῶν F κακοπολιτῶν UFH ὀχλοκρατίας FL2: ὀχλοκρασίας ceteri 14 δημοκρασίας A 16 ὀχλοκρατίαν FH: ὀχλοκρασίαν ceteri (etiam L) δεινὸν τίκτουσα U ἀλλὰ καὶ ἡ Α παρανόμου τινὸς καὶ βιαίου Α 17 τύραννος — ἐχθρός om. UF post πόλεων add. ἧ M, εἰ A 18 ἕτερον MA ὁ UF: ante θηριωδέστατος pos. ceteri 19 ἀκρόπολον] ἑλέπολιν coni. Mang. δ’ UF 20 ἑαυταὶ U, αἱ αὐταὶ F αἱ UF: om. ceteri καὶ corr. in καὶ αἰ Η, post καὶ add. ἑτέρων αἱ F 20. 21 τε καὶ] τε U 21 χρηστότητος F εἰς αὐτοὺς ὀλιγωρίας μηδὲν μήτε ἴδιον μήτε κοινὸν ἐπανορθώσασθαι δυναμένοις, ἔστι δ’ ὅτε καὶ τὰς ἡγεμονίας ἀναγκαζομένοις ἀποτίθεσθαι, τοῖς δὲ ἐκ συνεχοῦς τῆς πρὸς τοὺς ἄρχοντας ὀλιγωρίας πειθοῦς ἠμεληκόσι καὶ ἀδεῶς ἐπὶ μεγάλου κακοῦ κτήσει περιποιησαμένοις αὐθάδειαν.
τούτους μὲν οὖν θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον.
ἡ δὲ τοῦ θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος.
οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται. τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22,1).
τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ 1 μήτ’ Α 2 δέ MGH ἀναγκαζόμενος M 3 τοῖς δὲ ἐκ AGH: τοῖς ἐκ M, τῆς δὲ UF ἠμεληκότι U 4 καὶ ἀδεῶς Cohn: κατὰ δέος U, καταδεὲς ceteri, μετ’ ἀδείας olim coniciebam περιποιησαμένης Α αὐθάδειαν FH2: αὐθαδείᾳ ceteri 5 οὑν addidi 9 αὐτῶ UF 10 σχεδὸν καὶ μόνον UF: σχεδὸν μόνον MAG, μόνον σχεδὸν 11 12 οὖ] οὐ U 14 ἐπίστασιν UF ἀφορῶσα Γ’·. ἀφορῶσαν ceteri ἐπὶ Α 16 ὥστ’ UF 17 τέλεια MAGH: om. UF, τελείως couicio παντὸς ἡγεμόνι Α 18 ἀλλὰ καὶ GH 19 ὁ τὰς om. F 20 λεγέτω καὶ ἕκαστος ἐν μέρει τὸ αὑτὸ τοῦτο. τὸ γὰρ ante τοῦτο add. H ex p. τοῦτο μέντοι τὸ] τοιοῦτον H 21 εὐπρεπές GH καὶ UF : om ceteri 22 γάρ om. MAH1 22 ποικρὴν U, ποιηρὰν F 23 ζώων M τε αὖ Η: om. ceterr 25 ταῦτα δὴ πάντα ante ὁ ex Eus. recipi vult Cohn ὁ UF Eus: ὡς GH, om. MA καὶ om. U ὁ θεὸς GH2 25—106,3 Euseb. Pr. Ev. VII 13 ... ὁ δ’ αὐτὸς ἐν τῷ περὶ γεωργίας προτέρῳ καὶ υἱὸν δίκην καὶ νόμον, προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται· καὶ γὰρ εἴρηταί που· „Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ“ (Exod. 23,20).
λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“.
λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος
χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα.
τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην.
τεκμήριον δέ· ὁ τὴν περὶ σῶμα καὶ τὰς κενὰς δόξας ὑπόθεσιν ἀεὶ μελετῶν Ἰωσήφ, ἄρχειν μὲν καὶ ἐπιστατεῖν 1 prius καὶ om. Eus αὐτοῦ codd. alterum καὶ Eus: om. codd. 1. 2 πρωτόγονον υἱὸν om. U 2 ante ὃς add. προστησάμενος αὐτοῦ τὸν ἀρχάγγελον οὗ τήν προσωνυμίαν λέγειν οὐκ ἀναγκαῖον UF, προστησάμενος αὐτοῦ circunipuuxit F ὃς] ὡς Α 3 διατάξεται FL2 3. 4 καὶ γὰρ—ὁδῶ UF, mg. L: om. ceteri, fort. recte 3 που om. U 5 λέγω Α ἅπας ἡ] ἁπάσῃ UF ἡ om. MAH1 τελειοτάτη GUF 6 τοῦ ὄντος AGUFH1: τοῦ ὄντως MH1, τῷ ὄντι conicio θεοῦ om. UF με om. U 7 λεγέτω — τοῦτο om. H1, add. m. rec, cf. supra ad p. 105,20 8 ἐξικνουμένην F μοῖρα MA 10 ἐπιβαλόντων U ἐνδιαμεῖναι UF 11 ἀγαθὰ UF 12 δὲ καὶ εἰς Η ὁσιότητα UF: ἰσότητα ceteri 13 τῶ μὲν γὰρ F τὰ ἄλλα πάντα UF ἔχειν add. 14 δ’ Α ἐπιστασία UF ἥτις GUF: τίς MA, εἴ τις Η ὑπὸ] ἀπὸ UF 15 ἐκκρέμανται MA 16 ἐστὶν εἰκότως Η, sed εἰκότως ἄλλων add. m. rec. 16. 17 πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα Mang.: πλοῦτον βλέπουσα βλέπουσα πλοῦτον U) σφόδρα δὲ ὀξυδερκοῦσα καὶ UF, πλοῦτον βλέπουσα τὰ δὲ καὶ σφόδρα ὀξυδορκοῦσα ὀξυδερκοῦσα H) ceteri 17. 18 σύντομον L2 18 πελάσαντες UF, ἀπελάσαντες F2, ἐλάσαντες L2 19 ὁ τὴν] ὅταν MA θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον: Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς — διαδέξεται. ἀλόγου φύσεως οὐκ ἐπιστάμενος — πρεσβύταις γὰρ ἔθος ἐπὶ τὰς ἀνυπευθύνους ἀρχὰς καλεῖσθαι, νέος δέ ἐστιν οὗτος ἀεί, κἂν τὸ χρόνου μήκει γῆρας ἐπιγινόμενον ἐνέγκηται —, τρέφειν δὲ εἰωθὼς καὶ συναύξειν ὑπολαμβάνει καὶ τοὺς φιλαρέτους πεῖσαι δυνήσεσθαι μεταβάλλειν ὡς αὐτόν, ἵνα τῶν ἀλόγων καὶ ἀψύχων περιεχόμενοι μηκέτ’ ἐνευκαιρεῖν δύνωνται τοῖς λογικῆς ψυχῆς ἐπιτηδεύμασι· φησὶ γάρ·
ἂν ὁ βασιλεὺς νοῦς τῆς σωματικῆς χώρας πυνθάνηται, τί τὸ ἔργον ὑμῶν, ἀποκρίνεσθε· ἄνδρες κτηνοτρόφοι ἐσμέν (Gen. 46, 33. 34). τοῦτο ἀκούσαντες κατὰ τὸ εἰκὸς δυσχεραίνουσιν, εἰ ἡγεμόνες ὄντες ὑπηκόων τάξιν ἔχειν ὁμολογήσουσιν·
οἱ μὲν γὰρ τροφὰς ταῖς αἰσθήσεσι διὰ τῆς τῶν αἰσθητῶν ἀφθονίας εὐτρεπιζόμενοι δοῦλοι γίνονται τῶν τρεφομένων καθάπερ δεσποίναις οἰκέται φόρον τελοῦντες καθ’ ἑκάστην ἡμέραν ἀναγκαῖον, ἄρχοντες δὲ οἱ τούτων ἐπιστατοῦντες καὶ τὰ περιττὰ τῆς εἰς ἀπληστίαν ὁρμῆς αὐτῶν ἐπιστομίζοντες.
τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν;“ ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3).
εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς 1 λογικῆς G 2 ἀνυπευθύνους Mang.: ἀνυπαιτίους codd., ὑπαιτίους Turn. οὗτός ἐστιν ἀεί UF τὸ Η: τῶ UF, τοῦ MAG 3 ἐπιγενόμενον UF 4 ὑπολαμβάνειν U μεταβαλεῖν UF 5 αὑτὸν Cohn μήκει ἐνευκαιρεῖν scripsi: μηκέτ’ εὐκαιρεῖν UF, ἐνευκαιρεῖν μὴ GH, ἐνευκαιρεῖν MA 6 τοῖς λογικῆς ψυχῆς UF: ψυχῆς λογικῆς (om. τοῖς) ceteri 7 νοῦς om. UF 9 ἔχειν τάξιν F 11 ἀφθονίας ἔχειν εὐτρεπιζόμενοι L 12 τελοῦντες GH: φέροντες MAUF 14 αὐτοὺς Η 14. 15 τὸ μὲν— ἀκούσαντες om. U 14—17 τὸ μὲν—αὖθις δὲ add. in mg. Η m. rec. 15 ἀκούσοντες MA ἐξεμυθήσουσι M, ἐκμυθήσουσι UF 16 μαθησόμενοι MAUF, καθησομένοις L 17 δ’ Α ἀγὼν add. Η2 19 ἡγεμονικὸν καὶ εὐγενὲς ἐπιδειξάμενοι τῶ ὄντι Η 20 ἀποκρίνονται AUF: ἀποκρινοῦνται MGII 21 ὑμῶν U δόξαι ἐν ποιμενικῆ Α 22 οὐδ’ AUF τῷ om. UH τοσούτῳ] τούτω L 23 οἱ δέ γε UF αὑτοῖς MGH: αὐτοῖς Α, ἑαυτοῖς UF 24 ὡς] ὢ 31, ὧ Α 21 Origenes, Selecta in Genesim p. 50: παρρησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. σπουδῆς καὶ ἐπιμελείας ἁπάσης ἀξίου·
καίτοι γε, εἰ μὲν ἦν περὶ αἰγῶν ἢ προβάτων ἐπιμελείας ὁ λόγος, κἂν ἴσως ᾐδέσθησαν ὁμολογεῖν ἀτιμίαν φυγόντες· ἄδοξα γὰρ καὶ ταπεινὰ τὰ τοιαῦτα παρὰ τοῖς ὄγκον μὲν εὐτυχίας τὸν ἄνευ φρονήσεως περιβεβλημένοις καὶ μάλιστα βασιλεῦσι νενόμισται·
τὸ δὲ Αἰγυπτιακὸν ἐκ φύσεως καὶ διαφερόντως ἐστὶν ὑπέραυχον, ὁπότε μικρά τις αὐτὸ μόνον αὔρα καταπνεύσειεν εὐπραγίας, ὡς χλεύην καὶ πλατὺν γέλωτα ἡγεῖσθαι τὰς τῶν δημοτικωτέρων ἀνθρώπων περὶ βίον σπουδάς τε καὶ φιλοτιμίας.
ἐπειδὴ δὲ περὶ τῶν ἐν ψυχῇ δυνάμεων λογικῶν τε αὖ καὶ ἀλόγων πρόκειται σκοπεῖν, εἰκότως αὐχήσουσιν οἱ πεπεισμένοι ὅτι δύνανται κρατεῖν τῶν ἀλόγων συμμάχοις χρώμενοι ταῖς λογικαῖς.
ἐὰν μέντοι τις βάσκανος καὶ φιλεγκλήμων αἰτιώμενος φάσκῃ· πῶς οὖν ποιμενικὴν τέχνην διαπονοῦντες καὶ τῆς συμφυοῦς ποίμνης ἐπιμέλειαν ἔχειν καὶ προστασίαν ἐπαγγελλόμενοι προσορμίσασθαι τῇ σώματος καὶ παθῶν χώρᾳ διενοήθητε, Αἰγύπτῳ, ἀλλ’ οὐχ ἑτέρωσε τὸν πλοῦν ἐποιήσασθε; μετὰ παρρησίας αὐτῷ λεκτέον, ὅτι „παροικεῖν, οὐ κατοικεῖν ἤλθομεν“
(Gen. 47, 4)· τῷ γὰρ ὄντι πᾶσα ψυχὴ σοφοῦ πατρίδα μὲν οὐρανόν, ξένην δὲ γῆν ἔλαχε, καὶ νομίζει τὸν μὲν σοφίας οἶκον ἴδιον, τὸν δὲ σώματος ὀθνεῖον, ᾧ καὶ παρεπιδημεῖν οἴεται.
οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος.
Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε 2 ἴσως UF: om. ceteri ᾐδέσθησαν om. Α 5 καὶ om. UF 5. 6 ὑπέρμαχον G 6 αὔρα καταπνεύσειεν MAGF: καταπνεύσειεν αὔρα Η, καταπνεύσειεν (om. αὔρα) U 7 πλαστὴν U 9 post δυνάμεων add. ὁ λόγος UF 11 ἒν] εἰ Α 12 φάσκει A 13 εὐφυοῦς UF 14 προσορμήσασθαι L 15 πλοῦν] πλοῦτον F ἐκποιήσασθαι UF 17 πᾶσα UF: πᾶσα μὲν ceteri γῆν δέ ξένην L 19 — 21 οὐκοῦν — ἀπεργάζεται om. UF 19 οὐκοῦν] οὐκα Α 20 ἀφηγεῖται AL 21 ἀπεργάσεται conicio 22 τοίνυν G 23 ὑποδύεται Α ὀψαρτύπου Α 23. 24 ἢ σιτοπόνου om. UF 24 θοῖναν UF ἀδηφαγεῖν MUF: ἀδδηφαγεῖν AG, ἀδδηφαγεῖ Η, alterum δ add. Η2 26 ὃν MAUFH1: ὃν οὑν GH2 γῆς om. UF 27 ἐπιδέδεικται UF. hic desinunt UF, περὶ γεωργίας subscripsit U 28 ἱππέα Α: ἶπον ceteri τε om. L γὰρ καὶ…
ὁ…
…
The complete text is available when the reading interface loads.