De ebrietate
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Paul Wendland
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόν Ι p. 357 τε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ.
πολλαχοῦ γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου διαμέμνηται· καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’ οὐκ ἐφίησι, καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαί τε καὶ μή. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι (Num. 6, 2 sqq.), οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς (Lev. 10, 9), οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ ἀρετῇ μάλιστα καὶ παρ’ αὐτῷ τεθαυμασμένων.
πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ ὥς γ’ οἶμαι
τάδε· σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, ᾗ τὸν Νῶε μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα ἐργάζεσθαι. μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται·
καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν φίλωνος περὶ μέθης G, φίλωνος σοφοῦ ἰουδαίου περὶ μέθης λόγος ιβ' U, περὶ μέθης τοῦ αὐτοῦ λόγος πρῶτος F, περὶ μέθης Η 2 ἐπισκεψώμεθα FH: ἐπισκεψόμεθα GU 4 γενῶντος Η 6 ἐστι H ὅτε — τε om., scd liu. 8 post ἀκράτῳ inserit verba ἐστιν ὅτε — καὶ μὴ Η κεχρῆσθαι καὶ Η, με χρῆσθαι καὶ L 7 οὗτοι] ὅτι F 8 δὲ om. Η ἱερεῖς GUFL2: αὐτοῖς HL i 9 μάλιστα τῶν ἐπ’ ἀρετὴ H 11 δὲ Η γ’ om. H 12 τῶδε Η, om. L σύμβουλον U 14 ἐπιθυμίας Mang.: εὐθυμίας codd. ἀφροσύνης F 15 #x003E; πᾶσι couicio ἐμφερομένης conicio 17 μυρίοις U ἀφραίνοντάς τε καὶ ληροῦντας, τοὺς δ’ ἀναισθησίᾳ παντελεῖ κατεσχημένους, τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους, τοὺς δὲ τῷ ὄντι γυμνουμένους.
τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ
οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται.
ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ·
ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο“ γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ“ (Gen. 27, 30)·
μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς 1 εὐφραίνοντας F παντελῆ F 1.2 κατισχημένους F, κατεχομένους II 2 ἀεὶ GF 3 χρείαν G γανουμένους FH: γαννουμένους G, γεγανωμένους U ἀφραινομένους F 5. 6 ἀλλὰ—ἄγνοια oin. H 7 ἀφροσύνης FL2 8 γυμνότης GH 8. 9 τῶν ἀγαθῶν καὶ #x003E; ἐναντίων conicio 9 κακία L ἐσκιασμένων Turn. 10 ἀπαμπίσχουσα scripsi: ἀπανπιούση F, ἅπαν πιούσῃ U, ἅπα lac. 3 litt. G, ἅπαν ποιούση ὕσῃ H, ἀπαμφιάσασα Maug. 10. 11 τῇ—μέρει add. 11. 12 οὐδὲν σκευάσασθαι G 12 ταύτας om. H δέ om. G 13 ἐπαμπίσχεται scripsi: ἐπαμπίσεται GU, ἀπαμπίσεται F, ἅπαν πίεται Η, ἐπαμφίσκεται Mang. 16 ψησάμενος G 18 ἐνέδραμεν L prius μήτε] μήποτε Η 19 φυλοροεῖ U 21 δι’ ἣν H2 in ras. et δὲ add., rursus del. φυσικώτατα scripsi: φυσικωτάτην codd. 22 τὴν om. F 24 περιπατεῖ F πᾶς om. L 9. 10 DR fol. 72v ἐκ τοῦ περὶ μέθης β΄ κεφ α (Anton. Mel. I 21 col. 843): ἀλήθειά ἐστιν ἡ τὰ—δύναμις. ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης.
Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.
ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον.
οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας
αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει. τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ ὑφ’ ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται· „ἐὰν γάρ τινι“ φησίν „υἱὸς ᾖ ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ 5 προσαποδόσωμεν H 5. 6 τοῦ ἁ ἀρξάμενοι H 6 τὴν Turn.: τῆς codd. ἀπαιδευσίαν G: ἀπαιδευσίας UFH τοῦ add. Richter (cf. D) 9 πηγῆς] γῆς G 10 πράξεις] παραβάσεις coni. Mang. οὐδὲν om. D ἐκδιδοῦσα GD: ἐκδιδοῦσαι FH, ἐκδιδοῦται U 11 χρησομένοις D: χρησαμένοις codd. 12 φονᾶ G2: φωνὰ G1UFH 12—14 ὡς—σύμμαχοι σύμμαχοι om. H 15 κήδεται] κείσεται L 16 αἰεὶ UF: ἀεὶ GH 17 εἰς ἅπαν U οὖν om. F 19 δεόντως F: δὲ ὄντως GUH συναγορεύοντας scripsi: συναγορεύοντα F, συναγορεύσοντας GUH 20 παραπόλλωνται FL 21 ἀπειθὴς—φωνῆς om. U 22 καὶ μητρὸς om. G παιδεύουσιν G 25 καὶ post ἐρεθίζει add. H 6—11 DR fol. 73v τοῦ αὐτοῦ περὶ μέθης β τος: τοῦ ληρεῖν αἴτιον ἡ ἐπιζήμιος τοῦ αὐτοῦ: ἀπαιδευσία τῶν τῆς ψυχῆς ἁμαρτημάτων τὸ ἀρχέκακον—αἴτιον τοῖς χρη- σομἐνοις. εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ. καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,18—21).
οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ ἡ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας.
ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές· τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ· ὁ γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, ὁ μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, ὁ δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος.
φέρε δ’ ὡς ἔχει τοῦτο θεασώμεθα· νόμου κελεύοντος, εἰ τύχοι, τοὺς γονεῖς τιμᾶν, ὁ μὲν μὴ τιμῶν ἀπειθής, ὁ δ’ ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον.
ὅ τε μὴ χαριζόμενός τισιν ἐναντιούμενος τῷ φάσκοντι δεῖν ὠφελεῖν ἀπειθεῖ, ὁ δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν ὅ γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς ὁ νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ ὁ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής.
οἷος ἦν ὁ φάσκων „τίς ἐστιν οὗ ὑπακούσομαι;“ καὶ πάλιν „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5, 2). διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται· εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο. 2 ἐξαρεῖς Η: ἐξαρεῖς GU, ἐξάρῃς F 4 συμβολῶν Mang.: συμβόλων codd. δὲ G 5 παραύξησιν G. Dindorf in Stepb. Thesauro: παραύξην codd. 6 ἐφ’ G2 7 ἀφροσύνης coni. Mang. 10 prius καὶ om. U ἐμπειθεῖν H 13 ἀλογῶν GUFL2: ἀπειθῶν HL1 15 μὲν μὴ GUF: μὲν Η, μὴ V 17 τὸν] τὸ G1 18 δέ U 19 τῳ] δὲ τῷ y 20 τῷ] τὸ G ἐμποιῶν H: ἐμποιεῖ GUF 22 προστάξεσιν H: προστάξεως G, προστάξεων LF 24 ἦν GUF: ἐστὶν H ὁ om. G 25 ὑπακούσομεν L 28 προενόει U κἄν] καὶ U 28. 174,1 ἐγινώσκετο—τοῦ om. G 28 ἐγίνωσκε τὸ U συμβολάς γε μὴν καὶ ἐράνους φέρειν ἐπὶ μὲν τῇ
τοῦ ἀρίστου κτήματος μετουσίᾳ, φρονήσεως, ἐπαινετὸν καὶ συμφέρον, ἕνεκα δὲ τῆς τοῦ ἀκροτάτου πάντων κακοῦ, ἀφροσύνης, ἀλυσιτελές τε καὶ ψεκτόν.
αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις.
ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι.
τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν“ πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς
ψυχάς. ὁ μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται „ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ“ (Gen. 14,17), ὁ δ’ Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ „τὴν οὐραγίαν κόπτειν“ (Deut. 25,18), ἀκολουθίᾳ φύσεως· ἐχθρὰ γὰρ | τὰ ἐναντία καὶ τὸν ἐπ’ ἀλλήλοις ὄλεθρον p. 361 Μ. ἀεὶ μελετῶντα.
τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων 1 συμβουλάς U φέρει L 2. 3 ἀκροτάτου] ἐπαρατοτάτου coni. Mang. 3 κακοῦ addidi 5 ἐπίμονοι Mang.: ἐπίπονοι codd. 8—10 ἄθλους ζημιουμένους τὰ πάντα Barocc. Max. ceteris omissis 8 ἔτι G 9 τινος G 11 κατα- κλῶσι G1, σαταχαλῶσι G2 διαθρύπτουσι Barocc. Max. 12 δυνάμεις] ἡδονὰς Barocc. τρυφῶν L2 13 τὸν U: om. GUF 15 αὐτῆς] αὐτοῖς F 16 ἔτι— δικαιοσύνην om. GF 17 συμβολοκοπῶν H 18 ἐπιτηδεύματα H 21 Ἀβραὰμ FH 22 σκοπῆς U Χοδολλαγόμορ GF: Χολοδογόμορ UH, Χολογομόδορ L, Χοδολλογόμορ Mang. μεταυτόν F 23 κόπτει Η 6—13 Mel. Barocc fol. 134r τοῦ Φίλωνος Maximi cod. Barber. I 158: ἰδεῖν μέντοι χρὴ καὶ τοὺς—δύεσθαι. ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·
τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι.
τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν.
εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον.
τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν 2 ὑπολίπηται U αὐτῶ Η νόμος U 3. 4 πολὐχοος Η 4 πολυφθορώτατον L 4. 5 ἐσταλμαῖον H, ἐσταλαῖαν L 5 τὸ ἀγαθὸν G οὖν GUF: αὖθις H, δὲ Max. 6. 7 πολλοῖς προσμαθόντας δικαιοπραγεῖν μεθ’ ὧν τὸ δικαιοπραγεῖν H ἀλλ’ ὀλίγοις Mang. 7 καὶ μέγιστον τοίνυν H ἦν om. Η 11 αἰεὶ UF: ἀεὶ G, καίει Η, καίειν Turn. ἐμπιπρᾶσαν F: ἐμπιπρῶσαν ceteri 12 μοχθηρὰ Η λέξεται F 13 τὸν] τὸ U 14. 15 ἐμφολεύουσιν Η 17 ὥσπερ τινὰς om. H 18 ἀκράτως U μεθύοντα καὶ καταφλεγόμενον F 19 ἐκτόπους scripsi: ἐκτόπως codd. αὐτὴν GUFN: αὐτὸν H ἦν] οὖν F 19. 20 κατηγόρους μὲν τοὺς ἄλλοις ἄλλως Cohn) scripsi: κατηγόρους μὲν τοὺς Η, κατηγορουμένους οἱ ἄλλοι GU, κατηγορούμενον τοὺς ἄλλους FN 20 φθορὰν addidi 3—5 τῆ Ciem. Paedag. ΙΙΙ § 27 p. 269 P: „οὐκ ἔσῃ δὲ μετά πολλῶν“ φησίν οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. 3—5 DK fol. 115v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης DL fol. 25r DR fol. 39r Φίλωνος τοῦ περὶ μέθης α΄ Flor. Paris. No. 5 (Barb. I 158): τῷ ὄντι—τὸ ἀγαθόν. pergit Barb. ad. iin. 7 συμφέρεσθαι—DK fol. 256v Φίλωνος ἐκ τ περὶ μέθης β΄, DL fol. 64r fol. 32v DP fol. ν Φίλωνος) DV p. 688: ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. 16—176,18 N fol. 164r τὸν οὖν ἀπειθῆ—οἴσομεν δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε. σῴζεσθαι.
πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον.
εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με“ (Prov. 8,22)· ἦν γὰρ ἀναγκαῖον τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα.
τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;
τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι.
τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, 1 δὲ ἐνδέξασθαι GUFN: δέον ἐνδέξασθαι TI πρὸς UFHN: om. G οἷόν τε N 2 σώζειν conicio δὲ UHN αἱ om. H Anton. 3 τὸ πᾶν τόδε Anton. 4 γεγονότος] λέγοντος U φήσωμεν Anton. μητέρα] πατέρα N 5 ὁ om. Anton. ὡς] ὁ U 6 τὸ et σπέρμα H θεοῦ] κυρίου Anton. 7 μόνον καὶ om. Anton. post ἀγαπητὸν add. καὶ Anton. 8 αὐτῆς codd. 9 ἐκτίσατο Η 11 ἦλθε Η 12 νεώτερον N 15 οὐδὲ Ν ἀλλὰ βραχέα δεξάμενος D 15. 16 μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα D 15 ἐπιρεούσης U, ἐπιρροῆς N 16 ἀναβλύσαι GUFN Max.: ἀναβλεῖσθαι Η, ἀναβλύζεσθαι D, ἀναβλύζειν v τε om. FD Max. 17 δέξασθαι D2R 21 ἐπισκεψόμεθα G 22 μέσην Mang.: ἴσην codd. 2. 3 DR fol. 131v Φίλωνος (Anton. Mel. II 9 col. 1044): πατρὸς καὶ μητρὸς—διάφοροι δέ δυνάμεις. pergit Anton. Mel. usque ad lin. 7 υἱὸν ἀπέτεκεν. 14—18 DK 142v τοῦ αὐτοῦ: δεύτεροι (sc. περὶ μέθης, falso δεύτερον ad Philonis verba rettulit) et fol. 277r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης Maximi eod. Barber. I 158: τῶν θείων οὐδὲ γὰρ τῶν Barb.) δωρεῶν ἱκανὸς—οἴσομεν. παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι.
τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ μητρί.
τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων.
Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος — φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ“ (Exod. 18, 16) —, παρελθὼν ὁ δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι.
καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν 1 ἀπημφιεσμένην GF 2 τοῖς θέσει conicio προσέχειν om. Η, προέχειν G1F 3 ἔθη F πρὸ] πρὸς F 5 οὐδ’ ἑτέρω GF 6 δ’ om. Η αὐτῶ U 7 ἐπισκήψεων scripsi: ἐπισκέψεων codd. 10 εἴσεται U ἧττα νόμου GF φθορὰν FH: φθορᾶς U, φορὰν G 12 μεταπεποίηται H δὲ U 13. 14 δοξῶν ὑπεικούσαις H 14 x003E; παντοδαπὰς coni. Mang. 15 προτέρως U τῷ] τὸ Γ’ 16 τύπω H 18 ἑωρουμένων F ἁρμόττον H 19 Μωυσέως U: Μωυσέος GFH 20 τε codd.: γε v 22 διακρίνω scripsi: διακρινῶ codd. συμβιβάζω GU: συμβιβάσω FH 23 τοῦ om. U 24 νοθὸρ H ἀγαθῶν] ὀργίων coni. Mang. ἀνθρωπίνοις v 25 μάλιστα G, μάλισθ’ U 26 ἀφορῶντας coni. Mang. ἀναφερόντων L1 δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ·
„ἐξάραντες“, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν“ (Num. 10, 29)· ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν.
ἀλλὰ γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’ εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου“ (Num. 10, 30), τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην
πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“ (Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ.
φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς.
ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον.
ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν.
θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν 1 παγίως Turn.: πλαγίως codd. 4 σε GUH: σοι Fv 5 δόκησίν—ὠφελιμωτάτην om. GF 6 τά τοιαῦτα F ἀλογήσῃ G 10 ψευδοῦσαν H 11 βουλομένοις U 12 λέγει GU 13 ἀσεβείας L παραδικάζειν codd. ἐπισταμένως G 15 πάντων conicio τις πρεσβύτερος U θεῶ HL1 17 ἁπαξαπάντων FII 18 φὴς σύ GU: φησι H, φὴς F 19 ἀρχή H οὐδὲν ἧττον] εὐσέβειαν conicio 20 λέγεις G 21 ἀλήθειαν G, ἀλήθεια U, πρὸς ἀλήθειαν conicio 25 καθαρώτατοι Γ’ 28 ἐπισκοπεῖν H τις τὸν Cohn: πιστὸν codd., ποτε τὸν coniciebam 29 ὑπέμεινεν G 30 ὡς om. G ὑπάρχουσιν et οὖσιν H οὐκ οὖσι, δόξαν εἰργάσατο.
τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμά τε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται.
καλεῖ δὲ τὸν τοιοῦτον ὁ νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων· „οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν“ (Gen. 29, 26).
οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. ὁ δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα· τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι.
παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν.
ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν.
καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι.
διὰ τοῦτ’ 2 σῶμά τε καὶ scripsi: σώματα καὶ UFH, σῶμα καὶ G, σῶμα καὶ τὰ Mang. 3 ἀπαραγώγου H 4 τὸν om. Η 8 πρότερον GF: πρότερα UH 9. 10 φύσιν ἄχρονον ὑπάρχουσαν F2 11 ἠθοποιοῦ U, ἠθικὸν conicio. hic μεθημερινὸν H textus § 136 inde ab εἰσιόντι. continuatio § 48 usque ad § 106 λόγον—μεθημερινὸν invenitur fol. 376r sqq., inserta libri De migr. ἑ 12 12 τελεωτέρας H #x003E; αὖθις conicio 13 ἀπώνασθαι GD βεβαίως om. D δυνηθῶσιν U παρ’ ὃ UD 15. 16 γραμματικῇ—μουσικῇ om. U 17. 18 ὁ δ’—τὴν om. U 18 πρεσβυτέραν] ὁρᾶν U πρότερον H 20 ἐκείνην H πόνον ἐνδύσωμεν (immo ἐνδυσώμενθα) Mang. ἑλκύσωμεν U 21 ἀνοδίαν F 23 εἰς ἅπαν UH 24 ἀπὸ] ὑπὸ F 11—15 DK fol. 248r ἐκ τοῦ περὶ μέθης: τοῖς ἀσκηταῖς σοφίας ἀνάγκη—ἐντυχεῖν οἶμαί φησι· „συντέλεσον τὰ ἕβδομα ταύτης“ (Gen. 29, 27), ἴσον τῷ μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται.
ὁ δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, „ἀναπληρώσειν“ (Gen. 29, 28) δ’ αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα ᾖ.
πάνυ δ’ ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἢ ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων· φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς· „μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν“ (Gen. 31, 35).
οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι· καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος· ἀνδρῶν γάρ τοι ἡ φύσις, καὶ ἐρρωμένου
καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει. καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν.
ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ παράπαν.
ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα· ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, 1 συντέλεσον τὰ F: συντελέσων τἄ G, συντελέσοντα U, συντελὲς τὰ Η τῷ] τὸ Η 2 τῆς om. FL 3 ἣν] ἧ G 4 καὶ δόξα καὶ πλοῦτος om. FL 6 ὁμιλεῖ Η τουτέστιν H μηδέποτ’ Η ἐπιλήψιν G 7 ἀλλ’ ἀεὶ καὶ Η: ἀλλ’ ἀεὶ U, ἀλλὰ καὶ GF περιέξεσθαι Mang.: περιέσεσθαι codd. 8 καὶ ἀνθέλκοντα om. G δὲ G γυναιξὶν U 14 ἐρρωμένη N 15 #x003E; ἕπεσθαι conicio 16 alterum τῆς om. Η 18 μόνον οὐχ F 20 φερομένων H, πεφυρμένων D 21 πάρεστι F 22 ἕτεροι D αὐταρκεστάτοις καὶ δικαιοτάτοις L καὶ δικαιότατον om. D 23 τινος om. D 24 αὐτῶ μόνον ἡ ἐλπίδος αὔρα transpos. D καταπνεύσει F διελεγχόμενα Η 12—181,8 N fol. 164v οὐκοῦν—Ἰσαάκ. 17—181,3 DC fol. 245r Φίλωνος περὶ μέθης: οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξανίστασθαι ἡ τεθηλυμένη ψυχή, πλούτου καὶ δόξης τυχὸν ἡ ἀρχῆς ἢ τιμῆς. ἀλλ’ ἕως μὲν οὐδέν—αὐτομολοῦμεν. fol. 267r Φίλωνος ἐκ τοῦ περὶ μέθης: τίς τιμῆς—παράπαν. προδοθέντες δ’ ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ ἤδη φανερῶς αὐτομολοῦμεν·
καὶ μήποτ’ εἰκότως· ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα Σάρραν·
αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν „τὰ γυναικεῖα πάντ’ ἐκλιποῦσα“ (Gen. 18,11), ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ.
λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός“ (Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός.
αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον ἢ κατ’ εἰρήνην πραγμάτων εἰσίν.
ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα.
κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν.
εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, 1 προδοθέντες] προαχθέντες coni. Cohn δὲ N φίλτρων αἰσθήσεως olim coniciebam τὴν] τῆς G ψυχικὴν H, τῆς ψυχῆς ψυχῆς D εἰκότως Turn.: εἰκός codd. N τὰ GUFN: τῶν H 3. 4 ἐπιπόλακεν GF 5 ἑστίαν GUFN: ἤδη H 7 ὠδίνει H 9 οὐ Η: καὶ GUF, om. L μητρὸς Η: μητέρα GUF θήλεως G 10 γενεᾶς] συγγενείας coni. Mang. 12 αἰσθητοῦ F 15 γαννωθεῖσα G 16 θήσει H 16. 17 περὶ τὰ et πράγματα conicio 17 δὲ] δὴ Mang. 19 νικώμενα F 25. 26 καὶ—ἡξίωσε om. G 25 τιμῆς FH: om. U 3 sqq. cf. Origenis Homiliam in Genesim VIII 10 p. 83 (ad eundem locum): quem tamen filium ita demum generabis, si . . . . deficiant et in anima tua muliebria . . . . 13 cf. Piatonis Timaeum p. 52 D et Indicem Aristotelicum s. v. τιθήνη. ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν·
οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι·
λέγεται γάρ· „ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας“ (Exod. 32, 27. 28). καὶ τοὺς τοσαύτην ἀνῃρηκότας πληθὺν ἐπαινεῖ φάσκων· „ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν“ (Exod. 32,29).
τί οὖν λεκτέον ἢ ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ λόγῳ, τῷ πατρί;
καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι.
διὰ τοῦτο καὶ „ἀδελφόν“, οὐκ ἄνθρωπον, ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν „πλησίον“, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν αἰσθήσεων χορὸν καὶ θίασον· οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη 1. 2 εὕραντο—ταῖς om G 1 εὕροντο H 2 τοῖς om. H φαντασίας H ἀπατωμέναις Η 6 μηδὲν Η ἅγους GU 6. 7 προσαψαμένου H 7 ἄπαγε] ἅπας Η 9 αὑτοῦ bis U, bis om. L οἱ GF: om. UH 10 ἐλάλησε] προσέταξε U Μώσης Η 12 πλὴν U 12—185,25 hinc translata inseruit F fol. 354ν in libri Quod deus sit immutabilis § 67 ῥίζαις, ibidem in folio postmodum interposito babet L, cf. Prolegomena vol. I p. XXIV. XXV 12 ἕκαστος ante σήμερον trauspos. v 19 φίλτατα σαρκὶ H αὐτῶν II 20 νόμου L γενησομένους ’-Ii, γενομένου H (ου in ras.) 23. 24 τοῦ φιλαρέτου καὶ θείου Turn.: τῶ φιλαρέτῳ καὶ θείω codd. 24 διαζεύξωμεν L 25 ante ἀλλὰ ex lin. 23 ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν inserit Η αἰσθήσεων addidi χορὸν αἰσθήσεων. οὗτος coni. Mang. 26 prius καὶ V: om. GFII tertium καὶ] τε καὶ U 27 αὐτὸ v μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα“· ὁ δ’ ἐγγυτάτω διανοίας ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας.
διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν—λόγου γὰρ ἡσυχία θάνατος —, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν“ σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον“ καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα“ λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν;
οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί“, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς“, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς“, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς“ (Deut. 33,9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς.
οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών“, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον“, ὥς φησι Μωυσῆς, „εἰσελθών“, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν“, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον“ καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8).
ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13).
τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν 1 μηδὲ GUFH: μὴ τὸ L, εἰς τὸ v νοητὰς codd.: καλὰς v 2 ἀσπάσασθαι L καὶ om. H ἐγγύτατος H 3 ἐν λόγοις F καὶ ante πιθανότησι om. H 4 καλλίστου U 5 ἀμυνόμεθα GU 8 πάντως Turn.: πάντων codd. 9. 10 τῶν—σοφιστειῶν om. Η κατὰ τῶν ἔγγιστα σοφιστειῶν L 10 σοφιστιῶν F καθαρῶ U, καθαρὸς F 15 χειρομάστην H 20 μητρὸς H 22 τἄ addidi 23 μόνου Mang.: νόμου GUF, νόμου τοῦ Η περιαπτούσῃ ἔργα coni. Mang. παθηταῖς Mang.: πάθη ταῖς codd. 25 τρόπον scripsi: πρὸς codd. ἀλισκομένοις sciipsi: ἁλισκόμενος codd, 25. 26 ἀλλά γε παρὰ U 27 ἆθλα] ἄλλα G 29 τοῖς om. Fv ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.
ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ…
…
The complete text is available when the reading interface loads.