The Greek Library Author

Philo of Alexandria

De migratione Abrahami

Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων

Scientific editors
Paul Wendland
Edition reference
Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1897
CTS identifier
urn:cts:greekLit:tlg0018.tlg014.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

„Καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ p.436 M. ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός. καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 1 — 3).

βουληθεὶς ὁ θεὸς τὴν ἀνθρώπου ψυχὴν καθῆραι πρῶτον αὐτῇ δίδωσιν ἀφορμὴν εἰς σωτηρίαν παντελῆ τὴν ἐκ τριῶν χωρίων μετανάστασιν, σώματος, αἰσθήσεως, λόγου τοῦ κατὰ προφοράν· τὴν μὲν γὰρ γῆν σώματος, τὴν δὲ συγγένειαν φίλωνος περὶ ἀποικίας MA: τοῦ αὐτοῦ περὶ ἀποικίας P, περὶ ἀποικίας H1H2 (usque ad p. 271,3 Η2 significat exordiuin huiiis libri iteruin fol. 375 traditum : v. Prolegomena) 1 ἁβραάμ AH1H2P ἄπελθε] πορεύου MA 5 σε] σου Η2 7 καθῆραι M, ex corr. Η1, H2P: καθαρᾶι Α 8 τῶν τριῶν Η2 post αἰσθήσεως postea add. καὶ H1 9 sqq. Ambrosius De Abraham lib. 111,2: ideoque dicitur ei: exi de terra tua, id est de corpore tuo .... et de coguatione, inquit, tua. cognati sunt animae nostrae corporis sensus. dividitur euim in duo anima nostra, in id quod est rationabile et in id quod est irrationabile. in eo autem quod est irrationabile sensus sunt: ergo cognati sunt partis rationabilis, hoc est mentis. et de domo tua, inquit, exi. domus mentis prolativum est verbum. sicut enim pater familias habitat in domo sua et in potestate habet quemadmoduin regat domum suam, ita etiam mens in sermonibus nostris habitat et gubernat verba nostra, et vis eius ac disciplina in sermone elucet. ut bonus pater famiiias a primo vestibu10 domus aestimatur, ita etiam de sermonibus nostris mens nostra perpenditur. deuique etiam modulis vocis pulsat et revocat. lib. I 2,4: consideremus, ne forte hoc sit „exire de terra sua“ de huius terrae, hoc est de 10rporis nostri quadam commoratione egredi . . . . et de illecebris et delectationibus corporalibus, quas velut cognatas animae nostrae dixit. . . . αἰσθήσεως, τὸν δὲ τοῦ πατρὸς οἶκον λόγου συμβέβηκεν εἶναι σύμβολον.

διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν — μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“ (Gen. 3,19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς, ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ’ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα.

ἑαυτὸν γοῦν καὶ ὅσα ἂν ἐνθυμήματα τέκῃ, ὥσπερ ἐν οἴκῳ τῷ λόγῳ διαθεὶς καὶ διακοσμήσας ἐπιδείκνυται. μὴ θαυμάσῃς δέ, εἰ νοῦ τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον· καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον.

οὗ τὴν φαντασίαν ὁ ἀσκητὴς λαβὼν ἄντικρυς ὁμολογεῖ ὅτι „οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ“ (Gen. 28, 17), ἴσον τῷ ὁ τοῦ θεοῦ οἶκος οὐκ ἔστι τοῦτο τῶν εἰς δεῖξιν ἐρχομένων ἢ συνόλως πιπτόντων ὑπ’ αἴσθησιν, οὐκ ἔστιν, ἀλλ’ ἀόρατος, ἀειδής, ψυχῇ μόνον ὡς ψυχῇ καταλαμβανόμενος.

τίς ἂν οὖν εἴη πλὴν ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων σύστασιν;

ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν 1 λόγον H2 σύμβολον εἶναι συμβέβηκεν Η1 2 prius καὶ om. H2 3 Μωσῆς codd. φῇ] φησι H1H2 4 φησι τὸν ex corr. Η1 6 αἴσθησιν H2 συuενὴς P αλλογος conicio, λογικοῦ coni. Cohn, 7 ἐπειδὰν μιᾶς MH2, ἐπιδημίας A 8 ἀφ’ MA: om. H1H2P 10 εἰκὸς P αuλης scripsi: ὅλης codd. 12 ἄν ex corr. H’: ἐὰν MH-P, om. Α τέκει Α 13 διακοσμήσεως Η2 14 ἐν] εἰ H2 15 φησὶ] φασὶ coni. Maug. 16. 17 ἀλλ’ — τοῦτο om. H2 17 τούτων conicio, τι τούτων coni. Mang. 19 ἀιδής, ψυχή 2 alterum ψύχῃ] ψυχὴ MH1P οὑν ἄν M 22 ἐκοσμοπλάστη H2 23 post. σῶμα add. καλεῖ v 24 αἰνίττεται Η2: om. ceteri 25 οὐκ ἔσθ’ Turn.: οὐκέθ᾿ codd. 25 sqq. ibid. lib. II 1, 3: ergo qui vult perfectam purgationem consequi, disiungat se ab his tribus, a corpore, a sensibus corporalibus, a voce, in quibus sunt omnes corporis passiones et circumscriptiones sensuum, quibus decipimur et iliudimur. ibid, lib. 12,4: qui iustus est vir, rationabile animae suae ab irrationabili disiungere debet ac segregare. οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ·

βασιλεὺς ὢν ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν, ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ“ (Exod. 34,12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν αἰσθήσῃ.

ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος.

ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς.

ἐὰν δὲ ἐθελήσῃς κομίσασθαι τὰ σαυτοῦ δάνεια καὶ τὴν ἰδίαν κτῆσιν περιβαλέσθαι μηδὲν αὐτῆς διαζεύξας ἢ ἀλλοτριώσας μέρος, εὐδαίμονος μεταποιήσῃ βίου, χρῆσιν καὶ ἀπόλαυσιν οὐκ ὀθνείων ἀλλ’ οἰκείων ἀγαθῶν εἰς ἀεὶ καρπούμενος.

ἀλλὰ μετανάστηθι κἀκ τοῦ κατὰ προφορὰν λόγου, ὃν πατρὸς οἶκον ὠνόμασεν, ἵνα μὴ ῥημάτων καὶ ὀνομάτων ἀπατηθεὶς κάλλεσι τοῦ πρὸς ἀλήθειαν κάλλους, ὅπερ ἐστὶν ἐν τοῖς δηλουμένοις πράγμασι, διαζευχθῇς. ἄτοπον γὰρ ἢ σκιὰν σωμάτων ἢ μίμημα ἀρχετύπων φέρεσθαι πλέον· σκιᾷ μὲν δὴ καὶ μιμήματι ἔοικεν ἑρμηνεία, σώμασι δὲ καὶ ἀρχετύποις αἱ τῶν διερμηνευομένων φύσεις πραγμάτων, 1 ἂν ἢν coni. Cohn 2 ἀλλοτριώθητι] ἡ ex corr. H1, ἀλλοτριωθἐντι H2 3 ἡγεμόνι Η2 4 λλλὰ om. H2 σαυτὸν H2 5 Μωυσῆν coni. Mang. 6 οἶς H2: om. ceteri 7 αἰσθήσει Α παμμίαρον ex corr. H1, mg. P, παμμίοις text. P 8 τὸ om. H2 εἱρκτοφύλακας MH1P 9 μηδὲ H2 10 παριεὶς H2 11 ἄπελθε καὶ om. Α 12 ἀλλότριος H2 ἀγαθῶν AP2 13 κἄν] καὶ Α πάντα L ἡσυχάζουσιν Α 15 ἐάν] εἰ H2 ἐθελήσῃς MA: θελήσης P, ἐθέλεις P, θέλῃς H2 ἑαυτοῦ H1 κτίσιν P 16 αὐτῶν L διαζεύξῃς ἢ ἀλλοτριώσῃς H2 17 dXXd M 19 ὠνόμασεν MA: ὠνόμασαν Η2, ἐκάλεσεν H1P 22 μιμήματα H2 8.sqq. 19qq. ibid. lib. II 1,3: neque in sensibus (sc. est bonum), qui saepe luduntur, neque in sono vocis, quae falsis plerumque animam demulcet cantibus, est perfcctum bonura. 22 sqq. ibid. II 1,3. unde in alteram terram vocatur plenam beatitudine, ubi non falsa pro veris sicut in hac vita, sed vivam rerum cernat substantiam, eo quod excussa corporis et sensuum et vocis nebu10sa quadam imagine corruptibilera caliginem dcponat. . . . ὧν τὸν ἐφιέμενον τοῦ εἶναι μᾶλλον ἢ τοῦ δοκεῖν χρὴ περιέχεσθαι διοικιζόμενον ἀπ’ ἐκείνων.

ἐπειδὰν γοῦν ὁ νοῦς ἄρξηται γνωρίζειν ἑαυτὸν καὶ τοῖς νοητοῖς ἐνομιλεῖν θεωρήμασιν, ἅπαν τὸ κλινόμενον τῆς ψυχῆς πρὸς τὸ αἰσθητὸν εἶδος ἀπώσεται, ὃ κέκληται παρ’ Ἑβραίοις Λώτ. οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ“ (Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι.

παγκάλως οὖν ὁ ἱεροφάντης μίαν τῆς νομοθεσίας ὅλην ἱερὰν βίβλον Ἐξαγωγὴν ἀνέγραψεν οἰκεῖον ὄνομα εὑράμενος τοῖς περιεχομένοις χρησμοῖς· ἅτε γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν, ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι.

τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας — λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων“ (Exod. 2, 23) — ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται.

εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε.

τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι.

τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι 3 post ἑαυτὸν des. Η2, sequitur De ebr. § 49 ἀποκλινόμενον coni. Mang. 6 τὸν HP: τῶν MA 7 κατισχημένον τὰ πρός Α τά ora. Α καὶ θνητά om. L ῥἐοντιΗP1 11 τῶν P: τὸν ΗM, τὸ Α οἴων scripsi : οἶον codd. τὸν om. H2 14 πρὸς] πρὸ Α πεισθῆναι Α 15 ἄτ’ HP 16 δακρύσαντας HP εὐσθένειαν coni. Mang. 17 νυκτὸς P γἀρ Η2: om. MAH1P οἱ om. H1P 19 αὐτοῦ scripsi: αὐτοὺς codd. 24 γοῦν] μὲν οὖν P 25 τοιαάτης H2 ἡδῆ Α 25 καθαρά] καὶ καθρὰ Α 27 ἡν] ὰν Α 6. 7 ibid. : baec enim corruptibilia; quod autem vere bonum, hoc incorruptibile. ὅτι „ἐπισκέψεται ὁ θεὸς“ τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι.

τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * * * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον,

ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —,

τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός, τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς — ὃ δὴ 2 τὸ] τῶ Α 5 σπονδὴν Α: σπουδὴν MHP 6 σπονδὴν Mang. : σπουδὴν codd., etiam M ut vid. 9 κενοδόξων Α 10 ὡσὰν AP ἐνύπνιον PL ὄντα τῶν ἀληθῶς ὄντων conicio διακρίνῃ καὶ διαστείλῃ Α 11 μὲν om. H1P1 12 ἀσαφεῖς] ψευδεῖς coni. Mang. κατὰ] καὶ κατὰ A 13 μήπου Α κεκαθαρμένον conicio 14 τὸ μὴ ὑπήκοον om. Α 15 ἀλλὰ M 16 τῷ] τὸ Α γένει H Ἑβραῖον vel γένους conicio 18 ὅτι om. H1P 19 σπουδαζομένων sciipsi: σπουδαζόντων codd., σπουδασθέντων Mang. 21 ἐπισυμῶν A 19 Origenes, Selecta in Gene.tim p. 44: τὸ μηδέν ἐπιχωρίων Λἰγυπίων ποιεῖν αἰνίσσετα διὰ τοῦ „ὧδε οὐκ ἐποίησα οὐδέν“. 23 — 273,2 Origenes, Selecta in Genesim (ad Gen. 46,30) p. 50: θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτω̣ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυmίων καὶ μεῖναι ἐν τῇ κατὰ θεόν ζωῇ. διόπερ θαυμάζων ὁ Ἱακὼβ εἶπε τῷ Ἰωρὴφ τὸ „ἔτι γὰρ σὺ ζῇς“. cf. Homil. in Genes. XV 3 p. 100. θαυμάσας ὁ ὁρῶν, καὶ γὰρ ἄξιον ἦν καταπλαγῆναι, φησί· „μέγα μοί ἐστιν, εἰ ἔτι ὁ υἱός μου Ἰωσὴφ ζῇ“ (Gen. 45, 28), ἀλλὰ μὴ κεναῖς δόξαις καὶ τῷ νεκροφορουμένῳ σώματι συντέθνηκε —,

τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός, τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,

πολλὰ δὲ καὶ ἄλλα τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ λόγῳ Μωυσῇ ποδηγετοῦντι·

τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών, ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα οἴχηται.

καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας, ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’ ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο.

καὶ τί θαυμάζομεν, εἰ τὸν ὑπηγμένον κράτει πάθους ἀλόγου προτρέπει μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι, βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε 1 θαυμαστώσας Α ἦν om. Η μέγα] μέρος Η 4 ἐλθόντος L 5 ἀδελφοῖς MA: ἀνθρώποις HP 6 οἰομένοις Η 9 τῶν om. Α 10 τὸ aate Αἴγυπτον fort. add. 11. 12 ἀνέχεσθαι, ἐνθάπεσθαι, παρέπεσθαι Mang.: ανέχεται, ἐνθάπτεται, παρέπεται codd. 11 οὐδὲν θάπτεται Α 12 κεχωρηκὼς coni. Mang. vel ὀστᾶ add. 13 οὗτος καὶ τιθηνὸς HP 15 διακρίνει Cohn: διακρίνεται codd. 15. 16 παρελθόντα, fortasse servato διακρίνεται legendum παρ’ ἐλπίδα (cf. lin. 23), πρλυNντα coni. Mang. 16. 17 ἀφαυανθέντα coni. Mang. 17 προτρέπει HP 18 μητέρα Αἴγυπτον probahiliter coni. Mang. 19—21 ὑπερβάλλοντας τάχει χρώμενος (corr. ex χρωμένους) ὁ νοῦς τήν τε L (om. χρωμένους — συντόνῳ) 19 δεῖν om. H 20 δ’ ἔστιν Α ἶνα M, ἣν L 21 ἀνενδότῳ Mang. 22 ποιεῖται L καὶ] εἰς coni. Mang. 23 εὐχαριστείαν Η ἐξειλατο Α 26 εἰ μὴ κρατεῖν δύναιτο vel εἰ μὴ ἀμύναιτο conicio καὶ τὸν ἀγωνιστὴν φύσει καὶ μηδέποτε παθῶν δοῦλον γεγενημένον, ἀεὶ δὲ ἀθλοῦντα τοὺς πρὸς ἕκαστον αὐτῶν ἄθλους, οὐκ ἐᾷ μέχρι παντὸς τοῖς παλαίσμασι χρήσασθαι, μή ποτε τῷ συνεχεῖ τῆς εἰς ταὐτὸ συνόδου χαλεπὴν ἀπ’ ἐκείνων κῆρα ἀναμάξηται· πολλοὶ γὰρ ἤδη καὶ ἀντιπάλου κακίας ἐγένοντο μιμηταί, ὡς ἀρετῆς ἔμπαλιν ἕτεροι.

διὸ λόγιον ἐχρήσθη τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον, ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς.

τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα.

ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ.

οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“.

Τί οὖν ἂν ἐπιλίποι καλὸν τοῦ τελεσφόρου [παντὸς] παρόντος θεοῦ μετὰ χαρίτων τῶν παρθένων αὐτοῦ θυγατέρων, ἃς ἀδιαφθόρους καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα.

καλεῖται δ’ ἡ φορὰ τῶν αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων.

ἔστι δὲ ταῦτα 1 ἀνταγωνιστὴν Η 3 τῶ] τῆ HP συνεχείᾳ Turn. 4 κήραν codd. ἐναπομάξηται Η 7 μὲν MAP: μοι H 10 πάντοπ H2: ἅπαντα MAH1P ἀπώνασθαι MP 14 τὴν] τοῦ II 15. 16 ἐνδιαίτημα ἄριστον HP 18 κεκωλυdνω P 20 ἀποθήσει Α 21 χεῖρας H2 ἀπονοίας L 24 ἄν οὑν HP παντός seclusi, πάντως H2, πάντων coni. Mang. 26 τότε μὲν μελέται HP 29 ἀφίεται Mang. 30 καὶ ὡς φόρτων (immo φόρων) τῶν ἐτησίων ἠλευθέρωται coni. Mang. 31 ἀδιστάκτως H ταῦτα om. Α θαυμασιώτατα φύσει καὶ περικαλλέστατα. ὧν μὲν γὰρ ἂν ὠδίνῃ δι’ ἑαυτῆς ἡ ψυχή, τὰ πολλὰ ἀμβλωθρίδια, ἠλιτόμηνα· ὅσα δὲ ἂν ἐπινίφων ὁ θεὸς ἄρδῃ, τέλεια καὶ ὁλόκληρα καὶ πάντων ἄριστα γεννᾶται.

τὸ ἐμαυτοῦ πάθος, ὃ μυριάκις παθὼν οἶδα, διηγούμενος οὐκ αἰσχύνομαι· βουληθεὶς ἔστιν ὅτε κατὰ τὴν συνήθη τῶν κατὰ φιλοσοφίαν δογμάτων γραφὴν ἐλθεῖν καὶ ἃ χρὴ συνθεῖναι ἀκριβῶς εἰδώς, ἄγονον καὶ στεῖραν εὑρὼν τὴν διάνοιαν ἄπρακτος ἀπηλλάγην, τὴν μὲν κακίσας τῆς οἰήσεως, τὸ δὲ τοῦ ὄντος κράτος καταπλαγείς, παρ’ ὃν τὰς τῆς ψυχῆς ἀνοίγνυσθαί τε καὶ συγκλείεσθαι μήτρας συμβέβηκεν.

ἔστι δὲ ὅτε κενὸς ἐλθὼν πλήρης ἐξαίφνης ἐγενόμην ἐπινιφομένων καὶ σπειρομένων ἄνωθεν ἀφανῶς τῶν ἐνθυμημάτων, ὡς ὑπὸ κατοχῆς ἐνθέου κορυβαντιᾶν καὶ πάντα ἀγνοεῖν, τὸν τόπον, τοὺς παρόντας, ἐμαυτόν, τὰ λεγόμενα, τὰ γραφόμενα. σχεδὸν γὰρ ἑρμηνεύει εὕρεσιν, φωτὸς ἀπόλαυσιν, ὀξυδερκεστάτην ὄψιν, ἐνάργειαν τῶν πραγμάτων ἀριδηλοτάτην, οἵα γένοιτ’ ἂν δι’ ὀφθαλμῶν ἐκ σαφεστάτης δείξεως.

τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ“ (Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ.

τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη γὰρ τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον.

ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)· καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον 1 ὠδίνει H2 2 ἀμβλωθρίδια καὶ coni. Mang. ἠλιτόμηνα H2: λιπόμηνα M, λειπόμηνα PH1, λειπόμενα Α δ’ H ἐὰν MA(H1 ?) 3 ἄρδει H1 5 ὅτι P κατὰ] ἐπὶ conicio 6 εἰδώς scripsi: ἰδών codd. 7 κακίσαι τῆς οἰκήσεως Α 8 ὃν codd.: οὖ Mang. ἀνοίγεσθαι Α 9 δ’ M 10 ἐπινηφομἐνων Α σπειρομένων] ἐπομβρουμένων coni. Mang. ἐμφανῶς Α 11 πἀwως Η2 13 σχεδὸν—γυρεσιν corrupta, ἔσχον γάρ ἑρμηνείας ῥεῦσιν Markland ὀξdορκεστάτην Α 14 ἐνάργειαν M: ἐνέργειαν ΑΗ οἷα MAP 15 σαφηνεστάτης A 16 ὃ H: om. MAP 17 μεταβάλλων Α 20 τὸν] τὸ Α πταδῶπα] spatinm in A 23 φασὶ Α 24 ἀρετῶν Maiig. : ἀγαθῶν codd., ante ἀγαθῶν ras. iu H 26 ἣ] οἱ P 27 altenim τοὺς] ras. 3 litt., om. L ἤκουε, καὶ τυγχάνει τοῦ καθ’ ὅρασιν κλήρου τὸν ἐξ ἀκοῆς ὑπερβάς.

εἰς γὰρ τὸν ὁρῶντα Ἰσραὴλ μεταχαράττεται τὸ μαθήσεως καὶ διδασκαλίας νόμισμα, οὗπερ ἐπώνυμος ἦν Ἰακώβ, δι’ οὗ καὶ τὸ ὁρᾶν γίνεται φῶς τὸ θεῖον, ἀδιαφοροῦν ἐπιστήμης, ἣ τὸ τῆς ψυχῆς διοίγνυσιν ὄμμα καὶ πρὸς τὰς ὤτων τηλαυγεστέρας καὶ ἀριδηλοτέρας ἄγει καταλήψεις. ὥσπερ γὰρ διὰ μουσικῆς τὰ κατὰ μουσικὴν καὶ διὰ πάσης τέχνης τὰ ἐν ἑκάστῃ καταλαμβάνεται, οὕτω καὶ διὰ σοφίας τὸ σοφὸν θεωρεῖται.

σοφία δὲ οὐ μόνον φωτὸς τρόπον ὄργανον τοῦ ὁρᾶν ἐστιν, ἀλλὰ καὶ αὑτὴν ὁρᾷ. αὕτη θεοῦ τὸ ἀρχέτυπον [ἡλίου] φέγγος, οὗ μίμημα καὶ εἰκὼν ἥλιος. ὁ δὲ δεικνὺς ἕκαστα ὁ μόνος ἐπιστήμων θεός· ἄνθρωποι μὲν γὰρ τῷ δοκεῖν ἐπίστασθαι λέγονται μόνον ἐπιστήμονες· ὁ δὲ θεὸς τῷ εἶναι ἧττον ἢ πέφυκε λέγεται· νικῶνται γὰρ ὑπὸ τῶν τοῦ ὄντος δυνάμεων οἱ περὶ αὐτὸν ἅπαντες ἅπαξ λόγοι.

τὴν δὲ σοφίαν αὐτοῦ διασυνίστησιν οὐ μόνον ἐκ τοῦ τὸν κόσμον δεδημιουργηκέναι, ἀλλὰ καὶ ἐκ τοῦ τὴν ἐπιστήμην τῶν γεγονότων ἱδρυκέναι βεβαιότατα παρ’ ἑαυτῷ·

λέγεται γὰρ ὅτι „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν“ (Gen. 1,31), οὐκ ἴσον τῷ ὄψιν ἑκάστοις προσέβαλεν, ἀλλ’ εἴδησιν καὶ γνῶσιν καὶ κατάληψιν ὧν ἐποίησεν εἶχεν. οὐ τοίνυν εὐπρεπὲς ὑφηγεῖσθαι καὶ διδάσκειν καὶ δεικνύναι τὰ καθ’ ἕκαστα τοῖς ἀγνοοῦσιν ὅτι μὴ τῷ ἐπιστήμονι, ὅστις οὐχ ὡς ἄνθρωπος ὑπὸ τέχνης ὠφέληται, ἀλλ’ αὐτὸς ἀρχὴ καὶ

πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται. παρατετηρημένως δὲ οὐ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν μέλλοντα τῇ ὑποσχέσει χρόνον προδιώρισται, εἰπὼν οὐχ ἣν δείκνυμι ἀλλ’ „ἥν σοι δείξω“ (Gen. 12,1), εἰς μαρτυρίαν πίστεως ἣν ἐπίστευσεν ἡ ψυχὴ θεῷ, οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἐπιδεικνυμένη τὸ εὐχάριστον, ἀλλ’ ἐκ προσδοκίας τῶν μελλόντων·

ἀρτηθεῖσα γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν 1 ἤκουσε V 2 τὸν Turn.: τό codd. 3 ἐπώνυμον Α 4 διήγνυσιν Α 5 ὤτων] νοητῶν vel ὄντων Mang. τηλαυγεστἐρς καὶ ἀριδηλοdρας scripsi: τηλωγεστάτας καὶ ἀριδηλοτάτας codd. 9 αὑτὴν H2: αὐτὴν ceteri ἡλίου secl. Mangr. 11 τᾷ] τὸ P 12 εἶναι ἐπιστήμων conicio 13 ἁπαξάπαντες coni. Mang. 14 ἐκ τούτων Α 15 ἑαυτ HP, ἑαυτοῦ v 18 interpunxi post εἶχεν (εἶχε codd.) et οὐ addidi 19 δτι] ἀλλὰ Mang. 20 ὠφελεῖται PL 21 παρατετηρημἐνοςΑ 22 ἐνεστῶτα Η2: ἑστῶτα MAPH1 προσδιώρισται coni. Mang. 25. 26 ἀπαρτηθεῖσα coni. Mang. 26 γὰρ om. HP1 27 βεβαιότητα scripsi: βεβιοτάτην codd. post πίστιν add. καὶ L 28 post ταειον Mang. add. πίστιν ἄθλων Α Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ“ (Deut. 34, 4).

μὴ μέντοι νομίσῃς ἐπὶ καθαιρέσει τοῦ πανσόφου, ὡς ὑπολαμβάνουσιν ἔνιοι τῶν ἀπερισκέπτων, τοῦτο εἰρῆσθαι· καὶ γὰρ εὔηθες τοὺς δούλους οἰηθῆναι πρὸ τῶν φίλων τοῦ θεοῦ τὴν ἀρετῆς χώραν διανέμεσθαι.

ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν.

θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν.

ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς 1 Ἀβραὰμ AH Mωσεῖ]AHP, Μώση M 7 alterum ἕτερος HP: om. MA 8 ἀσκητὴς A 9 κτιστά. κτἰσασθαιΑ τὰ scripsi: τὰς codd., τῆς v 11 ἔστι δ’ scripsi : ἐπὶ codd., εἴη δ’ v αὐτὸ μόνον Cohn: αὐτῶ μόνω codd., ἄν μόνῳ v καθαρωτάτῳ] ὁρατικωτάτῳ coni. Mang. καὶ ὀξυωπεστάτῳ om. Α 10 ἀμείνω Α 14 λογικῶς M, λογικός Α 15 τοῦ om. Α 19 ἀδιαφόρου A 15 sqq. Clemens, Strom. VI §34 p. 756 P: θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν..... „φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε καὶ ὁμοίωμα οὐκ ετῃετε„. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημ̔ ἱστὸς, ἡ τοῦ λόγου δύνμις ῥῆμα κυρίου φωτεινὸν .... Origenes Contra Celsum VI 62 p. 680: ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἥ πληγὴ ἀέρος . . . ἄλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ, ὡς θεοῦ φωνή, ὁρᾶσθαι λέγεται ὑπὸ τ(υ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ Seou"’ ... cf. II 72 p. 441. δοκιμάζεται —, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει.

προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι.

καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα.

τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος.

ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα.

Οὐκοῦν μετὰ τὴν ἀπόλειψιν τῶν θνητῶν πρώτην ὁ θεὸς χαρίζεται τῇ ψυχῇ δωρεάν, ὡς ἔφην, ἐπίδειξιν καὶ θεωρίαν τῶν ἀθανάτων, δευτέραν δὲ τὴν εἰς πλῆθος ὁμοῦ καὶ μέγεθος τῶν ἀρετῆς δογμάτων ἐπίδοσιν· λέγει γάρ· „καὶ ποιήσω σε εἰς ἔθνος μέγα“, διὰ μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν παραλαμβάνων.

τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9), 2 δὲ ὄντως AP 3 ἣν] ἢ M πάντες Η 4 προυπακουόμενον M 5 ἔχουσιν H οἱ om. L 7 εἶναι in ras. H2 11 ἢ A ὁρῶ H 12 οὐχὶ χυλός A bis ἢ Α 13 γνῶσις PL καὶ ὁ ἀτμὸς καὶ ὁ ἀτμὸς ὁ μἑνὑπὸ Α ἀτμόςἐστιν,ὑπὀ M ᾖ]εἰ Α 14 πρὸς] πρὸ A τἄλλαΑ 15 δ’ M 16 ἀόρατος Α IG. 17 ἀλλ’ οὐχP 17 ὁμοιον] ὡμοίωται H2 ἠχεῖον sciipsi: ἠχὴ ἐν MP, ἠχεῖ ἐν A, ἤχημα Η 18 κίρναται H2: κρίνεται ceteri 20 ἀκραιφνῶς Β2 22 ἀπόληψιν Α 24 δέ atldidi τὸ πλῆθος HP 26 μὲν om. H, δὲ P ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα.

οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος, ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη καρποτοκεῖν δυνάμενον.

τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα“ (Deut. 4,6.7) ;

οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες;

οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι.

οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει“. ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ βίῳ τὸ καλόν.

διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο — ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“ (Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ 1 γε Η2: γάρ ceteri τῶ (ex τοῦ corr.) ὄντως A ὡς om. HP1 6 προσλαμβάνειν HP 8 συνανεβλάστησεν H 9. 10 ἀρχὴ τῶν καλῶν HP 13 bis μέγα MAP: bis μέρος H 15 ἀρρωγὸς HP 16 ἐγγύτερα Α 18 ἦ v δηλονότι AHP 20 ἐπειδὴ δὲ Α 20. 21 ὑπερβαλόντως HP 21 prius τοῦ] τῶ HP 22 σταθηρῶς Α 23 λεώ (vel λαοῦ) scripsi: θεοῦ codd., del. Mang. τῷ om. L συνεγγίζον coni. Mang. ᾦ] ὁ Α 25 ἀγαθὸς Α 26 ἐν πεφυρμένῳ scripsi: ἐμπερφυρμένω Α, ἐμπερορημένῳ MHP, ἐν πεφορημένῳ v 27 πολυπληθῆτε Α 28 προείλατο Α 28. 29 προείλετο — ἔθνη om. Η 28 ὁ κύριος AH κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται.

παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου — εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει.

„ἐὰν“ γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον“, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος ἀφηνιάζον, „καὶ ἀναβάτην“, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ λαὸν πλείονά σου“, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας, „οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν“· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ“ (Deut. 20, 1).

τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη.

„ἃ γὰρ πολυπληθεῖ“ φησί "ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε, ὅτι βδελύγματά ἐστιν“ (Lev. 11, 42). ἀλλ’ οὐ μίσους ἐστὶν ἐπαξία ψυχὴ μὴ καθ’ ἓν μέρος ἀλλὰ κατὰ πάντα ἢ τὰ πλεῖστα βαίνουσα ἐπὶ τὴν γῆν καὶ τὰ σώματος περιλιχνεύουσα καὶ συνόλως εἰς τὰς οὐρανοῦ θείας περιόδους ἀνακῦψαι μὴ δυναμένη;

καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον· πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι (ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος.

ἔνιοι δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ 1 κατὰ] καὶ τὰ L 3 post ἀδελφαὶ vid. add. κακίαι vel κῆρες 4 ὁ ὀρθὸς H2: ὀρθὸς ὁ ceteri 6 ἀγαθῶν ι vel διὸ ι pro ᾦ conicio ᾦ] ἐφ’ ᾧ vel Mang. 8 ὀλίγον Α οὖν om. Α 9 6 om. Α 15 τῶ MH2: τῶν AH1P 20 πολυπληθῆ (sic!) φησι MA: φησί, πολυπληθεῖ HP ἐν scripsi: ἐπὶ codd. 21 ἕρπουσιν addidi βδέλυγμά conicio 22 ἀλλ’] ἄρ’ conicio μὴ MA: ἡ H2, om. H1P ἀλλὰ MAP: ἀλλ’ ἡ H 23 τῆς γῆς coni. Mang. τὰ τοῦ σώματος HP 23. 24 πολιχνέύουσα H 26 δὲ HP 27 ἣν γῆν HP τὸ om. A καὶ τὸ ἀδελφὸν αὐτῇ πάθος, τὸν θυμόν, προσεκτήσαντο, βουληθέντες ὅλον τὸ τῆς ψυχῆς ἄλογον ἐκζωπυρῆσαι μέρος, τὸν δὲ νοῦν διαφθεῖραι· τὸ γὰρ εἰρημένον λόγῳ μὲν ἐπὶ ὄφεως, ἔργῳ δὲ ἐπὶ παντὸς ἀλόγου καὶ φιλοπαθοῦς ἀνθρώπου χρησμὸς ὡς ἀληθῶς ἐστι θεῖος· „ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός, τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ.

πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ καλὰ πάντα ὁρμαῖς.

οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύσουσί μοι ἐν πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο“ (Num. 14, 11. 12)· ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει καὶ ἀνατέλλει.

ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ γένει τῶν ἑρπετῶν, ἀκάθαρτα ἀναγράφεται, οὕτως καὶ ἡ ἄθεος καὶ πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ 6 ἕδος coni. Mang. 8 βραβευτὴν] κυβερνήτην coni. Mang. νοῦν] λόγον Η ύτω H: τούτων MAP 9 θεῖον λόγον HP 12 εἶδος om. Α, ἕδος Mang. ἀφελῆ Α δήπου MA: δὴ HP 15 post εὐγενέσιν add. ὀφθαλμοῖς 2 ὁρμαῖς (lin. 16) hic posuit Mang. 16 ὁρμαῖς] ὁρᾶν H 22 τῆς ψυχῆς om. MA 25 ἀντίπαλος P ψυχαῖς Α 23 sqq. Clemens Protrept. § 25 p. 21 P: ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωυσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός. νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ…

Δ…

The complete text is available when the reading interface loads.