The Greek Library Author

Philo of Alexandria

Quis rerum divinarum heres sit

Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων

Scientific editors
Paul Wendland
Edition reference
Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1898
CTS identifier
urn:cts:greekLit:tlg0018.tlg015.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει τὰ περὶ μισθῶν ὡς ἐνῆν ἐπ’ ἀκριβείας διεξήλθομεν· νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν.

ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3).

καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί.

διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι φίλωνος Pap: φίλωνος ἰουδαίου ΑΒ, τοῦ αὐτοῦ P, om. OGH ἐστιν Pap Eus: πραγμάτων codd. καὶ περὶ—τομῆς om. OP καὶ] ἡ Pap Eus εἰς τὰ ἴσα Pap Eus: ἴσα codd. 1 συνταξει Pap: βίβλῳ codd. τὰ πέρι Pap: περὶ codd. 2 νυν Pap ζητεῖν om. Pap 3. 4 θεσπισθεντος ὁ add. ex codd.) σοφὸς ἤκουσε λογίου Pap: θεσπισθέντος λογίου τοιούτου ὁ σοφὸς ἤκουσεν codd. ἤκουεν Α 4 έσται Pap: om. codd. 5 δέσποτα τι μοι Pap: τί μοι, δέσποτα codd. ἀπολύομαι Pap: ἀπελεύσομαι codd. ὁ Μασεκ Pap (Mang.): μου ὀ ἐκ codd. οἰκογενοῦς Pap: ἱκέτιδος O, οἰκέτιδος ceteri μου om. Α κληρονομήσει (κληρονομήσειέ Ο) με add. post μου codd., om. Pap 7 om. Pap (probat Cohn) 9 εἰ καὶ OAB 10 αἱ om. OAB 11 αἱ Pap N: om. ceteri Μωσῆς codd. N 11. 12 καὶ βραδύγλωσσος ὁμολογεῖ transpos. codd. N 8—2,4 καίτοι—φιλοσοφοῦντα N fol. 165r. (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα.

θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ, πονηρὸς ἔσται· μεταδίδου παρρησίας. πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην;

ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι;

πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος;

τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, 1 εστι Pap 3 ἀθροούμενον Α 4 ἐπάλληλα] ἀλλ’ ἐπάλληλα OAB 5 αἱ ἀρεταὶ ABH1P τωι Pap: om. codd. 7 δόκει Pap 8 ἡσυχάζη P, ἡσυχάζων v μανθάνει P 9 μεταδίδου Pap: μεταδιδοὺς GHP, μὴ μεταδιδοὺς OAB 10 οὐχ] οὑν οὐχ OAB 11 ἠδικηκότα L μηδέν] οὐδὲν AB συνῄδει G2, συνίδῃ HP δὲ codd. 12 καὶ πράποντι om. DL καὶ om. DL τοῦ θεοῦ codd. D: θεοῦ Pap 13 τε Pap D: om. codd. 13. 14 δεσπότην καὶ ἡγεμόνα D 14 post ἁμαρτημάτων add. τε Pap κακαθαρευη Pap, καθαρεύοι D ἐκ τοῦ] αὐτοῦ DL 15. 16 κρίνεσθαι θεοῦ (om. πλείονι— γενέσθαι) G θεοῦ γενέσθαι Pap: γενέσθαι θεοῦ codd. D 16 ἡ εἰ] ἧς ἡ G1P(H1), ἧς ὁ G2 ἐβασίλευσεν Pap DL τὸ om. OAB 17 θαλάσσης OBHP ἀκονιτὶ P: ακονειτι Pap, ἀκονητὶ OGH, ἀπονητὶ AB φιλοδεσποτας Pap 17. 18 θεραπείας καὶ λειτουργίας Pap: λειτουργίας καὶ θεραπείας codd. 18 ‘Aβραὰμ ABHP bic et saepius λόγον Β, ε Α 20 ἐνευλογηθήσεται τὸ σπερματι Pap 21 ἐπήκουσεν ΟΑΒ 8 Menander frg. 370 (Comicorum Atticorum fragm. ed. Kock III 107). 10—16 D fol. 265 (titulum non indicat Harris p. 91) D L fol. 121r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος: πότε (τότε DL) ἄγει παρρησίαν—ἐβασίλυσε. καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου“ (Gen. 26, 3—5).

μέγιστον δ’ ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίῳ γνώμῃ κατορθοῦν.

εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς.

μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „σιώπα καὶ ἄκουε“, ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα.

πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν θροῦν ἀδυνατοῦσι τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν 1 εφυλαξεν Pap 1. 2 καὶ τὰ δικαιώματα μου καὶ τὰ νόμιμα μου Pap: καὶ τοὺς νόμους μου (μου (μου om. P) καὶ τὰς κρίσεις codd. 2 δὲ codd. Anton. δὲ om. Α 4 αἰσίῳ Pap G Anton.: αἰσία HPD, αἰδεσίμῳ OAB εἰσιν Pap 5 ἐμπρεπές Pap D: εὐπρεπές codd. ἐφ’ ὦν] ἀφ᾿ ὧν ὧν] D2R, ἄφρον post λέγεται add. παρὰ τοῦ νομοθέτου DRDH ὁ πᾶν καλὸν D θρασυτατον γὰρ καὶ λαλίστατον Pap: θρασύτατον γὰρ καὶ ἀκαλλέστατον D, κάκιστον γὰρ καὶ θρασύτατον codd. 7 post ἀμαθία add. ἄριστον δ’ ἡ εὐμάθεια OAB, mg. P2 ἧς] ἡ D ἐστιν] ἐστὶ λυσιτελέστατον D ἄκος Pap (coni. Mang.): ἀκοῆς codd. D 8 ἀξίων DK προφερομένων ἀκοῆς scripsi: φερομένων ἀκοῆς Pap, προσφερομένων ἀκοὴ D, προσοχῆς προφερομένων Β, ἀκοῆς (προσοχῆς A) προσφερομένων ceteri, ante ἀκοῆς ras. in Η τοῦτο codd. D αὐτῶ GHP, om. D 9. 10 ἀλλὰ— ἕτερον] πᾶν καλὸν παράγγελμα DR 9 προτρέψαι AB 10 ἕτερον] ἕκαστον AB γὰρ om. Pap γλωττη Pap DH: γλώσση codd. DK γλώσση μόνον 11 τῆ ψυχὴ ἀμφότερα παθεῖν D μαθεῖν G 12 ἥκοντος DR ἐληλύθασιν Pap 13 αὐτοῖς 0, ἐν ἑαυτοῖς DH 13—15 τὰ om. D 14 τὰ δημόσια scripsi: τα, tum ὁ litt. evanidae Pap; om. codd., τὰ κοινὰ coni. Cohn 14 πανθ’ Pap: πάντα GHP, πάντως ἃ OAB 15 εἰπεῖν] εἶναι P(H1) ἐξῆ Pap ἐν om. Β ἑαυτοῖς Pap DH: ἑαυτῆς Β, αὑτοῖς Η2, αὐτοῖς ceteri DR 16 ἀκροάσασθαι D ἐκεῖνος οὐχ ὡς ἐν ἀνθρώποις, ἀλλ’ ὡς ἐν D 2—4 DR fol. 159v Anton. Mel. II 23 col. 1065 Φίλωνος: μέγιστον ἐγκώμιον—κατορθοῦν. 4—4,2 DR fol. 44v Φίλωνος τίς ἐστιν ὁ τῶν θείων κληρονόμος DH fol. 132r Φίλωνος. εἰσὶν οἶς ἀκούειν—ἀκοαὶ δὲ οὐκ εἰσίν (DH lin. 4,1 ἀψύχοις desinit). 4—6 D2R fol. 137r Φίλωνος ἐκ τοῦ περὶ κοσμοποιίας: εἰσὶν οἷς—πᾶν καλὸν παράγγελμα·· ἀμαθίᾳ γὰρ συμφέρον ἡσυχία. ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ ἔνεισιν.

ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.

τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ; ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.

τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν 1 ἀνδράσιν OAB εστι Pap, εἰσίν D δὲ codd. D 2 ἔνεισιν] εἰσίν D post ἔξωθεν add. τῶν OAB 3 ἠρέμιον G ἀνάγων OAB, ἀναγαγὼν G 4 ἑαυτὸν ἀποτείνῃ ante πρὸς transpos. codd. 4. 5 κατὰ—προσοχῆς om. Pap 5 Μωσέως codd. ἀκροᾶσθαι Pap ὁ ἑταίρων Pap, ἑτέρων L δὲ codd. ἴσχυσαι Pap: ἰσχύσει Η2, ἰσχύσῃ ceteri 7 δὲ Pap G: δ’ ceteri φιλοδεσπόταις G 8 κτῆμα om. Η ουν Pap ἐξαγ(ωγῇ) Pap (cf. tabulam phototypicam apud Scheilium, qui non recte legit εξαρω): ἐξόδω codd. 9 ὑμῶν Pap PH1: ἡμῶν ceteri σιωπήσεσθε Pap 10 εἶπεν Pap Μωσῆν GHP βόα Pap 12 ἐρῶντι coni. Mang. θείω Pap (idem ipse conieceram): θεῶ codd. συνηρεμουντα Pap, συνηρεμοῦντας coni. Cohn 15 ψύχης Pap: φωνῆς codd. 16 οὐδεὶς L1 ἀγέννητος codd. (Pap?) μόνον O 10 Origenis fragm. ex codice affert Mang.: καὶ Μωυσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ θεὸς ἔφη· τί βοᾷς πρὸς μέ, Orig. Hom. in Exod. V4 p. 146: quomodo clamat? nulla eius vox clamoris auditur, et tamen dicit ad eum deus: quid clamas ad me? velim scire, quomodo sancti sine voce clamant ad deum . . . per silentium sanctorum clamor auditur. Comment. in loann. VI 10 p. 119: ἐὰν 51 μὴ μὴν conicio) παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἄν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγήν, ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· „τί βοᾶς πρὸς μέ“; οὐκ αἰσθητῶς βεβοηκότα — οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ μεγάλως δὲ τὴν ἀκουομένην μόνω θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. cf. Theodoretum in psalm. 5,2 (p. 635). ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος — πάντα γὰρ γνώριμα θεῷ — „τί βοᾷς πρὸς μέ“; καθ’ ἱκεσίαν κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;

λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ.

„Μωυσῆς“ γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ“ (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις.

ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι, μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι.

σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ.

τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας“ (Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ 1 ἱκανός] δυνατός Ο αισθηει Pap φερομένων OAB 2 ἡ Pap: καὶ codd. 3 οὐ om. OAB 4 γάρ om. OAB βόα πρὸς με Pap, πρὸς μὲ βοᾶς HP 5 κατὰ] κατ’ OHP ὁ οὕτως Pap HP1: οὗτος GL, οὐδὲν ἧττον AOBP2 7 ἀλλὰ om. GH1P1 9 Μωσῆς codd. ὁ om. OAB απεκρινετο Pap: ἀπεκρίνατο codd. φωνῆι Pap: ἐν φωνὴ codd. 11 παράστασιν GP1H1 ὁ om. Ο ἐδίδασκεν HP ἀίει Pap: ἀεὶ codd. 12 ἀπεκρίνετο Pap GP: ἀπεκρίνατο ceteri 13 δὲ] καὶ Β ἀξιῶν om. Pap γνοὺς Mang. (τε ex Pap addidi): γνησιωστε Pap, γνησίων GHP, γνησίων δὲ περὶ 14 ἐπιστήμην Pap HP1: ἐπιστήμης GP2, ἐπιστήμας OAB ὠφελιμώτατον Pap: ὠφελιμωτάτων codd. D 15 δοκεῖν] ἀδικεῖν G μηδ’ εἴ τι οἴεται OAB παγίως Pap H2: πλαγίως ceteri 16 θεῷ om. Pap δὲ OGHPN 17 λέγουσιν Pap 18 ποτε om. Pap δὲ N 19 ἀλλὰ καὶ N 21 μὲν post τὸ (lin. 20) transpos. codd. N ἀφεὶς Pap GP: ἁφῆς ceteri N 22 σου om. Pap N μη εγγαστρει Pap 13—15 DR fol. 203v Φίλωνος ἐκ τῶν μετονομαζομένων: τῶν εἰς ἐπιστήμην ἔργων ζητεῖν καὶ πυνθάνεσθαι κάλλιστον, μηδὲν δὲ δοκεῖν εἰδέναι μηδὲ οἴεσθαι κατειληφέναι καλλιστότερον. 15—6,17 σοφοὶ—οἰκεῖον N fol. 165r. ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι· λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;” (Num. 11, 12) καὶ τὸ „πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;” (Num. 11, 13. 22) καὶ τὸ „κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου” (Exod. 5, 22. 23), ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν.

τοῦτο δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην. παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.

Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται. τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ „δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν, 1 αὐτὸν om. Pap 2 αὐτὸν om. IIP ὤσει ἄραι Pap: καθὰ αἴρει G, καθὰ ἄρη ceteri Ν τιθηνη Pap 4 κλαίουσιν Pap: κλαίει codd. N 4. 5 τὸ (τ del.) ὄψος Pap: τὸ ὄψον codd. N 7 αφ οὐ ἐγὼ πορεύομαι Pap προς Φαραω λαλήσαι Pap: λαλήσαι κλῇσαι N) πρός Φαραὼ codd. N τὼ ὀνόματι σου Pap 8 ἐκάκωσας N tco λαὼ G ἐρύσω Pap HP 9 ταῦτ’ ἄρα καὶ conicio γὰρ] οὑν N 9. 10 τῶν βασιλέων εαμμερει Pap 10 δ’ Pap: τὸ δ’ codd. ἀποφαίνεται Pap πρὸς] πρὸ Pap θαρρῆσαι codd. λαλῆσαι 0) 10. 11 τοῦτον ἄρα Pap 11 ἄρ’ ἢν N πέρας Η: περ ceteri et Pap, om. N ἀπλῶς OABP2: αὐτὸ GHP1, αὐτῶ N, om. Pap ἀλλὰ ABH αὐτῷ om. N διὰ τί; ὅτι OABGN 12 πάντα N τὸν ἱερώτατον νομοθέτην scripsi: τὸ τὸν Pap) ἱερώτατον νομοθέτημα Pap et codd. N 13 πρὸς prius] πρὸ Pap πρὸς alterura om. Pap, fort. recte 14 ἐν om. N θεοῦ φίλος conicio φίλος om H1P 15 Μωυσῆς Pap G: Μωσῆς ceteri N ἵνα OAB θάρρει Pap 16 προφέρεσθαι Pap: προσφέρεσθαι codd. Ν δοκεῖ Β 17 φίλους Pap 18 θαρροῦν codd. 20 δεσποτα Pap: ὦ δέσποτα codd. εὐλάβεια Pap χρήσασθαι Pap, fort. recte μάλιστα διτταῖς Pap: διτταῖς αἰτίαις codd. 21 αἰτίου Pap (Mang.): αἰτίου καὶ codd. προσρήσεσιν Pap τῆ τε τοῦ θεοῦ καὶ Tfj τοῦ κυρίου codd. 11. 12 DR fol. 261v DV p. 693 Φίλωνος: πᾶς σοφὸς θεοῦ φίλος ἐστίν (τῷ ὄντι add. DV). ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.

ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.

ὁ δὴ φάσκων „δέσποτα, τί μοι δώσεις“ δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·

σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλήσειν“ (Exod. 4,12).

τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;

ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος. 1 τὴν] τὴν τοῦ OAB δέσποτα P εὐλαβῶς Pap G, prius H: εὐσεβῶς ceteri καιρίως Pap HP 2 ταῦτ’ Pad G: ταῦτα ceteri εἶναι Pap G: om. ceteri ὁ δεσπότης Mang. per errorem τὸ om. OAB 3 αἱ κλήσεις] κεκλῆσθαι Pap διαφέρουσιν H 4 βεβαίου ΑΒ 5 τὸ Pap: om. codd. 7 ἀνημμένον ἀπάντων Pap GHP: ἀνειμένον (post εἰ ras.) ἀπάντων Ο, ἀπάντων ἀνειμμένον ΑΒ (ει in ras. Α) 8 δεσμός Mang.: δεσμῶν Pap, δεσπότης codd. 9 διαλυτὰ ὄντα scripsi: ἃ διαλύεται G (sed ἃ supra scr. G2), διαλύοντα ceteri et Pap αὐτῶν OAB ὁ δὴ] ὦ δὴ H, οδεδε Pap, ὁ δὲ Mang. 12 τυγχάνω vel ἐντυγχάνω σοι Cohn 12 ἐθέσπισας OAB (Pap)?: θεσπίσας G1H1P, ὁ θεσπίσας G2H2 13 εδωκας Pap: δέδωκας codd. ἡνίκα om. Α1Β, ἃ Α2 14 φθεγξ(ασθαι) Pap: φθέγγεσθαι codd. ἀπεραμμένον Pap OB διήνοιξας OAB ἐπιπλέον codd.: επιπλειστον Pap 15 ἀρθρώσας G Χρήμων Pap 16 ἐκεῖνον om. OAB σε om. G 17 λαλήσειν] ποιῆσαι OAB λόγον ABG1, λόγων G2 18 ἀγαθῶν H τελεώτερον Pap: τελειότερον codd. 20 alterum καὶ] τε καὶ OAB 20. 21 νομίζουσιν coni. Mang. 21 alterum σὺ om. Pap 21. 22 tertium σὺ ἡ — παρρησία om. Pap 22 περιουσία coni. Mang. αναι(ρε)τος Pap πλοῦτος] κλῆρος Pap 8. 9 Platonis Tim. p. 41 Α.

διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι.

τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν "γῆν καὶ τέφραν" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς.

"ἐγγίσας" γάρ φησιν "Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν. τὸ δὲ "τί μοι δώσεις;" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος.

"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν ἀπαντλουμένων ἀνομβροῦσαι.

σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί.

διὸ πεύσομαι „τί μοι δώσεις“ ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος.

ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;

τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.

ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.

ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον 1 ἀνομβροῦσαι Pap: ἀναβρύουσαι codd. ἀίει Pap: ἀεὶ codd. πλημυροντα Pap 2 σῶν om. OAB 4 οὑν scripsi: οὐ Pap GHP, γὰρ OAB 5 οὐ κατά μέτρον HP αμετρον Pap επιρροιης Pap ὁ θνητὴ φύσις OAB δύνατον Pap: δύνατον GHP, ἀδύνατος OAB 7 γὰρ] γοῦν Mang. λοιπὸν Pap GH2: om. ceteri μαθεῖν scripsi: μαυειν Pap, σχεῖν H2, om. ceteri τε καὶ] τέκνον OAB τοῦτο Pap ἐστὶ codd. 8 ευεργησιων (sic) Pap: ἔργων codd. καὶ seclusi, aut scrib. καὶ χαρίτων η Pap: codd. 10. 11 πολυχρόνιον GHP 11 λαβέσθαι G 12 ἐχυρωτάτας ἀποτεῖναι εἰς τὸ κάτω conicio ἐχυρότητος Pap G: ὁχυρότατος Β, ὀχυρότητος ceteri ἕνεκ’ ΑΒΗP ἀποτεῖναι ΑΒΒP Pap(?): ποτ’ εἶναι G, ἀποκτεῖναι Ο 13 ἀνεγεῖρον scripsi: ἀνεγείρων Pap GHP, ἀνεγείρω OAB ἀρετὴν] ψυχὴν coni. Mang. βαίνειν μέν] βαίνειν HP, καὶ νῦν G 15 διαμένῃ Pap: διαμένει G, διαμένοι ceteri ἄτεκνον] ἄπαιδα OAB σπείραν Pap οἶδ’ ὅτι HP (ὅτι del. P)G1(?): ὄιδα ὅτι Pap, ὁ ἰδιώτης G2, οἶδα OAB 16 φέρων] σπείρων coni. Mang. ἐπεὶ καὶ] καὶ ἔπι Pap 17 ἐξαιρέτων Pap στηρωθηναι Pap 18 ἀτονῆσαι G2 19 ἐμαυτῶι Pap, ἑαυτοῦ O, ἐν ἐμαυτῷ 20 καλοῦ] λοῦ in ras. Η2, κακοῦ Β, κακῶς O περιιδὼν Pap ἱκέτις Η 21 τὸ] τὰ G ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ.

ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων.

δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου“ τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν. ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ ἐλπίζω.

Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν.

ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.

τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι 1 ἰσόχρονον HP κόσμου OAB 2 τῆς ψυχῆς OGHP, τῆς ψυχικῆς ΑΒ γενήσεως G, γενέσεως τε Pap, pro τε fort. scrib. ὥστε vel τε transpon. post σπορᾶς καὶ μοιραθέντες GHP: καὶ μοιρανθεντες Pap, οἳ καὶ μακρυνθέντες OAB, ὧν μοιραθέντες coni. Mang. ὑφ’] ἀφ’ OAB 3 εξεληλασαν Pap οἷς] οὑς OAB, 2 in mg. 3. 4 τὸν παῖδα Pap: τὸν δοῦλον prius Η, τῶν δούλων ceteri 4 ἀκακία Pap: ἀποικία cocid. τιθηνός codd. ἄβαστοι G, ἄπλαστοι coni. Mang. ὁ ὁ om. P Μασὲκ] μου OAB, Μασὲκ κατὰ G 7 κληρονόμος γενέσθαι ἱκανός OAB 8 ἔλαβον OABGP: ἔλαχον Pap (?) H 9 ἤλπιζον coni. Mang. 10 ἡ] ὁ O ὁ υἱὸς αὐτῆς OAB 10. 11 σκεπτέον Pap 11 Μασεκ Pap: ὁ Μσὲκ Ο, ἡ Μασὲκ ceteri δὲ Pap H2: τοίνυν OAB, om. GH1P 12 ἐνῶσιν Pap: αἵρεσιν OAB, εὕρεσιν GHP ἁρμοζομένης Pap αἰ εὐνοία H: εὐνοίας Pap, εὔνοιαν GP, εἰς εὔνοιαν OA, εἰς ἔννοιαν B 12. 13 επιπολεον καὶ ψειλην Pap: ψιλὴν καὶ ἐπιπόλαιον codd. 13 ἐς HP ταὐτὸν codd. συναγαγουσης Pap: συναγούσης codd. 14 οὐκέτι OAB οὐκ ἔστι τὸ κύπτειν om. Pap οὐδὲ Pap 15 ἢν πάντως Pap: οὐκέτι OAB, om. GHP οὐδὲ Pap ὁ om. Pap οὐδὲ Pap 16 τὸ φιλεῖν om. Pap ἥκοντες L 17 τινες om. Pap ταῖς] καὶ G ουν Pap: δὲ ΑΒ, δ’ ccteri 17. 18 ἡ ἐκ φιλήματος bis hab. G 18 συσταθεῖσα Pap: συντεθεῖσα Η2, συνταθεῖσα ceteri 19 (υπ)οκρυψαμενος Pap ἡ Μάσεκ προσαγορευομένη coni. Mang. πᾶσαν πᾶσα Turn. ᾠκειωμένη coni. Cobn 20 θεραπανιααδε Pap νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.

Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· „οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν.

ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“ (Exod. 18, 7).

ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.

τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν 2 παιδεύονται Ο, om. ΑΒ post παιδεύονται add. καὶ Ο οὐ φιλεῖν] ὀ φίλας G 3 περιπόθητον Mang. per errorem δὲ Pap 5 ἀπηρτηκὼς OAB ὁ ου Pap: οὐ γὰρ ceteri 7 καταφιλεῖν H καὶ om. G 10 καὶ φιλησον οντως Pap: om. codd. βουλήσει Pap ποθεῖν coni. Mang. 11 σῷ om. H 12 αἰ Pap: om. codd. 13 καὶ om. Η τὸ] yap Pap 14 δυνηθῇ OAB δυνηθῆις λύτρα καὶ σῶστρα Pap πρὸς ποίου Β, πρὸς ποίους L, προσποιῇ coni. Mang. ὅμως προσποιῇ coni. Cohn 15 νυν Pap: om. G, οὑν ὁ] ἢ OAB 16 γαμβρὸν Mang.: Αἀρὼν Pap et codd. Μωυσῆς Mang.: Μουσῆν Pap, Μωσἐα codd. τῆς ψυχῆς codd. 17 φιλήσας OAB 19 γένεσιν πᾶς μεθόριον Pap 20 τὰς] τὰς τοῦ ΑΒ 21 οὐδὲ bis Pap ὲν Pap: om. codd. 22 Ἅιδου OAB (Pap?): ἀδύτοις GHP μὲν Pap HP: μὲν ἀνέβη ceteri 23 καὶ Pap GHP: τε καὶ OAB 24 δὲ codd. τῆς] τοῦ H ὑποστρέφει OAB, ἐπιρρέπει coni. Mang. τουτ’ Pap 25 ταῖς ὁλκαῖς coui. Mang. post ὅλοις Pap add. περιττὰ, G ἀρίσση. ntrumque dittographia vocis βρίσῃ videtur esse; περιττεύσῃ pro βρίσῃ coni. Cohn συνεπισπανθὲν H2 τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.

Μωυσῆς δὲ τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην καλεῖ προσφυέστατα θεὶς ὀνόματα.

τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν, ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ παιδιᾶς ἀμέτοχον, συννοίας καὶ φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω, ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου;

πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, — νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο —, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).

τὴν δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης. 1 post ζωῆς add. αντηεν Pap, quod fort. ex voce ἐναντίας natum est; ἀντίπαλον coni. Cohn Μωτῆς codd. δὲ om. Pap 2 ἀκονητὶ BG ἐπίκρισιν] τὴν supra scr. G2 2. 3 τα λοιπα αγειν (sic) Pap: ἄγει τὰ λοιπὰ codd. 3 δυσὶν] δ’ ἐστὶν OAB 4 προσφυέστατα θεὶς ὀνόματα Pap: θεὶς ὀνόματα προσφυέστατα codd. 5 δὲ Pap alterum δ’ Pap OAB: om. GHP ὁ τἀναντία G, τὴν ἐναντίαν OAB 7 ὀλιγοδέειαν HP ἔτι μονωτικὸν coni. Mang. 9 ἀμαθείας OG, ἀμαθία Β ἐχθρῶν χρημτω μὲν Pap ἡδονῶν GHP (Pap?): ἡδονῆς OAB κρείττων G 10 πλούτου] τρόπον G2P2 11 post ἀεὶ add. τῆς φρονήσεως OAB, mg. P2 της μεισουμενης ἀρέτης Pap: om. codd. ὁ] οἱ Pap 12 Μούσης Pap: Μωσῆς codd. εἰ] εἰ δὲ Pap, εἰ δὴ conicio νεώ Η1, νεώτερος P καὶ ταυτα φυσει Pap: καὶ τὰ φύσει GH1P, τὰ φύσει Η2, τὰ φύσει τίμια OAB, καὶ ταῦτα ἅτε φύσει conicio, καὶ et φύσει secl. Cohn πρεσβειῶν GHP 14 ἀγαπωμένη v 15 πρεσβειῶν HP 16 οὕτως Pap 17 πολιὸς scripsi: πολιὸς Pap, ceteri γένοιτο Pap: ἐγένετο codd. φρονήσεως πρεσβύτερον Pap: πρεσβύτερον φρονήσεως GHP, πρεσβυτέρας φρονήσεως OAB 18 ως διμοιρειαν απονειμαι Pap: ὦ διμοιρίαν ἀπένειμε codtl. 19 αποδωσις Pap 20 τρεψόμεθα Pap G προσυποδειξαντες Pap 21 διανοίξας G, ἀνοίγειν OAB 21—13,1 γίνεσιν—αὐτῆς om. „ἰδὼν“ γάρ φησι „κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς·

Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή;

ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν. „ἐκάλεσε“ γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή,

ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων“ (Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ φύσεως δημιουργηθεῖσαν.

ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός — τὸ δὲ μεταληφθέν ἐστιν αἷμα σάκκου —, σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον.

ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ δ’ ἡγεμονικωτάτου πνεῦμα 2 Ῥαχιὴλ codd. (Pap?) σπείρα Pap ἆρ᾿ OAB, αρα Pap: ἀλλ’ GHP 2. 3 κυοφορῇ καὶ] ras. 1 litt. G 3. 4 σπειρουμενα Pap 4 οἷς] ἧς H ἐκ] ἐμ Pap καταφιλήματος H2 4. 5 ἀλλ’—φιλίας om. H1P 4 οὐχ ἡ] οὐχὶ G διὰ] ἐκ H2 5 φιλίας Pap: φιλήματος OABGH2 αποδοχης Pap post αἴσθησιν add. διαδοχῆς Pap ὁ υἱὸς] εἷς G εστιν Pap 7 τιθήνην Pap GP: τιθηνόν ceteri τοῦ] καὶ του Pap 8 διαπλησθεῖσαν G1PH1 ἐκείνης OABP: ἐκείνην Pap GH 8. 9 ὠνόμασε ἐκάλεσεν Pap 9 τὸ et τῆς hab. Pap: om. codd. ζωὴ HP: ζωῆι Pap, ζωὴν ceteri 10 alt. τῶν] τὸν O, secl. Mang. 11 τὸν OGH2: τῆς PH1, τὸν τῆς ΑΒ, om. Pap ψυχῆς om. Pap τεθνηκετων (sic) δήπου Pap: δήπου τεθνηκότων codd. 14 δαμασκος Pap: δαμασκὸν codd. 14. 1.5 τὸ δ’ ἐστὶ μεταληφθὲν om. OAB δε μεταλημφθεν εστιν Pap: δ’ ἐστὶ μεταληφθὲν GHP 15 συνετῶς Mang. 17 καὶ] τε καὶ G e corr. εἶπε PH1 18 ψυχὴ om. H1P εστιν Pap N 19 κυριώτερον μέρος ὦ Ο τὸ om. N βλέπωμεν Pap διττὴν Pap: διπλῆν codd. N 19. 20 εἶναι καὶ τὴν οὐσίαν HP 20 τῆς ψυχῆς HP τῆς Pap: τὸ τῆς codd. N δὲ codd. ἡγεμονικοῦ τὸ coni. Mang. 1 sqq. Orig. Comment. in Gen. p. 41 (ad eundem locum): κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν . . . . 16—14,16 ἐπειδὴ—τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N fol. 165r. θεῖον.

φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι.

ὥστε διττὸν εἶδος ἀνθρώπων, τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος ἐμφερὲς ἐκμαγεῖον.

χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν.

οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα“ φησί „τοῦ δευτέρου Ἐλιέζερ“, καὶ 1 γοῦν] γὰρ G ψυχῆι Pap 2 εὑ γε om. D, γε om. Pap προσνέμον D τῶ τῶν D (τῶ supra scr. D M) σαρκῶν Pap D: σαρκός codd. ὄγκῳ coni. Mang. τοῦ αἵματος OAB 3 οἰκείαν H2 οἰκείω Pap G2, add. mg. H2, DN: οἰκεῖον G1P, om. OAB ἐξ] ἐξῆς G ἤρτησεν Pap γενητοῦ HPDM: γεννητοῦ Pap AOBN, γε θνητοῦ G 3. 4 ἀλλ’ ὑπὸ Pap D: ἀπὸ codd. N 4 θεοῦ Pap D: θεοῦ δ’ ἄνωθεν codd. N 4. 5 ὁ—ὅλων om. O ὁ ψυχὴν] πνοὴν H, σάρκα DP ζῶσαν] ζωῆς Pap ἦ Η2: ἢ DM, εἰ Pap GP(H1)NDP, ἢν OAB καὶ om. D 7 λόγος] θεοῦ λόγος DP post τυπωθῆναι add. τὸν ἄνθρωπον D, fort. recte ὥστε om. D εἶδος Pap D: εἶναι γένος codd. N ὁ ἄνθρωπος DM 8 τὸ] τωι Pap, τῶ DM post πνεύματι add. καὶ OAB βίον, tum ras. D M τὸ] τωι Pap, τῶ G, τοῦτο DP 9 ζῶν, tum ras. DM ἐστιν πλάσμα Pap D: πλάσμα ἐστὶ codd. N δὲ om. HPN εἰκόνος om. DM 10 δέ codd. D οὐ μετρίως om. D μετρίας AB ὑποπεπλασμένος OAB 12 θεὸς Pap: ὁ θεὸς codd. N 13 post βοηθός add. μου Β ὁ GHPN: om. ceteri et Pap διαλυτὸς Pap HPN: εὐδιάλυτος ceteri 14 χεῖρα ὑπερέχοντος GH1(P1)N: χεῖρα ὑπέχοντος H2 (Par?), χάριν οἱ παρέχοντος OABP2 15 ἱδρυνθῆναι OABG2, δυνηθῆναι N 15. 16 τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N 16 τοῦ om. Pap τὸ γένος P 17 φησιν Pap 1—11 DP fol. 376 τίς ὁ θείων ἐστὶ κληρονόμος καὶ εἰς τὰ ἴσα καὶ ἐναντία τομῆς DM fol. 282r τοῦ αὐτοῦ τίς ὁ κληρονόμος καὶ εἰς τὰ ἴσα τῆς τομῆς τῆς ἐναντία τομῆς: φησὶν ὁ νομοθέτης ἄντικρυς· ψυχὴ πάσης (sic DP, ψυχὴ ἄντικρυς πάσης DM ceteris om.) — βοηθείας (τούτου add D τὴν αἰτίαν ἐπιφέρει· „ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ“ (Exod. 18,4).

τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ

καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον.

ἀλλ’ οὐχ…

The complete text is available when the reading interface loads.