The Greek Library Author

Philo of Alexandria

De Abrahamo

Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων

Scientific editors
Leopold Cohn
Edition reference
Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1902
CTS identifier
urn:cts:greekLit:tlg0018.tlg020.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ’ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ

τῶν δὲ κακίᾳ συμβιωσάντων· ἀλλ’ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε ἦν, ἠκριβώσαμεν.

ἐπεὶ δὲ 1—3 Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων ἀγράφων· ὅ ἐστι περὶ ἀβραάμ C, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος νόμοις ἀγράφων, ὅς ἐστι περὶ ἀβραάμ G, τοῦ αὐτοῦ βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων, ὅς ἐστι περὶ ἀβραάμ F, τοῦ αὐτοῦ βίος κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμος ἀγράφων BE, ὢν τοῦ αὐτοῦ βίος (σοφοῦ ss.) τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμος ἀγράφων (ὅ περὶ ἀβραάμ. add. postea) K, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμων ἀγράφων MA, περὶ βίου σοφοῦ ἢ νόμων ἀγράφων HP 3 τὸ πρῶτον addidi 5. 6 ἣν— περιέχει om. Arm 7 καὶ ἀφορίας BEK Arm: ἢ ἀφορίας ceteri 8 ἡ λιμὸν καὶ εὐθηνίαν om. Arm φθορὰς] φθορᾶς Α, φορὰς BE 8. 9 δι’ ὕδατος καὶ πυρὸς transp. Arm 10 τῶν pr.] τὴν Η (Turn.) ἀνδρῶν BEK: τῶν ἀνδρῶν ceteri 11 ἐπεὶ BEK: ἐπειδὴ ceteri τοῦ om. Κ 12 μαθήματα FG 13 συντέτακται Κ Philonis opera vol. IV 1 τοὺς νόμους κατὰ τὸ ἑξῆς καὶ ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν.

οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει,

δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο.

ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης.

Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ.

Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον.

ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν.

καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων 2 ἀνατέμνει] ἀναφαίνει CF ἀνατέμνει καὶ oiu. Arin 4 post ἐραστὴν add. ἐνὼς M ἄνθρωπον om BE 6 τἀγαθὰ F 7 δῆλον ὅτι CBEK: δηλονότι ceteri οὐκ ΒΕ Arm: οὐδ’ ceteri 8 τοῦ οἰκειοτάτου P 9 ψυχῆς om. ΒΕ καὶ om. Arm 10 εὐέλπιστον BE προσειπών BEK οὗτος ἤλπισεν ἐπικαλεῖσθαι· αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων C adnot. in marg. 13 καθαρωτέρου BE 14 διειθισμένου Α ὄντως] οὗτος Α λογικῶν BE ὁ ποιητὴς MAIIP 15 ποιητῶν ὄντων BEK: ὄντων ποιητῶν ceteri κατ’ ἐξοχὴν om. G 15. 16 καὶ μέλαν τὸ ᾧ conicio 16 ᾧ] ὃ BEK, ὧ ὃ P πάντως BEMA μέλαν ὄντως BEMA 16—18 καὶ ὄρχων — καταριθμοῦνται ἁ om. Arm 17 ὁ ἄριστος BEKF 19 ὠνόμασεν CE ἐφυσηχάσας (sic) C, ἐφησυχάσας MAII ἀξίους BE 3 sqq. Euseb. Pr. Ev. VII 8,5 . . . παρ’ ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται· κέκληται δ’ οὖν (γοῦν?) Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς εὐθυβόλῳ προσωνυμία. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἡ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ, (6) ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἡ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας .... (11) τοιόσδε μὲν οὖν ὁ παρ’ ‘Eβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος ... ὁ θεοφιλῶν πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ. τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν.

εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν.

εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον.

ἐν ἀριθμοῖς δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι "ἅγιός ἐστι καὶ αἰνετός“ (Lev. 19, 24)· δι’ ἃς δ’ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας συντάξεως εἴρηται.

ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ καὶ φόβον ἐλπίδι· καὶ μήποτ’ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, ἀλλ’ ἡ μὲν ἀγαθῶν, ἡ δ’ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ’ αἱ φύσεις

τούτων καὶ ἀσύμβατοι. τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν, ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας.

πολλὰ μὲν οὖν οἱ νομοθέται, πολλὰ δὲ οἱ πανταχοῦ νόμοι πραγματεύονται περὶ τοῦ τὰς ψυχὰς τῶν ἐλευθέρων ἐλπίδων χρηστῶν ἀναπλῆσαι· ὁ δ’ ἄνευ παραινέσεως δίχα τοῦ κελευσθῆναι γενόμενος εὔελπις ἀγράφῳ μὲν νόμῳ δὲ πάλιν αὐτομαθεῖ τὴν ἀρετὴν ταύτην πεπαίδευται, ὃν ἡ φύσις ἔθηκε.

Δευτέραν δ’ ἔλαχε τάξιν μετὰ τὴν ἐλπίδα ἡ ἐπὶ τοῖς 1 ante γενέσεως add. BE 2 ἀνθρώπου om. F 3 τῆς] τοῖς P χαρτηδίοις Α post χαρτιδίοις add. τοῖς H2L(v) σητῶν] σήψεων CFG (Turn.) 3. 4 διαφθαρησομένοις Κ, διαφθαρησομένης C (Arm?) 4 τῆς] τοῖς BE τῆ om. ΑΚ ᾗ] ἧς Α 5 ἀναγράπτους] ἀνεξαλείπτους Arm post μέντοι add. καὶ AH 6 τὸν] καὶ F μὲν ὑπὸ transp. HP 8—9 παρὰ— οὐσίας om. F 8 τε om. HP1, ss. P2 9 καὶ νοητὰς οὐσίας transp. Κ (fort. recte) μώση G, μωσεῖ ceteri 11 δὲ BEK ἐλέχθη cum seqq. coniungit et εἴρηται om. Arm (fort. recte) 12 ὁ εὔελπις om. BE 13 ἄναγνος ΒΕΚ: ἐναγὴς ceteri 14 ἄλλῳ] ἄλλως BEM, ἀλλ’ ὡς Α 15 καὶ alt. om. H1P1 ss. H2P2 16 ἡ δ’] ἥδ’ MAH, ὁ δ’ Mang. δ’ αἰ] δὲ CF1G 17 καὶ] αἱ CF1 19 προθεραπεύσαντας CBEK: προθεραπεύοντας ceteri 20 οὑν om. Α 23 πεπαίδευται, ὃν ] πεπαιδευτέον BE 24 ἔθηκεν Β 25 δὲ BEK ἔλαχε BEK Arm: ἔχει ceteri ἁμαρτανομένοις μετάνοια καὶ βελτίωσις· ὅθεν ἑξῆς ἀναγράφει τὸν ἀπὸ χείρονος βίου πρὸς τὸν ἀμείνω μεταβαλόντα, ὃς καλεῖται παρὰ μὲν Ἑβραίοις Ἐνώχ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν „κεχαρισμένος“, ἐφ’ οὗ καὶ ταυτὶ λέλεκται, ὡς ἄρα „εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5, 24).

ἡ γὰρ μετάθεσις τροπὴν ἐμφαίνει καὶ μεταβολήν· πρὸς δὲ τὸ βέλτιον ἡ μεταβολή, διότι προμηθείᾳ γίνεται θεοῦ· πᾶν γὰρ τὸ σὺν θεῷ καλὸν καὶ συμφέρον πάντως, ἐπεὶ καὶ τὸ ἄνευ θείας ἐπιφροσύνης ἀλυσιτελές.

εὖ δ’ εἴρηται τὸ „οὐχ ηὑρίσκετο“ ἐπὶ τοῦ μετατεθειμένου, τῷ τὸν ἀρχαῖον καὶ ἐπίληπτον ἀπαληλίφθαι βίον καὶ ἠφανίσθαι καὶ μηκέθ’ εὑρίσκεσθαι, καθάπερ εἰ μηδὲ τὴν ἀρχὴν ἐγένετο, ἢ τῷ τὸν μετατιθέμενον καὶ ἐν τῇ βελτίονι ταχθέντα τάξει δυσεύρετον εἶναι φύσει· πολύχουν μὲν γὰρ ἡ κακία, διὸ καὶ πολλοῖς γνώριμον, σπάνιον δ’ ἡ ἀρετή, ὡς μηδ’ ὑπ’ ὀλίγων καταλαμβάνεσθαι.

καὶ ἄλλως ὁ μὲν φαῦλος ἀγορὰν καὶ θέατρα καὶ δικαστήρια βουλευτήριά τε καὶ ἐκκλησίας καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἅτε φιλοπραγμοσύνῃ συζῶν μετατρέχει, τὴν μὲν γλῶτταν ἀνιεὶς πρὸς ἄμετρον καὶ ἀπέραντον καὶ ἄκριτον διήγησιν, συγχέων ἅπαντα καὶ φύρων, ἀληθέσι ψευδῆ καὶ ῥητοῖς ἄρρητα καὶ ἴδια κοινοῖς καὶ ἱεροῖς βέβηλα 2 τὸν om. BE ἀμείνω BEK: ἀμείνονα ceteri μεταβαλόντα CBEK: μεταβάλλοντα ceteri 3 εἴποιε H1P ἀφ’ οὗ Η (Turn.) 4 Ἐνὼχ om. Arm εὑρίσκετο Κ, εὑ- ex ηὑ- corr. Β 8 εὖ] ὃ BE εἴρητο C τὸ] καὶ BE, τὸ καὶ Arm 9 εὑρίσκετο BEK ante τῷ add. ἡ BE τῷ] τὸ F τὸν τῶν ἀρχαίων A καὶ om. Mang. 10 ἀπαληλίφθαι Κ, ἀπαληλεῖφθαι BE: ἀπηλεῖφθαι ceteri βίον καὶ ἠφανίσθαι BEK: καὶ ἠφανίσθαι βίον transp. ceteri, καὶ ἠφανίσθαι om. Arm μηκέθ’ BEK: μηκέτι ceteri 11 μετατιθέμενον BEK: μετατεθειμένον ceteri 12 φύσει] φύσιν Η, τάξει BE 13 δὲ BEK ὑπ’] ἀπ’ F 15 ἀνθρώπων καὶ θίασον transp. HP 16 τὴν μέν γλῶτταν] τῆ μὲν τὰ ὦτα BE 17 ἀμέτρων καὶ ἀπεράντων BE Arm καὶ ἄκριτον ἀκρίτων BE) διήγησιν BEK: διήγησιν καὶ ἄκριτον transp. ceteri, καὶ ἄκριτον om. Arm post συγχέων add. γὰρ CFGA ἅπαντα BEK: πάντα ceteri 18 καὶ ἴδια—βέβηλα om. Arm 1 sqq. Euseb. Pr. Ev. VII 8,13 ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον Ἐνὼς) ἄλλος „εὐηρέστησε τῷ κυρίῳ καὶ οὐχ ηὑρίσκετο, ὥς φησι Μωυσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς“ δι’ ἄκραν ἀρετῆς τελείωσιν· δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. (14) οὗτος δ’ ἂν εἴη ὁ ἐν θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ’ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς ὑπὸ θεοῦ εὕρηται. (15) τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομ’. καὶ σπουδαίοις γελοῖα ἀναμιγνύς, διὰ τὸ μὴ πεπαιδεῦσθαι τὸ ἐν καιρῷ κάλλιστον, ἡσυχίαν, τὰ δὲ ὦτα ἐπουρίσας ἕνεκα πολυπράγμονος περιεργίας·

τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει.

ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν — φιλάνθρωπος γάρ, εἰ καί τις ἄλλος —, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι καλόν.

ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι.

διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ εὑρίσκετο“ δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς ἀνδρείαν καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν, ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ δυναστείας κτῆσις ὠφελιμωτέρα;

εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.

οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος 1 τὸ alt.] τε CGP1, τὴν AP2F 2 δ’ BEK, γὰρ Arm ἐπουρίσας scripsi: ἐπουριάσας BE, ἐπουρίας Α, εὐπορίας CFGM, ἐπορθιάσας εὐπορίας HP(v), ἐπορίας (sic) ἐπορθιάσας Κ, ἄφρουρα (sic) Aim post ἕνεκα add. καὶ H2(v), om. ceteri 2. 3 περιεργασίας L (Turn.) 3 post περιεργίας add. ἐπορθιάσας M Arm γὰρ om. CFG Arm, eras. Η εἴτ’ M εἴτ’ αὖ BEK Arm: εἴτε (om. αὖ) ceteri 6 μόνω συναγαπᾶ Α 8 τὸ μὴ προβεβλῆσθαι BEK 9 δ’ BEK 11 κλησιάδας CG 12 ἐν ναγρία (sic) Β, ἐν μοναγρίω C(v) ἥδιον] ἴδιον Α 12. 13 συμβιωτὴς C 13 τοῦ] τοῖς E ἀνθρώπων om. BE ἀρίστοις, ὧν] ἄριστος ὢν FG 15 διά — συγγραμμάτων om. Arm κατὰ λογάδην MH 16 τοῦτο BEK: τοῦτ’ ceteri 17 εὑρίσκετο C Arm: εὑρίσκεται ceteri μεθαρμόζεται GK 18 ἀμαθείας FG εἰς τε ἀνδρείαν ἐκ δειλίας Arm ἀνδρίαν EFG 19. 20 καὶ pr. —ἀτυφίαν] „et ab omni malitia in omnem virtutem“ Arm 20 ἢ pr.] ὁ F, BE Arm 20. 21 ἢ βασιλείας—ὠφελιμωτέρα om. Arm 21 χρὴ om. BE 22 ἰὴν] τὴν BE 22—24 ἣν—πρυτανεύουσαν om. Arm 23 εὔνομον] εὔγνωμον F τὰς] τοὺς A 24 ἅπαντας BE 25 ἀνόσου] νοσώδους Arm ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης.

Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες.

ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’ ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων ἀριθμῶν ἐστι.

μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·

ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ 1 ἡ πρὸς ὑγείαν om. Κ καὶ ἐξ HP, καὶ rursus del. Η καὶ om. BE 2 τῆς θείας Arm 3 ἀγαθὸν om. Arm. 4 ἀλλὰ CFMA ἁδροτέροις HP, ἀνδρωτέροις Α ἀνδρὸς] ἀνδρείοις coni. Mang. 5 ψυχῆς seclusi „redundat ut videtur“ Mang.) 6 τὸ om. Turn. 7 τῆ γλώττη BEKArm: τῇ ceteri 8 δ’ Κ 9 ὁ om. F 10 ἧ Α 11 pv. καὶ om. GK Arm τράχων MG 12 αἰτίαν om. F 13 σταθηρὸν M ἔτι — εἰρηνικὸν om. Arm ἔτι δὲ καὶ BEK: ἔτι δ’ ceteri 14 αὑτῶ GH2: αὐτῶ ceteri 15 σάββατον HP ὀνομάζειν H1P 17 ἔν τε CBEK: τε om. ceteri 18 ἀεὶ BEK: om. ceteri καἰ ἀφιλόνεικος BEK: ἀφιλονεικότατός τε ceteri 19 μάρτυς BE 20 θαλάσσῃ BEH 22 ἐὰν om. Arm ἀνιῶνται] κινοῦνται BE, ἀγωνίζονται Arm 23 τῶν ἡσυχαστέον M, ὧν ἡσυχαστέον CFG δὲ F 24 ὃς om. BECFG Arm post ὅταν add. ἢ BE ἐπικυδέστερον AFG καὶ om. BE Arm δυνατωτέρα BEK: δυνατωτάτη ceteri 6 Euseb. Pr. Ev. VII 8,16 τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται. ῥώμῃ κατακρατήσας ἀναχωρήσῃ, μόνωσιν ἀσπασάμενος καὶ ταῖς ἑαυτοῦ πρὸς ἑαυτὸν χαίρων ὁμιλίαις ὡς ἀπροσδεὴς ὢν ἑτέρου καὶ αὐταρκέστατος ἑαυτῷ, τηνικαῦτα φροντίδων καὶ πραγματειῶν ἀπαλλαγεὶς τῶν

ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9).

οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·

μετὰ τὸν „ἄνθρωπον“ ἐπιλέγει τὸν „δίκαιον“ εἰπὼν „ἄνθρωπος δίκαιος“, ὡς ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης.

φησὶ δ’ αὐτὸν καὶ „τέλειον“ γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν.

ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν“· οὗ τί γένοιτ’ ἂν ἐν τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως 1 κρατήσας CFG ἢ ἀναχωρήσῃ RE, ἀναχωρήσει Α, ἀναχωρεῖ Ann 2 ἑαυτὸν] αὐτὸν C χαίρων add. Wang. (vel scribendum τὰς—ὁμιλίας) 3 πραγματειῶν Β, πραγματιῶν E: πραγμάτων ceteri τῶν] τὸν G 4 τῷ om. FG γαληνὸν scripsi: γαλήνιον codd. οὕτως BEK: οὕτω ceteri 7 πρὸς alt. om. BE ἀλλὰ τίνων; MAFHP, τινων om. Arm 9 ἑτέρω H1P κατὰ M πράξεις] τάξεις Β 10 φησιν] εἰσιν BEK Νῶε alt. om. CFG Arm καὶ τέλειος Arm, τέλειος om. G 11 νῦν ora. F 12 καὶ θνητὸν Arm τὸν] τὸ BEAF1HP 13 ὃς] ὃ BE ἀτίθασσα MFK 15 τόν alt.] τὸ coni. Mang. τὸν δίκαιον εἰπὼν ἄνθρωπος om. Arm 16 ἀδίκου] δικαίου CFG post ὄντος distinguunt ct ἀνθρώπου cum seqq. coniungunt CFG 16. 17 κυριώτερον—θηρίου om. OFG (fort. recte) 17 δὲ μόνου CFG δ’ BE ὃς] ὡς ’P, ὃς om. BE ᾖ] ἣ ABE 18 παριστᾷ Α 19 ἐκέκτητο G 20 δ’ om. BE ἐκνενικηκότα Κ (coni. Mang.): εὖ νενικηκότα ceteri 21 τί CFG: τίς corr. ex τί K, τίς ceteri 22 κρεῖττον corr. in κρείττων Κ: om. BE, κρείττων ceteri τίς κ. ἐναργέστερος Mang.: τῆς κ. ἐναργέστατος codd. Arm 23 τῶ θεῶ BEK: τῷ om. ceteri συνέβη BEK: συμβέβηκε ceteri εὐδαίμονες.

οὐκ ἀπὸ σκοποῦ μέντοι ταῖς τοσαύταις ἀρεταῖς ὑμνήσας τὸν ἄνθρωπον ἐπεῖπεν, ὅτι „τέλειος ἦν ἐν τῇ γενεᾷ αὐτοῦ“ (Gen. 6,9), δηλῶν ὅτι οὐ καθάπαξ ἀλλὰ κατὰ σύγκρισιν τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γεγονότων ἀγαθὸς ἦν.

ἤδη γὰρ οὐκ εἰς μακρὰν ἐπιμνησθήσεται σοφῶν ἑτέρων, οἳ τὴν ἀρετὴν ἀνανταγώνιστον ἔσχον, οὐ πονηροῖς ἀντεξετασθέντες οὐδ’ ὅτι βελτίους ἐγένοντο τῶν κατ’ αὐτοὺς ἀποδοχῆς καὶ προνομίας ἀξιωθέντες, ἀλλ’ ὅτι φύσιν εὔμοιρον κτησάμενοι διετήρησαν αὐτὴν ἀδιάστροφον, οὐ φυγόντες μοχθηρὰ ἐπιτηδεύματα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς περιπεσόντες, προηγουμένως δὲ καλῶν ἔργων καὶ λόγων ἀσκηταὶ γενόμενοι τὸν βίον ἐπεκόσμουν.

θαυμασιώτατοι μὲν οὖν ἄνδρες ἐκεῖνοι γεγόνασιν, οἳ ταῖς ὁρμαῖς ἐλευθέραις καὶ εὐγενέσιν ἐχρήσαντο, μὴ κατὰ μίμησιν ἢ ἐναντίωσιν ἑτέρων, ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὸ δίκαιον ἀποδεξάμενοι, θαυμάσιος δὲ καὶ ὁ τῆς καθ’ αὑτὸν γενεᾶς διενηνοχὼς καὶ μηδενὶ συνενεχθεὶς ὧν ἐζήλωσαν οἱ πολλοί· δευτερείων μὲν οὗτος ἐφίξεται, τὰ δὲ πρῶτα τῶν ἄθλων ἐκείνοις ἀναδώσει ἡ φύσις.

τὰ μέντοι δευτερεῖα καὶ αὐτὰ μεγάλα· τί δ’ οὐχὶ μέγα καὶ περιμάχητον ὧν ὀρέγει καὶ δωρεῖται θεός; σαφεστάτη δὲ πίστις αἱ τῶν χαρίτων ὑπερβολαί, ὧν οὗτος ἔτυχεν.

ἐπεὶ γὰρ ἀδικημάτων φορὰν ἤνεγκεν ὁ χρόνος ἐκεῖνος καὶ πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ πονηρῶν ἐπιτηδευμάτων ἀνεπέπληστο, πάντων ἑκουσίως καὶ ἐκ προνοίας ὡς ἐν ἀγῶνι περὶ τῶν ἐν τῷ διαμαρτάνειν πρωτείων 1 μέντοι om. Arm τοιαύταις F 2 ἦν om. ΒΕΚ αὐτοῦ codd.: αὑτοῦ v 3 καθάπαξ cocld.: καθάπαν voluit Mang. 4 γεγονότων om. Arm 5 οἲ] ἢ Α ἀνταγώνιστον ’P 7 προνομίας] προνοίας BEK ἀλλὰ Α 8 μοχθηρὰ ἐπιτηδεύματα BEK Aim: ἐπιτηδεύματα μοχθηρά ceteri οὐ περιπεσόντες εἰς μοχθηρά ἐπιτηδεύματα Arm 8. 9 ἀλλ’—περιπεσόντες om. Arm 9 καλῶν] ὅλων Arm 10 θαυμασιώτατοι BEK: θαυμαστότατοι ceteti ἄνδρες Κ: οἱ ἄνδρες BE Arm, ἄνθρωποι ceteri 11 καὶ εὐγενέσιν om. Arm 12. 13 καὶ αὐτοδίκαιον ἀσπαζόμενοι BE) 13 θαυμάσιος BEK: θαυμαστὸς ceteri καθ’ ἑαυτὸν F, καταυτὺν C 16 αὐτὰ BEK: ταῦτα ceteri 18 ἐπειδὴ F γὰρ οm. Arm ἀδικημάτων BEK Arm: ἀδικημάτων καὶ ἀσεβημάτων ceteri 19 ὁ χρόνος ἐκεῖνος BEK Arm: ἐκεῖνος ὁ ἕκαστος ceteri καὶ πόλις καὶ ἔθνος transp. BEK 19. 20 καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ om. Arm 20 ἀνεπέπληστο BE, ἀναπέπληστο K: ἐπέπληστο ceteri πάντως F 21 προνοίας] παροινίας BE post ὡς add. γὰρ BE 4 Origenes Homil. in Num. IX 1 t. X p. 77 (lommatzsch): Sed et ex iis quae legimus singuli quiquo iustorum magis ex comparatione ceterorum clari videntur habiti apud Deum. denique de Noe scriptum est, quod esset iustus et perfectus in generatione sua; in quo ostenditur, quod non ex integro perfectus, sed in generatione sua perfectus fuerit et ad comparationem ceterorum iustus pronuntiatus sit, ἁμιλλωμένων — μετὰ σπουδῆς γὰρ ἁπάσης ἐφιλονείκουν, ἑκάστου τὸν πλησίον μεγέθει κακίας ὑπερβαλεῖν ἐπειγομένου καὶ μηδὲν παραλείποντος τῶν

πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· ἐφ’ οἷς ὁ θεὸς εἰκότως δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν, ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι κατοικοῦντας.

ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε, πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι ἐπέβαινον.

οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων ὀρῶν αἱ κορυφαί.

πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, 1 ἁμιλλώμενοι BE, ἁμιλλωμένων om. Arm γὰρ KMAHP: om. ceteri ante add. ὅτῳ F, οὕτως G, ἐφιλονείκουν om. C ἕκαστοι Η2 2 μεγέθει κακίας BEK Arm: κακίας μεγέθει ceteri ἐπειγόμενοι Η2 2.3 καὶ—βίον om. Arm 2 παραλιπόντος ΒΕ τῶν] τὸν F 4 εἰ corr. ex εἰς BE ζῴων Arm τὸ alt. ora. BEF 6 post ἐζήλωσε add. δὲ ΗΡ καὶ—κακίας om. Arm εἴδη] ἤδη Α 7 ἀφανίσαι BEK: ἀφανίζειν ceteri οὐ μόνον BEK Arm: οὐ μόνον δὲ ceteri S καὶ τοῖς χθαμαλωτέροις om. Arm ὑψηλοτάτοις om. Arm 9 γὰρ om. BE θάλασσα BEK 9. 10 ὡς οὐδέπω πρότερον om. Arm 9 ὡς corr. ex ὧν E, ὦν Β οὔπω BE 11 πλημμύροντα CFG καὶ om. BE 12 δ’ BEK Arm: τ’ CMAHP, τε G, τῶν F ἀενάων CEG: ἀεννάων ceteri ποταμῶν αὐθιγενῶν BEK Arm: αὐθιγενῶν ποταμῶν ceteri τε BEK: om. ceteri 13 ἀλλήλαις BE: ἀλλήλοις ceteri ἀνερχόμεναι CFG 14 aute βαθὺ add. καὶ MAGHP 15 καὶ prius ss, H2P2 τε BEK: δὲ ceteri 16 ἐπιλείψεις ἄστρων BE 17 τὴν] τοῦ KH1P 18 ἕως] ὡς CFG καταρράττοντος CABEK post δὲ add. καὶ BE 20 καὶ ὅση χθαμαλὴ om. Arra 21. 22 ὡς ὅλην ἀνηρπάσθαι ΒΕ 22. 23 μεγάλῳ— θέμις om. Arm 22 μεγάλα τμήματα coni. Mang. 23 μήτ’ BEK νομῆσαι P λελωβῆσθαι δοκεῖν. ἀλλὰ γὰρ καὶ ὁ ἀήρ, ἔξω μέρους βραχέος τοῦ κατὰ σελήνην, ἅπας ἀνήλωτο νικηθεὶς ὑπὸ τῆς τοῦ ὕδατος φορᾶς καὶ βίας, ὅπερ ἀνὰ κράτος τὴν ἐκείνου χώραν ἐπέσχε.

τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα—φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—, ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα.

τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε — πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα —, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν.

Τοιοῦτος μὲν ὁ τῶν καθ’ αὑτὸν ἄριστος, τοιαῦτα δὲ καὶ τὰ τεθειμένα ἆθλα αὐτῷ, ὁποῖα δεδήλωκεν ὁ ἱερὸς λόγος. τῶν δ’ εἰρημένων τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, 2 ἅπασαν ἤλω (sic) BE ἀνήλωται F, ἠλλοιώθη Arm νικηθεὶς] τῶ νενικῆσθαι ΒΚ, τῶ νικῆσθαι Ε φορᾶς καὶ βίας BEK: βίας καὶ φορᾶς ceteri, φορᾶς καὶ om. Arm 3 τότε δὴ τότε BEK: alt. τότε om. ceteri 5 δὲ BEK 8 πράξεσιν FG ὑπηρετήσοντα CBEH2: ὑπηρετήσαντα ceteri 9 ἐπηρραξάντων Ε; καταρραξάντων coni. Mang. 10 κατὰ τὸν οὐρανὸν BEK Arm: κατ’ οὐρανόν ceteri 12 δὲ om. Arm ὁ om. Bli 13 μέν om. BE 13. 14 πᾶσι τούτοις] πᾶσιν οὗτος Α 14 ἀρχηγέτην αὐτὸν BEK: αὐτὸν ἀρχηγέτην ceteri ὑπάρξειν MH2 νέας] γενεᾶς CFGA, τοῦ γένους τῆς νέας BE 15 τοῦ γένους ἡμῶν BEK Arm: ἡμῶν τοῦ γένους ceteri 18 καθ’ αὑτῶν G 19 τιθέμενα CFG 19. 20 τῶν— τάξις om. CFG 20 εἴτε ἀνδρῶν om. ΗΡ1 (Turn.), add. mg. Ρ2 ψυχῆς scripsi (sic Arm ut vid.): ψυχῶν codd. ante τρόπων add. εἴτε Η2 (Turn.) τρόπων corr. ex τρόπον Κ, τρόπον BE 21 ὁλόκληρον F μετατιθέμενος CFG ἡμίεργός M τοῦ βίου om. C, post χρόνον (22) transp. Arm 22 πρῶτον Κ ἀναθεὶς BEK: ἀνατιθεὶς ceteri δὲ BEK 23 μετωικήσατο M, μετωκήσατο BAFP δ’ BEK τοὔνομα om. BE ἐλλιπής, ἐφιέμενος μὲν ἀεὶ τοῦ καλοῦ, μήπω δ’ ἐφικέσθαι τούτου δεδυνημένος, ἀλλ’ ἐοικὼς τοῖς πλέουσιν, οἳ σπεύδοντες εἰς λιμένας καταίρειν θαλαττεύουσιν ἐνορμίσασθαι μὴ δυνάμενοι.

Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης.

οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι.

τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου — καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.

τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς.

ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ, 1 ἐλλειπής BECGM μὲν om. CFG μήπω BEK: οὔπω ceteri τούτου om. Arm 2 λιμένας BEK: λιμένα ceteri 2. 3 κατέρρειν A καταίρειν θαλαττεύουσιν om. Arm 3 aute θαλαττεύουσιν add. ἔτι MAHP θαλαττεύουσιν BEK: ἐνθαλαττεύουσιν ceteri 4 ἐπινοησάντων CFG, ἐπιπονησάντων coni. Mang. 4. 5 ἐκδεδήλωται Κ 5 δ’ F ἡ ἑτέρα ΒΕ Arm: ἡ om. ceteri 6 παιδικοῖς CFGA 7 ἀθλητῶν C 8 σῶμα σκιᾶς M, σώματος σκιὰν Α 9 τῶν] τὴν F οὑν om. CFG post οὖν add. καὶ KH1P, del. Η2 10 τέλος] γένος F 11 προειπεῖν CFH2: προσειπεῖν ceteri 12 τούτοις CFGMA 14 πάντα FG φιλοθέους] θεοφιλοῦς C, θεοφιλοῦς FG ante ὁμοῦ add. καὶ G θεοφιλῶς F ἀγαπήσαντος in ras. F 16 αἷς corr. ex οἷς B, οἷς E 17 #x003E; κοινωνῆσαι (vel κοινωνῆσαι τῆς #x003E; προσρήσεως αὐτούς) conicio αὐτοῦ BEIv: αὐτούς G Arm, αὐτῆς Α, αὐτοῖς ceteri (probat Wendl.) 18 ἁρμοσάμενος BE 19 αὐτῶ BEK 20 καὶ utrumque om. BE καθάπαξ] ἅπαξ OFG, καθ’ ἅπαν Mang. 21 τὸ] τὰ Arm 22 τῷ om. F 23 ἵν᾿ BEK: ἶνα ceteri ἱκεσίαν G ἄμοιροι ὦσιν BEK 24 post οὖν add. ὡς Arm ἐπ’ ἀνδρῶν om. BE ὁσίων] vel delendum vel scribendum τριῶν censuit Mang. μηνύματα δ’ ἐστὶ φύσεως ἀδηλοτέρας καὶ πολὺ βελτίονος τῆς ἐν αἰσθητοῖς. τρόπους γὰρ ψυχῆς ἔοικεν ὁ ἱερὸς διερευνᾶσθαι λόγος, ἀστείους ἅπαντας, τὸν μὲν ἐκ διδασκαλίας, τὸν δ’ ἐκ φύσεως, τὸν δ’ ἐξ ἀσκήσεως ἐφιέμενον τοῦ καλοῦ. ὁ μὲν γὰρ πρῶτος, ἐπίκλησιν Ἀβραάμ, σύμβολον διδασκαλικῆς ἀρετῆς ἐστιν, ὁ δὲ μέσος, Ἰσαάκ, φυσικῆς, ὁ δὲ τρίτος, Ἰακώβ, ἀσκητικῆς.

ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’ ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.

προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων λέγηται.

ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος.

χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι τὸν μὲν πρῶτον ἄνθρωπον τὸν γηγενῆ πατέρα τῶν ἄχρι τοῦ κατακλυσμοῦ φύντων εἰσήγαγε, τὸν δὲ μόνον ἐκ τῆς τοσαύτης φθορᾶς ὑπολειφθέντα πανοίκιον ἕνεκα δικαιοσύνης καὶ τῆς ἄλλης καλοκἀγαθίας τοῦ νεάσοντος αὖθις καινοῦ γένους ἀνθρώπων, τὴν δὲ περίσεμνον τριάδα καὶ περιμάχητον ἑνὸς εἴδους ἐπιλεγομένου „βασίλειον 1 δ’ om. BE ante φύσεως add. καὶ BE 2 ὁ ἱερὸς λόγος ἀστεῖος διερευνάσθαι ἅπαντας BE διερμηνεύεσθαι coni. Mang. 3 δ’ pr.] δὲ BE 6 ἀσκητὴς coni. Mang. 7 ἕκαστος om. CFG ὠνομάσθαι F δ’ ΒΕΚ 9 φύσιν CFM ἱκανὴν CM, ἱκανὸν F 10 ἄσκησιν C ante φύσει add. καὶ F 12 οἰκειοτάτη G φύσεως, μαθήσεως, ἀσκήσεως Wendl.: φύσις, μάθησις, ἄσκησις codd.; φύσιν, μάθησιν, ἄσκησιν Mang. 14 τοῦ βίου ΒΕΚ: τοῦ om. ceteri 15 αὐτὰ δεδώρηται FG ψυχικὴ (sic) Κ τέλειον καὶ BEK: om. cetori 17 ἐπὶ τριῶν μὴ ἐπ’] μὴ ἐπὶ τριῶν C(v) ἐπ’ fort. delendum 17. 18 δυνάμεων λέγηται BEK: λέγηται δυνάμεων ceteri 19 δ’ BEK, om. Arm τὸ ἀίδιον Mang.: τὸν ἀίδιον codd. 20 συγγενὴς Η ἀιδιότητος ΒΕΚ: ἀιδιότης ceteri (v) ἀφθαρσία v 21 τὸν alt. om. BE 22 τοῦ om. ΒΕ 23 πανοίκιον scripsi: πανοίκειον BEEIP, πανοικεί· ὃν CG, πανοικί· ὃν MAF, πανοικὶ Κ; πανοικὶ Νῶε voluit Mang. 24 νεάσαντος BEP #x003E; καινοῦ coni. Mang. (cf. § 252) καὶ ἱεράτευμα καὶ ἔθνος ἅγιον“ (Exod. 19, 6) οἱ χρησμοὶ καλοῦσι. μηνύει δὲ τοὔνομα τὴν δύναμιν αὐτοῦ·

προσονομάζεται γὰρ Ἑβραίων γλώττῃ τὸ ἔθνος Ἰσραήλ, ὅπερ ἑρμηνευθέν ἐστιν „ὁρῶν θεόν.“ ὅρασις δ’ ἡ μὲν δι’ ὀφθαλμῶν ἐν ἁπάσαις καλλιστεύει ταῖς αἰσθήσεσιν, ἐπεὶ καὶ διὰ μόνης καταλαμβάνεται τὰ κάλλιστα τῶν ὄντων, ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, ἡ δὲ διὰ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ προφέρει τὰς ἄλλας ὅσαι περὶ αὐτὸ δυνάμεις· αὕτη δέ ἐστι φρόνησις ὄψις οὖσα διανοίας.

ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν.

αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται.

Ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν τριῶν ἀναγκαίως προειρήσθω. λεκτέον δ’ ἑξῆς, ἐν οἷς ἕκαστος ἰδίᾳ προήνεγκεν, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν λαβόντας. ἐκεῖνος τοίνυν εὐσεβείας, ἀρετῆς τῆς ἀνωτάτω καὶ μεγίστης, ζηλωτὴς γενόμενος ἐσπούδασεν ἕπεσθαι θεῷ καὶ καταπειθὴς εἶναι τοῖς προσταττομένοις ὑπ’ αὐτοῦ, προστάξεις ὑπολαμβάνων οὐ τὰς διὰ φωνῆς καὶ γραμμάτων μηνυομένας αὐτὸ μόνον, ἀλλὰ καὶ τὰς διὰ τῆς φύσεως 1 καὶ pr. om. H(v) 3 ἑρμηνευθέν ἐστιν Κ, ἑρμηνευθέν (om. ἐστιν) BE: ἑρμηνεύεται cetcri 4 δὲ ΒΕΚ ἡ μὲν] ἡμῖν CFG 5 καταλαμβάνεσθαι Α 6 σύμπας ὁ οὐρανός tiansp. Κ 7 ὅσαι BEK: ἃς αἱ CFG, ὅσαι αἱ ΜΑΗΡ αὐτὸ KMAHP: αὐτὸν BE, αὐτὰ CFG, αὐτὴν voluit Mang. δ’ ἐστὶ BEKF 8 δ’ 11 ἐξεγένετο μὴ μόνον HR(v) HP(v) ἐξεγένετο (sie) Α τἄλλα ΕΚ, τἆλλα Β: τὰ ἄλλα ceteri 9 ἐν τῆ φύσει om. ΒΕ 10…

θεώ…

The complete text is available when the reading interface loads.