De Josepho
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg021.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τρεῖς μέν εἰσιν ἰδέαι, δι’ ὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα.
ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος "ποιμένας λαῶν“ τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·
καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως 1. 2 Φίλωνος βίος πολιτικοῦ ὅπερ ἐστὶ περὶ ἰωσήφ C, βίος πολιτικοῦ ὅπερ ἐστὶ ἰωσήφβίος VOGHP, τοῦ πολιτικοῦ ὅπερ ἐστὶ περὶ ἰωσήφ BEKM, φίλωνος φίλωνος βίος πολιτικὸς ὅπερ ἐστὶ περὶ τοῦ ἰωσήφ Α, τοῦ αὐτοῦ βίος πολιτικὸς ὅπερ ἐστὶ περὶ ἰωσήφ F 3 τό om. G 4 μωσῆν Α 5 τε CVO: τ’ ceteri 7 φυλαρχῶν H διανίστησιν BEKMO, συνίστησιν F 9 ἑπτὰ καὶ δέκα F ante pr. τοῖς add. δι’ ὦν H1p ποιμαντικὴν M 10 ποιητικὸν] ποιητῶν F 11 κατωρθωκὼς BEK1M: ἄριστος V2K2O, ἄκρος ceteri 12 καὶ om. A ἀγέλης] ἄλλης G ἀνθρώπων om. Ο 13 καὶ om. A 14 ἀναγκαιότατον BKM: ἀναγκαιόταται ceteri 15 καὶ om. F 8 sqq. Gen. 37,2 sqq. 10 Hom. II. Α 263 al. οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας.
ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ’ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,
ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. φθόνος δὲ ὁ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθ’ ἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλ’ ἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα.
χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· "ἔδοξα" γάρ φησιν "ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“.
οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν.
ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον 1 οἰκειοτάτη Α προάγων ΑΚ: προαγωγή ceteri ἐπιστασίας καὶ στρατηγίας om. BEM, ἐπιστασίας καὶ om. CVOK στρατηγίας] μαστιγίας Κ, δημαγωγίας VO 2 ἐφορῶν Α αὐτῷ ante ὁ πατὴρ transp. G καὶ μεῖζον om. HP κατὰ CVO 4 ἦν om. F καὶ om. F 6 μόνον] μᾶλλον F θᾶττον] μᾶλλον Α (Mang.) 9. 10 ἐπιδείκνυντο (sic) M 11 ἑαυτοῖς CAG: αὑτοῖς BEVOH2, αὐτοῖς ceteri 11. 12 στεγόμενα] γενόμενα V1K2, γεννώμενα V2O 12 ἐπισχοῦσι Κ, ἐπιτυχοῦσι Α, ἀπιστοῦσι FGHP λόγων V2O βαρύτερον F1 13 ἀκάκοις τοῖς BEM: ἀκάκοις (om. τοῖς) K, ἀκακώτοις ceteri οἰκουροῦσαν HP 14 εὔνοις] ἄνοις (i. e. ἀνθρώποις) Α ἔδοξα—συλλογὴν (16) om. F ἔδοξε BM 15 ἀμητοῦ BEM 16 δρέπανον F post δρέπανα add. δὲ Η2 δὲ] μὲν Η 17 μὲν om. MH ἐμοῦ Turn. δρᾶμα (γ eras.) Ε, δρᾶμα F Α (Mang.) δ’ MAFK, δὲ ss. Β, om. E 18 ἀπὸ] ἐπὶ VOK2 τε καὶ VO 19 τῆς om. VO εἰς] ὡς VO 20 πρᾶγμ’ ἀδηλούμενον Η: πρᾶγμα δηλούμενον ceteri εἰκόσι στοχασμοῖς om. HP νομίζῃς F, νομίσης Α 21 καὶ om. BEM 23 προσλαμβάνων H, προλαμβάνον P, λαμβάνον F, προσλαμβανόμενον M 24 ὑπειδόμενος codd. τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον.
ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“
εὐλαβηθεὶς δ’ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα.
ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι.
ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον 1 τοῦ om. P προτέρου mg. Η, ἑτέρου in textu H ἀνέφηνεν Η 2 αὐτόν codd. (v) 4 δὲ C τι om. HP 5 καί φησιν om. O post ἀδελφοί add. σου Α 7 ἕνδεκα alt. om. CAFGHP 8 μήδ’ AVO, μὴ F ποτε om. Α λαθοῦσα] ἐλαθεῖσα vel λυθεῖσα coni. Mang. 9 καὶ om. FG ἐπεξέλθοι H τὴν om. VOF 10 ἄγαν] ἅπαν F 11 ὅσοις] οἷς BEK ελ ἰσότητος corr. ex ἰσότης Β, ἰσότης CEHP μέλλει BMV1, μέλλει Κ 12 δὲ CVO τις] πὼς Α συνδιαιτήσεως Κ (coni. Mang.): συναντήσεως ceteri γένηται VO 14 δ’ E 15 παθῶν καὶ om. VO 16 εἷναι om. F ἱκανὸς om. F καὶ ante πένθος om. Α 17 τὴν om. M 18 δὲ CAVO διανοίαις om. Α ἄχθος FHP 18. 19 ἐποικουροῦν Ο 21 ὁδὸν om. P τε om. M 21. 22 τε κακῶν καὶ ἀγαθῶν αὖ transp. Α 22 πειθαρχῶν ταῖς ἐπισκήψεσι transp. Α (Mang.) ἐπισκέψεσι BEMF1 23 ἥκει Κ 24 ἄλλος] ἄλλως Η διελαλοῦνθ᾿ G ὁπότ’ Α οὐδὲ CVO 25 ἀλλὰ C τὰ ante τοιαῦτα add. MAFH2 τοιαῦτ᾿ ΑΚ καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί.
καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί.
συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων
δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.
ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·
"εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; 1 προῆγον] προήχθησαν vel προῄεσαν coni. Mang. ἐπ’] ἐν F 2 ἀλλὰ C ἐπεβούλευον Α 2. 3 καταφ. ῥίπτειν ἀνελόντες ἐγνώκεσαν V, κ. ἀνελόντες ῥίπτειν ἑ. 2 ῥίπτειν CVO 3 ἀνελόντας Α ἐγνώκασιν F τῆς γῆς VO 4 ἄγος VO 5 παρηγορίαις Η πρεσβυτέρου Α, πρεσβύτου BEM 6 ἀλλὰ C αὐτὸν BMH 7 μετὰ τὴν om. CVO 9 δ’ (bis) BEKM 9. 10 ante ἀπαμπίσχουσι add. ἅπασαν AFGHP 10 δὲ CVO 11 διαπέμπουσι Α (fort. recte) πρόφασιν Α: προφάσει ceteri 13 ὁδοιπόρουν Α 14 εἰσηγησαμένου coni. Mang. 14. 15 τῆς γνώμης V2K2O 15 δοκεῖ VO 16 μή ποθ’ AG, μήποτε Κ: μήθ’ F, μὴ ceteri ὐπ’ αὐτῶν K 18 οὐ] ὁ F1 οὐδὲ γὰρ ἦν Α 20 τὴν ἐσθῆτα C καθὰ Α ἐκμανὴς G οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“
εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.
κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.
τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;
βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“
ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος 2 δὲ. VO πέπρακται (sic) Κ, πέπρα(??)ται E 2. 3 καλὴν εἷπεν ἐμπορίαν transp. VO 3 ἐστείλασθε εἶπε transp. M διανειμώμεθα codd.: διανεμώμεθα V 4 ἁμιλλησόμενοι coni. Mang. στεφανηφοροῦμεν KHP προσυποβάλλοντες M, προσεπιβάλλοντες VO 5 ὠμότητι] ἀμουσότητα F σεμνυνόμεθα CH2 κατ’ AVO τῶν ἀλλοτρίων P 6 μέγας Η καὶ add. ante περιβόητος Κ 7. 8 πανταχοῦ τῆς οἰκουμένης ante οἱ πατέρες ἡμῶν transp. Α 8 ἀπέλειπον HP ἀπολείψωμεν VOK καὶ pr. om. F μισανθρωπίας καὶ ἀπιστίας transp. Α 9 ἀθεραπεύτου HP φῆμαι] μνῆμαι HP 10 πανταχοῦ χόσε HP, πανταχοῦ Κ 11 τίν’ Α περὶ om. Α 12. 13 τὸ καθ’ ὑμᾶς coni. Mang. 13 παράσχησθε Κ, παρεσχῆσθαι BEMV1, παρέσχεσθε Α (Mang.) παρέσχετε V2O 14 οἰκτιεῖ τις Α 16 οὐδ’ ἑτέρου FHP #x003E; ἅπασιν conicio 18 ταχύτατοι FP ἐστε addidi εἰς ὀργὴν BKM: εἰς om. ceteri 19 καὶ πνεῖ] καπνεῖ Ε λαμπρῶς BEFH2; λάβρως coni. Mang. 20 δὲ C post πατὴρ add. αὐτοῦ VOK2 21 ἐξανήλωται CK 22 τῶν φανέντων A 23 αὐτοῦ codd.: αὐτῷ Mang. κατῃκισμένος καὶ κατεσχισμένος transp. ΒΕΚM, καὶ κατῃκισμένος om. C Philonis opera vol. IV 5 ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς.
εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον.
ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι.
εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.
ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς 1 ἐπὶ om. G 3 ἐκτραχηλιζούσης AFGHP: τραχηλιζομένης ceteri 4 στέρνα καὶ γένεια transp. Α κατένειφε AFGHP 5 αὑτὸν CAVOH2: αὐτὸν ceteri 6 τούτου eras. V, om. BEKMO τρόπος Markland: τάφος codd. post εἰ add. γὰρ V2K2O τῆς σῆς] τῆς ὁσίας V2K2O, τῆ ταφῆ BEM, τῆς σῆς, ἡ ταφὴ Κ1, σῆς in ὁσίας corr. et τῆ ταφὴ del. K2 7 post ἐθεράπευσα add. ἂν Mang. ἐνοσίλευσα C, νοσηλευθέντα V2O ἀποθνήσκοντι BEKM: ἀποθνήσκοντα ceteri (v) 8 ἀσπασμῶν BEKMVO: ἀσπασμάτων ceteri ἐπεδάκρυσα] ἐπεκάλυψα F D νενομισμένων V2K2O 9. 10 παρέλειπον HP, παρέλειψα F 10 τῆς pr. om. Α 11 πρὸς— τάφος (12) om. Ο ζῶνθ’ Α; ζώντων coni. Mang. πατρίδας Κ 12 ἀποθανόντος ΑΗΡ ὠκύμορος οὐδεὶς ἢ CVOBEKM: ὠκύμοροι δ’ εἰσὶ AFGHP(v) 13 ὀλιγοχρόνιος C: ὀλιγοχρονιώτατος ceteri 14 δὴ] δεῖ F μοι om. Α 15 οἱ Κ 17 ἄταφα F 18 ἐν ὁδῶ AFHP: ἄλλων ceteri (Mang.) 19 ταφῆς] κατηφείας Α 20 ἀτιθάσσοις AFGVO καὶ θοίνη om. P 21 τῶν ἀβουλήτων εἰμί transp. G 22 εἰκῆ Α: ἐκεῖθεν V2K2O, om. F, ἐκεῖ ceteri ἀλώμενος MOGH1, ἁλόμενος F 22. 23 θητεύων, ξενιτεύων transp. Α 24 ἥκιστ’ ἐχρῆν corr. ex ἥκιστα χρῆν C ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;
ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.
Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ’ Ἕλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον ὄνομα καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία.
ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα.
αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ παθεῖν 1 μετριοφρονεῖν Κ 2 ὅ μου C2MGO: ὃ μοῦ F, ὅμου Β, ὁμοῦ ceteri 3 ἀνατέτροφε CBEKM: ἀνατέτραφε ceteri καὶ om. BEM 4 alt. τοῦ] τῶ HP, τῶν V 5 ὅλως G μηδὲν O 6 δυνηθεὶς corr. ex δυνηθῆς F λαχεῖν Α ἡδ’ Α οὐδ’ ἂν] οὐδὲν P εἰσπεμφθῆναι Α: ἐκπεμφθῆναι ceteri οὐδενὸς ἕνεκα πεμφθῆναί coni. Wendl. δοκῆ G τὸ παράπαν om. Α ε καινισιν 7 καὶ om. F ὑπεμένησε Ο καίνωσιν BE(V1 ut vid.): καίνωσιν M, κένωσιν ς C, καίνισιν AFGHP, κακῶν V2O, κακῶν, ἶν’ ἦ Κ ἀλλήλους (sic) Κ 8 τοιαῦτα M, τοιαῦτα δ’ Β ἐπωδύρετο Α 9 ἐν αἰγύπτω τὸν παῖδα transp. CVO 10 ὅστις VO 12 τὰ pr. om. Α ἢ] καὶ HP 14 δὲ CVO κυρίου fort. delendum censuit Mang. ὄνομα addidi 15 δηλωμένω M πράγματι F (coni. Mang.): γράμματι ceteri ἐστι AFGHP: ἐπὶ ceteri 16 φύσιν C 17 ὁ om. M μία F 18 ἐστι om. Α προτρεπτικὸς V2O τῶν πρακτέων V2O ἀπαλλακτικὸς Α 19 οὐ] μὴ Α 21 ἤθη A παρεξηυρημένα C 23 ἑκάτερον HP μέρους Α, γένος ceteri 5* ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.
ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη
δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς.
ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ’ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ’ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,
καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν 1 τὰ ἀναίτια] τἀναντία VO 2 ἀγονίαν CVO: ἀγωνίας Κ, ἀγονίας ceteri τὸ λυπρόγεων CVO: τῶν λυπρογέων Κ, τό λυπρόγειον ceteri παράλειος BMH 4 ἔστι] τί F; ἔτι coni. Mang. δὲ CVOF ἡ alt. om. A 5 τοῖς om. C τῆς om. FG 6 ὁμογνωμονοῦσιν VO νόμοις BEMF ὥστ’ Α 7 αἱ κατὰ] εἰκότως G τὴν om. CAVOP προσθῆκαι— φύσιν (9) om. Α 8 πόλιν Turn. 9 δ’ ἐστὶ BEM φύσεως (sed εως eras.) C 11 πολιτεία om. P, add. mg. P πολύτροπος Ο ἐνδεχόμενον Α 12 αἰτίαις om. A πράξεων Κ (coni. Mang.): ξένων V2O, προξένων ceteri καὶ ante καιρῶν add. Α 13 γὰρ om. H συμμεταβάλλοι F 15 οὐ] οὐχὶ AFGHP οὐδὲ] οὐ BEM 16 ἐπιτάσεις om. C 17 αἰτίων CA: αἰτιῶν ceteri; σιτίων coni. Mang. ταῦτα suspectum; τὰ conicio 18 alt. ταυτὶ] ταῦτα BEKM οἶμαι om. Α 19 εἶναι ἀναγκαῖον transp. HP: εἶναι καὶ ἀναγκαῖον Turn., κατ’ ἀναγκαῖον εἶναι Mang. 20 δὲ VO δ’ BEKM ἢ—ὀλίγων (21) om. BEMO 21 μὲν] δὲ F μετὰ] μετὰ—ὁμιλοῦντα (22) om. BEM πειθοῦς] πλήθους K 22 τοῦ εἶναι BEKM (fort. recte) μετὰ κινδύνου τι, οἷον διὰ τὸ κοινωφελές, coni. Mang. 23 ἦ σκῆψις V2 ἑτέρους VO ἐξιστάμενον.
εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ’ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν.
ὁ δ’ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.
Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.
τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.
δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, 1 τό om. A 5 εἰσάγεται] γίνεται Α δ’ Α ἀτίθασον CBEHP: ἀτίθασσον ceteri ἡ] ὡς F λοχῶσα AFGHP: δόξα καὶ ceteri 5. 6 συναρπάσασα BEM, καὶ μαρμάζουσα (sic) F 7 ἀλλ’ ὄχλος AFGHP: ὄχλος ὁ ὄχλος VO) post δεσπότης transp. ceteri 8 ἐφεδρίας C 9 τρόπον om. FG τοῖς προτέροις C, τοὺς προτέρους om. H 10 φιλόκενον V 11 καὶ] μὲν Η (Turn.), om. Mang. 12 ἀπαχθεὶς AVO 14 συμπάσης] σὺν πᾶσι HP τῆς om. KO 15 γὰρ] δ’ Α οὐκ om. F 16 ἕκαστα ἐκεῖνος transp. MAF1GHP, ἤκιστα ἐκεῖνος F2 τῶ corr. ex τὸ C, τῶ corr. ex τοῦ Β, τοῦ E 18 πόλεως CK(v) καὶ χώρας καὶ ἔθνους transp. BEKM 19 μεγάλης AFGHP: μεγάλην ceteri 19. 20 ἐγγεγυμνάσθαι D 20 ἀσκηθῆναι D οἰκονομίαν] οἰκίαν D, οἰκίαν πράγμασιν V2O τε om. D 21 ἐστὶν om. BEKM ἐστὶ συνεσταλμένη D καὶ οἰκονομία AFGHPD: καὶ om. ceteri συνεσταλμένη D 22 καὶ] καὶ ἡ D τις om. D 23 παριστᾷ D οἰκονόμον F 11 sqq. Gen. cap. 39 19—70,4 DR fol. 218r Φίλωνος: δεῖ τὸν μέλλοντα αὐτός ἐστιν κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ
βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην.
ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ’ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν.
ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς "τί βιάζῃ;“ λέγων· "ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι.
τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ’ ἡμῖν δὲ οὐδ’ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ’ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν 2 ὁ μὲν γὰρ AV1, μὲν expunxit V2 3 κολασσιέα (sic) ἔργα κατασκευάσῃ D καὶ ante ὀλίγα add. Α 5 δ’ Α οἰκονομίαν C (Turn.) 6 ἀκόλαστον Α τῆς γὰρ εὐμορφίας CV1K, τὴν γὰρ εὐμορφίαν HP 7 τῶ νεανίσκω corr. C περὶ] ἐπὶ Α, om. F τῶ πάθει F λυττῶσα περὶ τὸ πάθος transp. G 8 λόγους om. BEM ἐναντιουμένῳ om. Α μηδὲ C 9 ὑπομένοντα Κ ἐνυπάρξασαν AFGHP: ὑπάρξασαν ceteri 10 δὲ om. Α post δὲ add. καὶ AFGHP 11 δὲ CAVO 12 προσπαθοῦσα F2HP: προπαθοῦσα AF1G, πρὸ πάθους CV1BEKM, πρὸς πάθος V2O; πρὸ πειθοῦς coni. Mang. 13 ἐπεσπᾶτο VO 14 ἀσθενεστέρους FHP νευροῦν εἴωθεν transp. Κ εὐκαιρίας F 15 δυνατώτερος γενόμενος transp. Α ἐλευθερίας HP, ἐλευθέρας CAFG βῆξαι BEM, ῥῆξαι λέγεται Κ, ῥήξας VO φωνὰς ἔρρηξε transp. Α 16 λέγει V2 νομίμοις AFGP mg. H: νόμοις ceteri χρώμεθ᾿ CVOK ὑμεῖς Κ 17 τοῖς δ’ ἄλλοις FGHP, τοῖς ἄλλοις δ’ Α 18 καὶ pr. om. F χαμετύπαις Α, χαμαιτύπαις Η, χαμαιτύποις VOF(v) ταῖς AFGHP: om. ceteri 18. 19 τῶ σώματι Κ 19 κεχρῆσθαι Α οὐδὲ ἑτέρα V1, οὐδετέρα G ζῆν Α: om. ceteri 20 κατὰ] καὶ AF θάνατος AFGHP: θανάτου ceteri 21 πρὸ] παρ’ ὃ F ἑταίρας BEM ἀλλὰ CA 22 συνερχόμεθα F 16 sqq. cf. Ambros. Epist. I 220. ἀλλὰ γνησίων παίδων σποράν.
εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ’ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ’ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι.
σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.
ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.
ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ’ αὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ’ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.
ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος 1 σποράν corr. ex σποράς VK, σποράς CBE, σπορᾶς M καθαρεύσω Α 2 τοῦ] τῆς F1 3 ante νεότητος add. ταῖς τῆς Α (Maug.) 4 τροφήν FP 5 post τίς add. ἂν AGHPV1 6 μόνον om. Α ὁμογνωμονοῦντες Κ: ὁμογνωμονοῦσι ceteri ὃ ante πανταχοῦ add. AFGHP 7 ἄξιον] ἀξίους γάρ V2O μυρίων θανάτων transp. F ἀκρίτως Α ἐκδιδόντας Η 8 τριττὸν Wendl.: τρίτον codd. προστίθεις P, προστιθεῖσα BEMGH, προστεθεῖσα F μοι om. H 9 κελεύεις BEKMF 11 ἵν᾿ ἀποστὰς] ἵνα πρὸς τὰς BEM 12 τὸν γάμον VO 14 ἤδη om. M πάντες (sed ἐς eras.) C ἐπιτέτραφε AVOP 16 παραινεῖν Α ἀμείψασθαι ἐν οἷς παραινεῖς transp. Ο ἀμείβεσθαι corr. ex ἀμείψασθαι Κ 17 οἰκείαις C1V1 18 καὶ pr. om. VO εὐεργεσίαις AFGHP: ἐργασίαις ceteri 20 ante τίνι add. καὶ HP(v) παραδέξομαι V2O; παραδεξόμενος coni. Mang. 22 ἐλαυνόμενον F 23 δ’ CVAK: om. ceteri 24 ἐῶ γὰρ λέγειν Α, ἐῶ λέγειν om. H ὅτι om. Κ1, ss. 2 22 ὀρθοῖς ὄμμασιν: cf. Soph. Oed. Tyr. 1385. Eur. Hec. 972. Theocr. 536. αἴσθηται ἢ συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς γενήσομαι κατ’ ἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε
δέδιμεν οὔτ’ αἰδούμεθα;“ πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο.
τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν "ἤγαγες" ἔφη „θεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,
ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.
ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν 1 κατείποι Α, κατείποι Κ 3 μικροῦ L (Turn.) δὲ om. H1P καὶ om. F 4 τοῦ om. CVO τῶν #x003E; coni. Wendl., cf. ἑ 170 et sic saepius 4. 5 οὔτ’ ἐδέδιμεν H (Turn.): οὔτε δείδιμεν Mang. 5 οὔτε CA 6 ἐκεκώφωτο Κ πρὸς ἅπαντα Κ: om. ceteri 6. 7 τὰς ἀκριβεστάτους Α 7 συνειδὼς F 7. 8 τὰ ἱμάτια om. Ο καταλιπὼν τὰ ἱμάτια transp. HP 9 αὐτῆς F εὑρησιλογεῖν C σκηπτομένης Κ 10 ἀμύνεται V1 αὐτῆς] ταύτης Α ἀνδρὶ αὐτῆς transp. Κ 11 καθυποκριναμένη V κοσμίαν VO: κόσμιον ceteri alt. καὶ] κἄν H; κἀν Turn., κἄν Mang. ἀκολάστοις] καλλίστοις P, ἄλλοις CVO 12 δυσχεραίνουσαν BMA: δυσχεραίνουσα ceteri (v) 13 ἤδη om. Α τὴν σὴν Κ: σὴν om. ceteri ψυχὴν] οὐσίαν vel κτῆσιν coni. Maug. 14 post ἐπιτρέψαντος add. σου V2O ἀπετόλμησεν ἐμοῦ transp. Α 15 τοῖς M 17 ἐμὲ ἐπεχείρησε transp. Α (Mang.) καὶ pr. om. VO 20 συλλήψεως] συνόψεως P ἣν AFGHP: om. ceteri 21 φέρειν HP 23 μεταδιδοὺς Α τοῦ] τοῦ νεανίου Κ (fort. recte) ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἡ ἐσθής, ἣν προὔφερεν ἡ γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι.
συγγνωστὸς δ’ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος.
Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ’ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει.
πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα.
τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι’ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ’ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη.
εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις.
Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· 1 δ’ CBEKM ὅτε F 2 προέφερεν H, προσέφερεν Α, προύφαινεν F ὑπὸ] ἀπὸ F ἣν] ἣν F βίας ἣν transp. HP 3 τὴν ὑπομονὴν secl. Mang.; τῆς ἐπιβουλῆς coni. Wendl., cf. § 248 4 μὲν om. Α 5 κατέχειν AFGHP: ἔχειν ceteri ἰδίαν] οἰκείαν Α ἔ ἀνάπλεῳ scripsi: ἀνάπλεων Η, ἀνάπλεως ceteri (v) 8 ἠρεμεῖν AFP ἐνσχολάζειν conicio ἐν ἑαυτῶ AHP(v) ἢ οὐχ ἧττον om. HP1 9 τῶ σώματι HP 10 post τρεῖς add. μὲν HP(v) διετύπωσεν ὁ λόγος VO (fort. recte), διετύπωσα H(v) 11 καὶ pr. om. VO μὲν om. O γοῦν O, οὖν om. G 12 δυεῖν CVOG: δυοῖν AKF, om. BEMHP (fort. recte) δὲ CVO 13 συντείνει K1: συνάδει ceteri (v) λυσιτελὴς F 14 τὰ τῆς πόλεως Α 15 μαθεῖν Α πάρεστι μανθάνειν transp. F 16 τὰς 2 om. ceteri καὶ alt. om. F κλήμασι Κ 17 πλεῖστοι Α (fort. recte) 19 ὑφ’ ὧν om. F ἐξανηλώθη CK τοῦ θ’ AFHP, τε om. G 19. 20 βαρβάρου CVOBEM 21 καὶ pr. om. AVO ἐπὶ κακῶν F post κακοῖς add. διαδέχονται V2O δηλονότι AFGHPK 22 ἐκ τῆς σωφροσύνης Α δεόντως· ὁ γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δ’ εἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς δι’ ὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι.
τίς οὖν ἡ πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δ’ ἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν.
ὅθεν καὶ — τὸ παραλογώτατον — γυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, δι’ ἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ.
προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;
οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ’ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες.
ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι
καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δ’ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ 1 τὸν] τὸ G 1. 2 εὐνοῦχος πρὸς ἀλήθειάν ἐστιν transp. O 2 ὅσα] σῶα F τῶ] τὸ C δὲ C 4 διὰ τῶν ὀφθαλμῶν Α 5 ἡ] οἱ 31 ὄχλων P εὐνούχῳ Κ 5. 6 δοκῶν ἐπιτηδεύειν Κ: ἐπιτηδεύει δ’ Η(v), ἐπιτηδεύειν (om. δοκῶν) ceteri 7 συνέλθοι AV1 8 τοῦ] τῆς P 11 σύμβολον M 12 ἁπάντων om. HP post ῥητῶν add. τε HP 14 ἕτερον οὐδὲν transp. Α 17 οἱ] οὐ F 18 ἐκλύεται AFGHP: ἐκλύονται ceteri δὲ om. CVO 19 μόνα codd.: μόνον v 25 ὀψαρτυταῖς—ὅμιλοι (24) om. G ὀψαρτύταις BEM, ὀψαρτυσταῖς II δ’ C νεωτέρων] ἑτέρων coni. Mang. 24 μέλλει ΒΜVΟ συνοίσοντα BEM: συνοίσοντα (sic) Κ, συνοίσοντα αὐτῶ A(V1 ut vid.), συνοίσοντα τῶ κοινῶ V2O, συνοίσοντα αὐτοῖς CFGHP 25 μόνον καρπώσονται transp. Α δ’] δὲ καὶ VO ἀκόλαστος] ἀκολάκευτος CBEM καὶ eras. V2, om. O 26 τοῦ ὄχλου coni. Mang. post αὐτῷ add. ὡς συνοίκω O (cf. 75,1) οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι’ ἡδονῆς ἐστί μοι πρᾶττε.
αὐστηρὸν γὰρ καὶ…
…
The complete text is available when the reading interface loads.