De decalogo
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg023.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τοὺς βίους τῶν κατὰ Μωυσέα σοφῶν ἀνδρῶν, οὓς ἀρχηγέτας τοῦ ἡμετέρου ἔθνους καὶ νόμους ἀγράφους αἱ ἱεραὶ βίβλοι δηλοῦσιν, ἐν ταῖς προτέραις συντάξεσι μεμηνυκὼς κατὰ τὰ ἀκόλουθα ἑξῆς τῶν ἀναγραφέντων νόμων τὰς ἰδέας ἀκριβώσω μηδ’, εἴ τις ὑποφαίνοιτο τρόπος ἀλληγορίας, τοῦτον παρεὶς ἕνεκα τῆς πρὸς διάνοιαν φιλομαθοῦς ἐπιστήμης, ᾗ πρὸ τῶν ἐμφανῶν ἔθος τὰ ἀφανῆ ζητεῖν.
πρὸς δὲ τοὺς ἀποροῦντας, τί δή ποτε οὐκ ἐν πόλεσιν ἀλλ’ ἐν ἐρήμῳ βαθείᾳ τοὺς νόμους ἐτίθει, λεκτέον πρῶτον μέν, ὅτι αἱ πολλαὶ τῶν πόλεων ἀμυθήτων κακῶν εἰσι μεσταί, καὶ τῶν πρὸς τὸ θεῖον ἀνοσιουργημάτων καὶ τῶν πρὸς ἀλλήλους ἀδικημάτων.
οὐδὲν γάρ ἐστιν ὃ μὴ κεκιβδήλευται, τὰ γνήσια τῶν νόθων παρευημερούντων καὶ τἀληθῆ τῶν εἰκότων, ἃ φύσει μὲν κατέψευσται, πιθανὰς δ’ ὑποβάλλει φαντασίας πρὸς ἀπάτην.
ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας 1 — 3 Φίλωνος περὶ τῶν δέκα λογίων λόγων scripsi), οἳ κεφάλαια νόμων εἰσί G, φίλωνος ἰουδαίου περὶ τῶν δέκα λογίων, ἃ κεφάλαια νόμων εἰσίν F, περὶ τῶν δέκα λογίων, ἆ κεφάλαια νόμων εἰσίν Η, φίλωνος ἰουδαίου εἰς τὴν (sic) δεκάλογον μώσεως AP, φίλωνος περὶ νόμων ἰδέας M, tit. om. Arm 4 μωϋσέα GH: μωυσῆν M, μωσέα ceteri 6 ἐν τῆ προτέρᾳ συντάξει Arm προτέραις] ἡμετέραις M κατὰ τὸ ἀκόλουθον Arm ut vid. 8 πρὸς διάνοιαν] δι’ ὑπονοιῶν coni. Mang. 9 (??) φιλομαθοῦς ἀ eras.) F ἐπιστάσεως coni. Wendl. ᾖ] ἡ Arm 10 τί δή ποτε] διὰ τί Η (v) 12 εἰσι κακῶν transp. F 14 παρημερευόντων M τὰ ἀληθῆ M 15 εἰκότων] εἰκαιοτέρων M κατεψεύσατο Η (Turn.) IG post ἀπάτην interpungit M: post πόλεσιν ceteri οὖν M: οὖ ceteri, ἀφ’ οὗ Arrn φύεται] ϋιωται (sic) M 17 τὰς κενὰς δόξας] τοὺς κενοδόξους coni. Mang. 11 — 270,5 Vindob. liist. gr. 67 fol. 56r Φίλωνος ἰουδαίου: αἱ πολλαὶ τῶν πόλεων ἐκπιεζόμενοι. σεμνοποιοῦντες διὰ χρυσῶν στεφάνων καὶ ἁλουργίδων καὶ πλήθους θεραπόντων καὶ ὀχημάτων, ἐφ’ ὧν οἱ λεγόμενοι μακάριοι καὶ εὐδαίμονες μετέωροι φέρονται, τοτὲ μὲν ὀρεῖς ἢ ἵππους καταζευγνύντες τοτὲ δὲ καὶ ἀνθρώπους, οἳ τὰ φορεῖα κατὰ τῶν αὐχένων ἀχθοφοροῦσι τὴν ψυχὴν
πρὸ τοῦ σώματος δι’ ὑπερβολὴν ὕβρεως πιεζόμενοι. τῦφος καὶ πολλῶν ἄλλων κακῶν δημιουργός ἐστιν, ἀλαζονείας, ὑπεροψίας, ἀνισότητος· αἱ δ’ εἰσὶν ἀρχαὶ ξενικῶν καὶ ἐμφυλίων πολέμων οὐδὲν μέρος, οὐ κοινόν, οὐκ ἴδιον, οὐ κατὰ γῆν, οὐ κατὰ θάλατταν, ἡσυχάζειν ἐῶσαι. τί δὲ δεῖ τῶν πρὸς ἀλλήλους ἁμαρτημάτων μεμνῆσθαι;
τύφῳ γὰρ καὶ τὰ θεῖα ἐξωλιγώρηται, καίτοι νομιζόμενα τῆς ἀνωτάτω τυγχάνειν τιμῆς· τιμὴ δὲ τίς ἂν γένοιτο, μὴ προσούσης ἀληθείας, ἣ καὶ ὄνομα καὶ ἔργον ἔχει τίμιον, ἐπεὶ καὶ τὸ ψεῦδος ἔμπαλιν ἄτιμον φύσει;
ἡ δ’ ὀλιγωρία τῶν θείων ἐμφανὴς τοῖς ὀξυδερκέστερον ὁρῶσι· μυρίας γὰρ ὅσας διὰ γραφικῆς καὶ πλαστικῆς μορφώσαντες ἰδέας ἱερὰ καὶ νεὼς αὐταῖς προσπεριεβάλοντο καὶ βωμοὺς κατασκευάσαντες ἀγάλμασι καὶ ξοάνοις καὶ τοιουτοτρόποις ἀφιδρύμασι τιμὰς ἰσολυμπίους καὶ ἰσοθέους ἀπένειμαν, ἅπασιν ἀψύχοις.
οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων ἐκτεθειώκασιν.
εἶτ’ ἄλλων παρ’ ἄλλοις τιμωμένων, ἡ περὶ τοῦ ἀρίστου κρατήσασα διχόνοια καὶ τὰς πρὸς τὰ ἄλλα πάντα διαφορὰς ἐγέννησεν.
εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν 3 μὲν] μὲν οὖν M ὀρεῖς] οὐρῆας M ἡ] καὶ H, om. M ἵππος ϊ ὑποζευγνύντες M 4 φορεῖα AP, φορία Vind., φορτία M τόν αὐχένα F 5 ἐκπιεζόμενοι Vind. τῦφος δὲ conicio 6. 7 ἀνισότητος Mang. : codd. 7 αἱ δ’] αἴδ’ MP, αἰ Arm 8 post διιὸν add. πρῶτον Ann 9 ἀλλήλους] ἄλλους M 10 ἐξωλιγωρεῖται M καίτοι] καὶ τὰ coni. Christophorson τυγχάνει F1 15 αὐτοῖς M προσπεριεβάλλοντο MH 16 ἰσολυμπίους Α, ἰσολυμπίας P καὶ ἰσοθέους M: om. ceteri; ἰσοθέους (ora. ἰσολυμπίους καὶ) Mang. 17 ἅπασιν] πᾶσιν M: πλάσμασιν vel πράγμασιν coni. Mang. ἱεραὶ om. γ’ 19 οὕτως F 20 ὄντως ὄντα transp. MH (v) #x003E; ἀληθῆ coni Mang. 21 εἶτα FGH 22 διαφορὰς] φορὰς GH (Turn.) 23 πόλεων Mang.: πόλεως codd. ἐννόει AP1 24 τοὺς μέλλοντας Arm 11. 12 DP fol. 322r Φίλωνος: τιμὴ τίς ἂν γένοιτο — ἔχει τί ψυχὴν ἀναγκαῖόν ἐστιν ἀπορρύψασθαι καὶ ἐκκαθήρασθαι τὰς δυσεκπλύτους κηλῖδας, ἃς μιγάδων καὶ συγκλύδων ὄχλος ἀνθρώπων κατὰ πόλεις προσετρίψατο.
τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι, καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες τύποι κατὰ μικρὸν ἀμαυρούμενοι καὶ ἀπορρέοντες ἀφανισθῶσι.
τοῦτον τὸν τρόπον καὶ οἱ τὴν ἰατρικὴν ἀγαθοὶ σῴζουσι τοὺς κάμνοντας· οὐ γὰρ πρότερον σιτία καὶ ποτὰ παρέχειν ἀξιοῦσι, πρὶν ἢ τὰ τῶν νόσων αἴτια ὑπεξελέσθαι· μενόντων γὰρ ἀνωφελεῖς αἱ τροφαί, ἀλλὰ καὶ ἐπιζήμιοι, ὗλαι γινόμεναι τοῦ πάθους.
εἰκότως οὖν ἐκ τῶν κατὰ πόλεις βλαβερωτάτων συνηθειῶν εἰς ἐρήμην ἀπαγαγών, ἵνα κενώσῃ τὰς ψυχὰς ἀδικημάτων, ἤρξατο προσφέρειν ταῖς διανοίαις τροφάς· αὗται δὲ τίνες ἂν εἶεν ὅτι μὴ νόμοι καὶ λόγοι θεῖοι;
τρίτη δέ ἐστιν αἰτία ἥδε· καθάπερ οἱ στελλόμενοι μακρὸν πλοῦν, οὐχ ὅταν ἐπιβάντες τῆς νεὼς ἀπὸ λιμένος ἐξαναχθῶσιν, ἄρχονται κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις.
φασὶ δέ τινες καὶ τετάρτην αἰτίαν οὐκ ἀπῳδὸν ἀλλ’ ἐγγυτάτω τῆς ἀληθείας· ἐπειδὴ γὰρ ἔδει πίστιν ἐγγενέσθαι ταῖς διανοίαις περὶ τοῦ μὴ εὑρήματα ἀνθρώπου τοὺς νόμους ἀλλὰ θεοῦ χρησμοὺς σαφεστάτους εἶναι, πορρωτάτω τῶν πόλεων ἀπήγαγε τὸ ἔθνος εἰς ἐρήμην βαθεῖαν 1 ἀπορρίψασθαι M καθάρασθαι M 1. 2 δυσεκπλήτους G, δυσεκπλύκτους P 3 πόλιν M 5 ἀνομημάτων M 6. 7 οἱ περὶ τὴν ἰατρικὴν AP 7 γὰρ om. M Arm καὶ ποτὰ om. II (v) 8 παρασχεῖν Vind. ἀξιοῦντες M πρὶν om. M 9 ἀλλὰ καὶ M: om. ceteri (v) γενόμεναι M 10 πόλεις Mang. (sic Arm): πόλιν codd. 11 ἐρήμην codd.: ἔρημον Mang. 12.13 λόγοι καὶ νόμοι M 13 δ’ ἐστὶν M 14 λιμένος FH: λιμένων MAPCi 15 μένοντες] μὲν ὄντες Arm 16 εὐτρεπίζοντες Η 18 πολιτεύωνται Turn. ἡτοιμασμένους M τοὺς om. Turn. 19 εὖ ἀσκηθέντας Arm ἤμελλον H 20 χρησομένοις M 21 ἐν Α: ἐφ’ ceteri (Turn.) ὁμονοίᾳ] ὁμοία Η διαμονὴ Α ἐπιβαλόντων F 22 ἀπῳδὸν] ἀπᾴδουσαν M 23 διανοίαις αὐτῶν Arm 25 ἔρημον F (Mang.) 6—9 Vindob. hist. gr. 67 fol. 56v: τοῦτον τὸν τρόπον — τοῦ πάθου καὶ ἄγονον οὐ μόνον ἡμέρων καρπῶν ἀλλὰ καὶ ποτίμου ὕδατος, ἵν’,
ἐὰν ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης, μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους, ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων ἔσχον οὐκ ἐλπίσαντες.
ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον.
Αἵδ’ εἰσὶν ἐν στοχασμοῖς εἰκόσιν αἰτίαι λεγόμεναι περὶ τοῦ διαπορηθέντος· τὰς γὰρ ἀληθεῖς οἶδεν ὁ θεὸς μόνος. εἰπὼν δ’ ἅπερ ἥρμοττε περὶ τούτων ἑξῆς αὐτοὺς ἀκριβώσω τοὺς νόμους, ἐκεῖνο κατὰ τὸ ἀναγκαῖον προμηνύσας, ὅτι τῶν νόμων οὓς μὲν αὐτὸς ὁ θεὸς οὐ προσχρησάμενος ἄλλῳ δι’ ἑαυτοῦ μόνου θεσπίζειν ἠξίωσεν, οὓς δὲ διὰ προφήτου Μωυσέως, ὃν ἀριστίνδην ἐκ πάντων ὡς ἐπιτηδειότατον ἱεροφάντην ἐπελέξατο.
τοὺς μὲν οὖν αὐτοπροσώπως θεσπισθέντας δι’ αὐτοῦ μόνου συμβέβηκε καὶ νόμους εἶναι καὶ νόμων τῶν ἐν μέρει κεφάλαια, τοὺς δὲ διὰ τοῦ προφήτου πάντας ἐπ’ ἐκείνους ἀναφέρεσθαι.
λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· 1 ἡμέρων oin. Arm ἵν᾿ M : ἵνα ceteri ἐὰν om. M 2 ἐν om. G δίψη Η (v) 3. 4 ἀνευρίσκωσιν ἀπαυτοματισθέντων transp. H (Turn.) 4 μάνα H 4. 5 προσόψιμα Η 5 pr. δὲ] τε Richt. ἀπ’ secludendum putavit Mang. ὀρτυγομήτρας codd. (cf. Exod. 16,13): ὀρτυγομητρῶν Mang. alt. δὲ] μὲν Η 6 τὸ om. M δὲ om. M 7 θαυμάζωσιν εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους M Arm : θαυμάζωσι Νεῖλον μηδ’ εἰ συμβέβηκεν εἶναι θεοῦ τοὺς νόμους ceteri (v) τοὺς νόμους corr. ex τοῖς νόμοις Η post νόμους add. ἀμφιγνοῶσιν mg. H2 (v) 9 ἀφθονίαν — εὖ ζῆν (10) om. M 10 ἀφορμὰς] ἀφθονίας Α 11 post ζῆν add. καὶ ὡς εἰκὸς Η et mg. P2 (v) 13 αἴτιαι corr. in αἰτίαι F περὶ om. M 14 οἶδεν ὁ θεὸς M: θεὸς οἶδε ceteri (v) δ’ ἅπερ M: δὲ ἃ cetori (Turn.) 16 τῶν νόμων] τοὺς νόμους M οὓς] τοὺς M 17 ἑαυτοῦ M: αὑτοῦ G, αὐτοῦ corr. in αὐτοῦ H, αὐτοῦ APF οὐ μόνον G οὓς] τοὺς M 18 τοῦ προφήτου APF μώσεως MAPFH, om. G ὃν] ὃς H ἐκ πάντων M: ἐξ ἀπάντων ceteri (v) ἱεροφάντην M: ὡς ἱεροφαντεῖν ceteri (v) 19 ἐπελέξατο M: εἵλετο ceteri (v) αὐτοπροσώπους Α 20 pr. καὶ om. Arm 22 περὶ MF: καὶ περὶ ceteri (v) post γε add. περὶ Arm ὧν εὐθέως ἄξιον θαυμάσαι τὸν ἀριθμὸν δεκάδι τῇ παντελείᾳ περατουμένων, ἣ πάσας μὲν ἀριθμῶν διαφορὰς ἀρτίων καὶ περιττῶν καὶ ἀρτιοπερίττων, ἀρτίων μὲν δυοῖν, περιττῶν δὲ τριῶν, ἀρτιοπερίττων δὲ πέντε, πάσας δὲ λόγων τῶν ἐν ἀριθμοῖς πολυπλασίων καὶ ἐπιμερῶν καὶ ὑποεπιμερῶν περιέχει, πάσας δ’ ἀναλογίας,
τήν τε ἀριθμητικήν, ἣ τῷ ἰσαρίθμῳ ὑπερέχει καὶ ὑπερέχεται, οἷον ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τρία, καὶ τὴν γεωμετρικήν, καθ’ ἣν οἷος ὁ λόγος πρὸς τὸν πρῶτον τοῦ δευτέρου, τοιοῦτος καὶ ὁ πρὸς τὸν δεύτερον τοῦ τρίτου, ὡς ἔχει ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τέσσαρα, ἔν τε διπλασίοις καὶ τριπλασίοις καὶ συνόλως πολυπλασίοις καὶ πάλιν ἐν ἡμιολίοις καὶ ἐπιτρίτοις καὶ τοῖς παραπλησίοις, ἔτι μέντοι καὶ τὴν ἁρμονικήν, καθ’ ἣν ὁ μέσος τῶν ἄκρων τῷ ἴσῳ μορίῳ ὑπερέχει τε καὶ ὑπερέχεται, ὡς ἔχει ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ ἕκτου.
περιέχει δὲ ἡ δεκὰς καὶ τὰς τῶν τριγώνων καὶ τετραγώνων καὶ τῶν ἄλλων πολυγώνων ἐμφαινομένας ἰδιότητας καὶ τὰς τῶν συμφωνιῶν, τήν τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ, τῷ τέσσαρα πρὸς τρία, καὶ τὴν διὰ πέντε ἐν ἡμιολίῳ, τῷ τρία πρὸς δύο, καὶ τὴν διὰ πασῶν ἐν διπλασίῳ, τῷ δύο πρὸς ἕν, καὶ τὴν δὶς διὰ πασῶν ἐν τετραπλασίῳ, τῷ ὀκτὼ πρὸς δύο.
παρό μοι δοκοῦσι καὶ οἱ πρῶτοι τὰ ὀνόματα τοῖς πράγμασι θέμενοι — σοφοὶ γὰρ ἦσαν — εἰκότως αὐτὴν προσαγορεῦσαι δεκάδα, ὡσανεὶ δεχάδα οὖσαν, παρὰ τὸ δέχεσθαι καὶ κεχωρηκέναι τὰ γένη πάντα τῶν ἀριθμῶν καὶ λόγων τῶν κατ’ ἀριθμὸν 1 εὐθὺς M 1.2 περατουμένων codd.: περαιουμένων Turn., περανουμένων Mang. 2 ἣ] εἰ M ἀριθμῶν] ἀριθμουμένων AP διαφορὰς ἀρτίων ἀριθμῶν transp. G 2. 3 καὶ ἀρτιοπερίττων om. L (Turn.) 3 δυοῖν ex δυεῖν corr. Η, δυεῖν FG 4. 5 ὑποεπιμερῶν M: ἐπιμορίων ceteri (v) 5 δὲ M, om. Arm ἡ τῷ] τῷ γὰρ Arm 5. 6 τῶν ἰσαρίθμων AP, τῶ ἴσω ἀριθμῶ M 6 ἐπὶ τὸ α' καὶ β' καὶ γ' M 7. 8 πρὸς τὸν πρῶτον τοῦ δευτέρου] τοῦ α' πρὸς τὸν τοῦ β' M 8 τοιοῦτος om. AP1 ὁ MH: om. ceteri πρὸς τὸν δεύτερον τοῦ τρίτου] τοῦ β' πρὸς τὸν γ' M 9 τοῦ] τὸ F, om. M ἓν καὶ ἓν ὁ εῖς καὶ δύο καὶ τρεῖς καὶ τριάκοντα τέσσαρες M τέτταρα AP 9. 10 καὶ συνόλως πολυπλασίοις MF Arm: om. ceteri 12 post μορίῳ add. καὶ Η (v) ὑπερέχει τε καὶ ὑπερέχεται MF: ὑπερέχεται καὶ ὑπερέχει ceteri (v) τρίτου] α' MG; δευτέρου coni. Christophorson (Mang.), sed cf. de opif. mundi § 110 τετάρτου] δ' M, τέσσαρα G 13 ἕκτου] ς' M, ἐς G ἕκτου καὶ τετάρτου καὶ τρίτου transp. Arm τῶν H: om. ceteri 15 τεττάρων FH ἐν om. APF τῷ] τοῦ G δ' M 15. 16 πρὸς τὸν τρία G 16 γ' M γ' M β' M 17 β' M α' M δὶς καὶ διὰ Η 18 τῶ] τὰ Η η' M β M 20 ὡσανεὶ] οἱονεὶ Ἀρ’ 21 συγκεχωρηκέναι Turn. τὰ γένη τῶν ἀριθμῶν πάντα καὶ κεχωρηκέναι transp. M πάντα τὰ γένη transp. AP λόγους M ἀριθμῶν corr. in ἀριθμὸν AFH
καὶ ἀναλογιῶν ἁρμονιῶν τε αὖ καὶ συμφωνιῶν. τὴν μέντοι δεκάδα πρὸς τοῖς εἰρημένοις καὶ διὰ ταῦτα εἰκότως ἄν τις θαυμάσειε περιέχουσαν τήν τε ἀδιάστατον φύσιν καὶ τὴν διαστηματικήν· ἡ μὲν οὖν ἀδιάστατος τάττεται κατὰ σημεῖον μόνον, ἡ δὲ διαστηματικὴ κατὰ τρεῖς ἰδέας γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ·
τὸ μὲν γὰρ δυσὶ σημείοις περατούμενόν ἐστι γραμμή, τὸ δ’ ἐπὶ δύο διαστατὸν ἐπιφάνεια, ῥυείσης ἐπὶ πλάτος γραμμῆς, τὸ δ’ ἐπὶ τρία στερεόν, μήκους καὶ πλάτους βάθος προσλαβόντων, ἐφ’ ὧν ἵσταται ἡ φύσις· πλείους γὰρ τριῶν διαστάσεις οὐκ ἐγέννησεν.
ἀρχέτυποι δὲ τούτων ἀριθμοὶ τοῦ μὲν ἀδιαστάτου σημείου τὸ ἕν, τῆς δὲ γραμμῆς τὰ δύο, καὶ ἐπιφανείας μὲν τρία, στερεοῦ δὲ τέσσαρα, ὧν ἡ σύνθεσις ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεσσάρων ἀποτελεῖ δεκάδα παραφαίνουσαν τοῖς ὁρατικοῖς καὶ ἕτερα κάλλη·
σχεδὸν γὰρ ἡ ἀπειρία τῶν ἀριθμῶν ταύτῃ μετρεῖται, διότι οἱ συστήσαντες αὐτὴν ὅροι τέσσαρές εἰσιν, ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα, οἱ δ’ ἴσοι ὅροι ἑκατοντάδα γεννῶσιν ἐκ δεκάδων — δέκα γὰρ καὶ εἴκοσι καὶ τριάκοντα καὶ τεσσαράκοντα γίνονται ἑκατόν —, ὁμοίως δὲ καὶ χιλιάδα ἐξ ἑκατοντάδων καὶ μυριάδα ἐκ χιλιάδων, μονὰς δὲ καὶ δεκὰς καὶ ἑκατοντὰς καὶ χιλιὰς τέσσαρες ὅροι οἱ δεκάδα γεννῶντες·
ἥτις δίχα τῶν πρόσθεν εἰρημένων καὶ ἑτέρας ἀριθμῶν ἐμφαίνει διαφοράς, τόν τε πρῶτον κόσμον, ὃς μονάδι μόνῃ μετρεῖται, οὗ παράδειγμα ὁ τρεῖς, ὁ πέντε, ὁ ἑπτά, καὶ τὸν τετράγωνον, τὸν τέσσαρα, τὸν ἰσάκις ἴσον, καὶ μὲν δὴ τὸν κύβον, τὸν ὀκτώ, ὅς ἐστιν ἰσάκις ἴσος ἰσάκις, καὶ τὸν τέλειον, τὸν ἕξ, ἰσούμενον τοῖς ἑαυτοῦ μέρεσι, τρισὶ καὶ δυσὶ 2 εἰκότως ἄν τις M: ἄν τις εἰκότως ceteri (v) θαυμάσειε MAP: θαυμάσαι FGH 5 γραμμὴν καὶ ἐπιφάνειαν καὶ στερεόν coni. Mang. γὰρ om. F 6 δ’ AP: δὲ ceteri 7 δὲ Μ τρεῖς M βάθους MII, Λαὶ βάθος AP β' α' βάθους πλάτους Η 8 ἡ om. GH (v) 10 γ' M 11 δ' M α' M δυεῖν GH, β' M γ' M 12 τεττάρων APF, δ' M ἀποτελεῖ δεκάδα — τέτταρα (14) om. M ὁρατικοῖς APFG: ὁρατοῖς Η (Turn.) 13 μετρεῖται] περατοῦται vel περαίνεται coni. Mang. 14 ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα G: ἑνὸς καὶ δυοῖν δυεῖν 11) καὶ τριῶν καὶ τεττάρων APFH (v) 15 δ’ M: δὲ ceteri 15. 16 ι' γὰρ καὶ κ' G, δεκάδα γὰρ καὶ εἰκοσάδα M 16 λ' MG μ' MG γίνονται F: γίνεται MG, γεννῶσιν H (v), om. AP ρ' MAP 18 δ' M δεκάδα] ι' M 20 κόσμον M: om. ceteri (v) ὃς] ὡς F μόνη MAPFG: μόνον Η (v) μετρεῖται μόνη transp. G 21 τρεῖς FH, γ' M: τρία APG (Mang.) ε' M ζ' M τέσσαρα APG, δ' M: τέταρτον FH (v) 22 τὸν κύβον .M: τὸν om. ceteri (v) ὀκτώ FG, η' M: ὄγδοον G mg. P (v), αὐτώ (sic) Α, αὐτόν P pr. ἰσάκις om. M 23 τὸν ἐξισούμενον M αὐτοῦ MF γ' καὶ β' καὶ α' M καὶ ἑνί.
τί δὲ δεῖ καταλέγεσθαι τὰς δεκάδος ἀρετὰς ἀπείρους τὸ πλῆθος, πάρεργον ποιουμένους ἔργον μέγιστον, ὃ καθ’ αὑτὸ συμβέβηκεν αὐταρκεστάτην εἶναι ὑπόθεσιν τοῖς περὶ τὰ μαθήματα διατρίβουσι; τὰς μὲν οὖν ἄλλας ὑπερθετέον, μιᾶς δ’ οὐκ ἄτοπον ἴσως ἐπιμνησθῆναι δείγματος ἕνεκα.
τὰς γὰρ ἐν τῇ φύσει λεγομένας κατηγορίας δέκα μόνας εἶναί φασιν οἱ ἐνδιατρίβοντες τοῖς τῆς φιλοσοφίας δόγμασιν· οὐσίαν, ποιόν, ποσόν, πρός τι, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι, τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνον καὶ τόπον.
οὐδὲν γάρ ἐστι τούτων ἀμέτοχον· οἷον ἐγὼ μετέχω μὲν οὐσίας δανεισάμενος ἀφ’ ἑκάστου τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη ὅδε ὁ κόσμος, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, τὰ πρὸς τὴν ἐμὴν σύστασιν αὐταρκέστατα· μετέχω δὲ καὶ ποιότητος, καθ’ ἣν ἄνθρωπός εἰμι, καὶ ποσότητος, ᾗ πηλίκος· γίνομαι δὲ καὶ πρός τι, ὅταν μου πρὸς δεξιοῖς τις ἢ πρὸς εὐωνύμοις ᾖ· ἀλλὰ καὶ ποιῶ, τρίβων τι ἢ κείρων, καὶ πάσχω, κειρόμενος ἢ τριβόμενος ὑφ’ ἑτέρων· κἀν τῷ ἔχειν ἐξετάζομαι, ἢ περιβεβλημένος ἢ ὡπλισμένος, κἀν τῷ κεῖσθαι, σχεδόν τι καθεζόμενος ἢ κατακεκλιμένος· εἰμὶ δὲ πάντως κἀν τόπῳ καὶ χρόνῳ, τῶν προειρημένων οὐδενὸς δυναμένου χωρὶς ἀμφοῖν ὑφίστασθαι.
Ταυτὶ μὲν οὖν ἀποχρώντως λελέχθω, συνυφαίνειν δ’ ἀναγκαῖον τὰ ἀκόλουθα. τοὺς δέκα λόγους ἢ χρησμούς, νόμους ἢ θεσμοὺς πρὸς ἀλήθειαν ὄντας, ἀθροισθέντος τοῦ ἔθνους ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εἰς ἐκκλησίαν, ὁ πατὴρ τῶν ὅλων ἐθέσπισεν. ἆρά γε φωνῆς τρόπον 1 δεκάδας H 2 μέγιστον ἔργον transp. Arm 3 τοῖς — διατρίβουσι om. M 4 ἐπιμνησθῆναι MF: ὑπομνησθῆναι ceteri (v) 5 ἕνεκεν GH (v) δέκα] δεκάδας Turn. 6 φασὶν εἶναι transp. M ἐνδιατρίψαντες M τοῖς τῆς M: om. ceteri (v) 7 οὐσία FH post πρός τι add. ποῦ πότε M 8 πάντα addidi (cf. vol. II 24,14) ; τὰ ὧν ἄνευ οὐκ ἔστι τι coni. Mang. ἄνευ χρόνου καὶ τόπου Α Arm καὶ] ἡ καὶ M post τόπον add. εἶναι M 9 μὲν μετέχω transp. GH (v) 10 ὅδε] ὅλος Η (v) 11 καὶ om. Α 12 καθ’ ἣν] καθὸ Α πηλίκοσδε F, πηλικότητος Arm πηλίκος γίνομαι (om. δὲ) M 13 τις] στῆς M ᾖ· ἀλλὰ] ἢ ἀλλαχῆ M 14 ποιῶ M: ποιῶ ποιῶν A) τι ceteri (v) τι (post τρίβων) om. Α κείρων Mang. : καίων codd. Arm πάσχων A 15 ἑτέρου G κἀν F: κἀν ceteri, ἐν Arm ἐξετάζομαι Α κἀν AF: κἄν ceteri 16 σχεδόν τι M: σχέδην ceteri (v) 17 κἂν (κἀν scripsi) τόπω καὶ χρόνω M Arm: κἄν χρόνω κἄν τόπω F, καὶ χρόνω καὶ τόπω ceteri δυναυφ μένων H (Turn.) 18 συνίστασθαι H IJ) ταύτῃ M, ταῦτα AP 20 νόμους M Arm: ἡ νόμους ceteri (v) 21 οὓς ante ἀθροισθέντος add. FGH (v) καὶ γυναικῶν ὁμοῦ transp. M 22 εἰς ἐκκλησίαν M: ἐν ἐκκλησία APFG, om. H (Turn.) φωνῆς τρόπον] φωνὴν γήινον M τρόπου corr. in τρόπον Α προέμενος αὐτός; ἄπαγε, μηδ’ εἰς νοῦν ποτ’ ἔλθοι τὸν ἡμέτερον· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, στόματος καὶ γλώττης καὶ ἀρτηριῶν δεόμενος.
ἀλλά γέ μοι δοκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον ἱεροπρεπέστατόν τι θαυματουργῆσαι κελεύσας ἦχον ἀόρατον ἐν ἀέρι δημιουργηθῆναι, πάντων ὀργάνων θαυμασιώτερον, ἁρμονίαις τελείαις ἡρμοσμένον, οὐκ ἄψυχον ἀλλ’ οὐδ’ ἐκ σώματος καὶ ψυχῆς τρόπον ζῴου συνεστηκότα, ἀλλὰ ψυχὴν λογικὴν ἀνάπλεω σαφηνείας καὶ τρανότητος, ἣ τὸν ἀέρα σχηματίσασα καὶ ἐπιτείνασα καὶ πρὸς πῦρ φλογοειδὲς μεταβαλοῦσα καθάπερ πνεῦμα διὰ σάλπιγγος φωνὴν τοσαύτην ἔναρθρον ἐξήχησεν, ὡς τοῖς ἔγγιστα τοὺς πορρωτάτω κατ’ ἴσον ἀκροᾶσθαι δοκεῖν.
ἀνθρώπων μὲν γὰρ αἱ φωναὶ πρὸς μήκιστον ἀποτεινόμεναι πεφύκασιν ἐξασθενεῖν, ὡς ἀριδήλους τοῖς μακρὰν ἀφεστηκόσι μὴ γίνεσθαι τὰς ἀντιλήψεις ταῖς ἐπεκτάσεσιν ἐκ τοῦ κατ’ ὀλίγον ἀμαυρουμένας, ἐπειδὴ καὶ τὰ ὄργανα φθαρτά·
τὴν δὲ κεκαινουργημένην φωνὴν ἐπιπνέουσα θεοῦ δύναμις ἤγειρε καὶ ἐζωπύρει καὶ ἀναχέουσα πάντῃ τὸ τέλος τῆς ἀρχῆς ἀπέφαινε τηλαυγέστερον, ἀκοὴν ἑτέραν πολὺ βελτίω τῆς δι’ ὤτων ταῖς ἑκάστων ψυχαῖς ἐντιθεῖσα· ἡ μὲν γὰρ βραδυτέρα πως οὖσα αἴσθησις ἀτρεμίζει, μέχρις ἂν ὑπ’ ἀέρος πληχθεῖσα διακινηθῇ, φθάνει δ’ ἡ τῆς ἐνθέου διανοίας ὀξυτάτῳ τάχει προϋπαντῶσα τοῖς λεγομένοις.
Φωνῆς μὲν δὴ τῆς θείας πέρι τοσαῦτα. δεόντως δ’ ἄν τις ἀπορήσαι, τοῦ χάριν, πλείστων ὅσων μυριάδων εἰς ἓν ἠθροισμένων χωρίον, ἕκαστον θεσπίζειν τῶν δέκα λογίων ἠξίωσεν ὡς οὐχὶ πρὸς πλείους ἀλλ’ ὡς πρὸς ἕνα, „οὐ μοιχεύσεις“ λέγων, „οὐ φονεύσεις,“ „οὐ 1 προιέμενος M αὐτούς F2 (H1?) ἔλω APH (Turn.) ὑμέτερον Α 3 ἀλλά γέ μοι M ἀλλά γ’ ἐμοὶ Wendl.): ἀλλ’ ἐμοὶ cetevi (v) κατ’ M Arm: τὰ κατ’ ceteri (Turn.) 4 ἦχον M: ἠχὴν ceteri (v) 5 ἡρμοσμένον MAPFG: ἡρμοσμένον corr. in ἡρμοσμένων H ἡρμοσμένων v) ἄψυχον corr. ex ἄψυχος Η 6 οὐδέ FG συνεστηκότα scripsi: συνεστηκότος APFH, συνεστηκὸς G, συνεστηκὼς M; συνεστηκυῖαν coni. Mang. ψυχὴν] ἠχὴν coni. Mang. (cf. vol. Η 277,19) 7 ἀνάπλεω M: ἀνάπλεων ceteri τρανότητος F post τρανότητος add. περιέχουσαν Christophorson y τοὺς] καὶ τοῖς M 10 γὰρ om. Α 14 καινουργουμένην M ἐπιπνέουσαν PGH 15 πάντῃ] πᾶν M ἀρχῆς M Arm (Mang.): ἠχή ceteri (Turn.) ἀπέφηνε corr. ex ἀπέφαινε Η, ἀπέφηνε M (v) 16 ἑκάστου Η (Turn.) IG. 17 ἐντεθεῖσα Η 17 πῶς Α post οὖσα add. τῶν ὤτων Christophorson (Mang.) 18 δ’ ἡ] δὴ M 19 προυπαντῶσα scripsi (sic Arm): προσυπαντῶσα codd.; προαπαντῶσα voluit Mang. 20 δὴ τῆς om. M δεόντως] ἐξόντως M 21 ἀπορήσαι GH2: ἀπορῆσαι MFH1, ἀπορήσοι Η (sic Mang.) 22 ἑκάστῳ Arm 23 ἀλλὰ GH ὡς om. H (Turn.) οὐ φονεύσεις om. Arm κλέψεις“ (Exod. 20, 13 ss.) καὶ τὰ ἄλλα ταύτῃ.
λεκτέον οὖν ἓν μέν, ὅτι βούλεται κάλλιστον ἀναδιδάξαι μάθημα τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς γραφαῖς, ὡς ἄρα καθ’ αὑτὸν εἷς ἕκαστος, ὅταν ᾖ νόμιμος καὶ θεῷ καταπειθής, ἰσότιμός ἐστιν ὅλῳ ἔθνει πολυανθρωποτάτῳ, μᾶλλον δὲ καὶ πᾶσιν ἔθνεσιν, εἰ δὲ δεῖ περαιτέρω προελθόντα εἰπεῖν, καὶ παντὶ τῷ κόσμῳ.
διόπερ ἐν ἑτέροις ἐπαινῶν τινα δίκαιον ἄνδρα φησίν· „ἐγώ εἰμι ὁ θεὸς σός“ (Gen. 17, 1)· ὁ δ’ αὐτὸς ἦν καὶ κόσμου θεός, ὡς τοὺς ὑπηκόους τὴν αὐτὴν τεταγμένους τάξιν καὶ ὁμοίως εὐαρεστοῦντας τῷ ταξιάρχῳ τῆς ἴσης ἀποδοχῆς καὶ τιμῆς μεταλαμβάνειν.
δεύτερον δέ, ὅτι κοινῇ μὲν ὡς πλήθει τις ἐκκλησιάζων οὐκ ἐξ ἀνάγκης διαλέγεται ἑνί, ὅτε δὲ προστάττων ἢ ἀπαγορεύων, ἰδίᾳ ὡς ἑνὶ ἑκάστῳ τῶν ἐμφερομένων εὐθὺς ἂν δόξαι τὰ πρακτέα καὶ κοινῇ πᾶσιν ἀθρόοις ὑφηγεῖσθαι· εὐπειθέστερος δὲ ὁ τὰς παραινέσεις αὐτοπροσώπως δεχόμενος, ὁ δὲ συλλήβδην μεθ’ ἑτέρων κεκώφωται τὸν ὄχλον ἀφηνιασμοῦ παρακάλυμμα ποιούμενος.
τρίτον, ἵνα μηδείς ποτε βασιλεὺς ἢ τύραννος ἀφανοῦς ἰδιώτου καταφρονήσῃ γεμισθεὶς ἀλαζονείας καὶ ὑπεροψίας, ἀλλ’ εἰς τὰ τῶν ἱερῶν νόμων διδασκαλεῖα φοιτήσας χαλάσῃ τὰς ὀφρῦς, ἀπομαθὼν οἴησιν εἰκότι μᾶλλον δ’ ἀληθεῖ λογισμῷ.
εἰ γὰρ ὁ ἀγένητος καὶ ἄφθαρτος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεὴς καὶ ποιητὴς τῶν ὅλων 1 τὰ ἄλλα M: τἄλλα APG, τἄλλα FH οὑν ἓν μέν M Arm: μὲν οὑν (om. ἓν) ceteri (v) 2 ὅτι] ὡς AP κάλλιστα M 4 πολυανθρωποτεύ(??)τω κ eras.) F1, εὑ in α corr. F2 5 προσελθόντα M 6 διόπερ codd. : διότι Turn. ἄνδρα δίκαιον transp. AP 7 pr. ὁ om. M σός MAPF: ὁ σός G, σου Η (v) ὁ δ’] ὁ γὰρ Arm post ἦν add. γὰρ FH 9 λαμβάνειν AP1 10 δ’ MH ὅτι om. ’ πλήθη M 11 ἑνί, ὅτε F (coni. Mang.): ἐνίοτε MAPH, ἑνὶ ἑκάστω G δὲ om. G προστάττει ἡ ἀπαγορεύει conicio ἰδία M: ἰδία δ’ FGH, ἰδία δὲ AP ’2 ἄν δόξαι] ἄν δέξεται; ἐνδέξεται Turn. 13 δὲ MG: om. ceteri; γὰρ coni. Mang.; ὅτι εὐπειθέστερος Arm 1.5 ποιούμενον Turn. 16 καταφρονήσει F 17 χαλάσει Α 18 ἀληθῆ F ἀγέννητος APF 18 — 278,18 DH fol. 227v Φίλωνος: ἄνθρωπος ὢν εὐπρόσιτος καὶ εὐέντευκτος (278,8) ἕσο τοῖς πᾶσι καὶ ἔθιζε τὴν εαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς ταπάντη (sic) βουλὰς καὶ τῶν εὑ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ κἀν βεβαίως παραμένῃ (278,15— 18), μὴ τραχηλιᾶν ἐπὶ τὴν τραγῳδουμένην εὐτυχίαν (cf. 278,13). εἰ γὰρ ὁ ἀγέννητος καὶ ἀθάνατος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεόμενος καὶ ποιητὴς τῶν ὅλων καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινε θείων λογίων, ἀλλὰ καὶ τοῦτον ἠξίωσεν εὐωχίσαι θεσμῶν ἱερῶν ἱεροφαντούμενον ἑστιᾶν, τί ἐμοὶ τῷ θνητῷ προσῆκεν ὑψαυχενεῖν ἢ πεφυσῆσθαι περι]φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, καὶ μίαν μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν κεκτημένον (18 — 278,8) ; καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινεν, ἀλλὰ καὶ τοῦτον εὐωχῆσαι λογίων καὶ θεσμῶν ἱερῶν ἠξίωσεν, ὡς μόνον ἑστιᾶν μέλλων καὶ μόνῳ τὸ συμπόσιον εὐτρεπίζεσθαι πρὸς ψυχῆς ἀνάχυσιν ἱεροφαντουμένης, ᾗ θέμις τὰς μεγάλας τελεῖσθαι τελετάς, ἐμοὶ τῷ θνητῷ τί προσῆκον ὑψαυχενεῖν καὶ πεφυσῆσθαι φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, οἳ τύχαις μὲν ἀνίσοις ἴσῃ δὲ καὶ ὁμοίᾳ συγγενείᾳ κέχρηνται μίαν ἐπιγραψάμενοι μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν;
εὐπρόσιτον οὖν καὶ εὐέντευκτον ἐμαυτὸν παρέξω, κἂν τὸ τῆς γῆς καὶ τῆς θαλάττης κράτος ἀνάψωμαι, τοῖς ἀπορωτάτοις καὶ ἀδοξοτάτοις καὶ οἰκειοτάτης συμμαχίας ἐρήμοις, ἑκατέρου τῶν γονέων ὀρφανοῖς καὶ γυναιξὶ χηρείαν ὑπομενούσαις καὶ πρεσβύταις ἢ μὴ παιδοποιησαμένοις τὸ παράπαν ἢ ἀποβαλοῦσιν ὠκυμόρους οὓς ἐγέννησαν.
ἄνθρωπος γὰρ ὢν ὄγκον καὶ σεμνότητα τετραγῳδημένην οὐ δικαιώσω προσίεσθαι, μενῶ δ’ ἐντὸς τῆς φύσεως τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνων, ἀλλ’ ἐθίζων τὴν ἐμαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν, οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς τἀναντία μεταβολὰς καὶ τῶν εὖ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ καὶ διὰ τὸ ἁρμόττειν, κἂν ἀτρέπτως καὶ βεβαίως παραμένῃ τὸ εὐτυχεῖν, μὴ ἐπιλανθάνεσθαί τινα ἑαυτοῦ. διὰ ταῦτά μοι δοκεῖ τοὺς χρησμοὺς ἑνικῶς ἀποτεινάμενος ὡς πρὸς ἕνα θεσπίζειν ἐθελῆσαι.
Πάντα δ’ ὡς εἰκὸς τὰ περὶ τὸν τόπον ἐθαυματουργεῖτο, κτύποις βροντῶν μειζόνων ἢ ὥστε χωρεῖν ἀκοάς, ἀστραπῶν λάμψεσιν αὐγοειδεστάταις, ἀοράτου σάλπιγγος ἠχῇ πρὸς μήκιστον ἀποτεινούσῃ, καθόδῳ νεφέλης, ἣ κίονος τρόπον τὴν μὲν βάσιν ἐπὶ γῆς ἠρήρειστο, τὸ δ’ ἄλλο σῶμα πρὸς αἰθέριον ὕψος ἀνέτεινε, πυρὸς οὐρανίου φορᾷ καπνῷ βαθεῖ τὰ ἐν κύκλῳ συσκιάζοντος· ἔδει γὰρ θεοῦ δυνάμεως 1 βασιλέων M: τῶν βασέων ceteri (v) τῶν θεῶν G 1.2 τὸν ταπεινότατον M DH : τοῦ ταπεινοτάτου ceteri (v) 2 περιιδεῖν M ὑπέμενεν Α ὄις 4 ψυχὴν F1 5 τί τὸ προσῆκον Η 6 ἀνίσαις Η .7 μητέρα M Arm: μορφὴν FGH mg. P2 (Turn.), γραφὴν AP 8 ἀνθρώπων om. M 9 pr. τῆς om. M post καὶ add. τὸ F (v) alt. τῆς om. M 10 οἰκειοτάτοις L (Turn.) 11 χηρίαν F1 12 πρεσβυτάταις M μὴ MFG : μηδὲ APH (Turn.) παιδοποιησαμέναις M 14 μένω FH δὲ APG 16 διὰ] πρὸς M post ἀδήλους add. τῶν ἐναντίων Η (v) πρὸς] εἰς M πρὸς τἀναντία om. H τὰ ἐναντία Α 17 alt. καὶ oin. AP 18 παραμένη APFGDH; μένη MH (v) 19 ἑαυτοῦ codd.: αὑτοῦ v ἀποτεινάμενος M: ἀποτεινόμενος ceteri (v) 23 ἀποτεινούσης F 24 ἠρήρειστο APGH: ἐρήρειστο F, ἐρείριστο M (sic Mang.) 25 δὲ FGH 26 σκιάζοντος M ἀφικνουμένης μηδὲν τῶν τοῦ κόσμου μερῶν ἡσυχάζειν, ἀλλὰ πάντα πρὸς ὑπηρεσίαν συγκεκινῆσθαι.
παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο.
φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν.
ἐγγυᾶται δέ μου τὸν λόγον ὁ νόμος, ἐν ᾧ γέγραπται· „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18)· ἐμφαντικώτατα· τὴν μὲν γὰρ ἀνθρώπων ἀκουστὴν εἶναι συμβέβηκεν, ὁρατὴν δὲ ὡς ἀληθῶς τὴν θεοῦ. διὰ τί; ὅτι ὅσα ἂν λέγῃ ὁ θεός, οὐ ῥήματά ἐστιν ἀλλ’ ἔργα, ἅπερ ὀφθαλμοὶ πρὸ ὤτων δικάζουσι.
παγκάλως μέντοι καὶ θεοπρεπῶς εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ προέρχεσθαι· ἠκρίβωται γὰρ καὶ βεβασάνισται τὰ τοῦ θεοῦ λόγια καθάπερ χρυσὸς πυρί. μηνύει δὲ καὶ διὰ συμβόλου τι τοιοῦτον·
ἐπειδὴ τοῦ πυρὸς τὸ μὲν φωτίζειν τὸ δὲ καίειν πέφυκεν, οἱ μὲν τοῖς χρησμοῖς ἀξιοῦντες εἶναι καταπειθεῖς ὡς ἐν ἀσκίῳ φωτὶ τὸν ἀεὶ χρόνον βιώσονται τοὺς νόμους αὐτοὺς ἀστέρας ἔχοντες ἐν ψυχῇ φωσφοροῦντας, ὅσοι δ’ ἀφηνιασταί, καιόμενοι καὶ κατακαιόμενοι διατελοῦσιν ὑπὸ τῶν ἔνδον ἐπιθυμιῶν, αἳ φλογὸς τρόπον πορθήσουσι τὸν σύμπαντα τῶν ἐχόντων βίον.
Ἃ μὲν οὖν ἀναγκαῖον ἦν προδηλῶσαι, ταῦτ’ ἐστίν. ἐπ’ αὐτὰ δὲ ἤδη τρεπτέον τὰ λόγια καὶ πάντα τὰ ἐν τούτοις ἐρευνητέον διάφορα. δέκα τοίνυν ὄντα διένειμεν εἰς δύο πεντάδας, ἃς δυσὶ στήλαις ἐνεχάραξε, καὶ ἡ μὲν προτέρα πεντὰς τὰ πρωτεῖα ἔλαχεν, ἡ δ’ ἑτέρα δευτερείων ἠξιοῦτο· καλαὶ δ’ ἀμφότεραι καὶ βιωφελεῖς, εὐρείας ὁδοὺς καὶ λεωφόρους ἑνὶ τέλει περατουμένας ἀναστέλλουσαι πρὸς ἄπταιστον ψυχῆς ἐφιεμένης ἀεὶ τοῦ βελτίστου πορείαν.
ἡ μὲν οὖν ἀμείνων πεντὰς τοιάδε ἦν· περὶ μοναρχίας, ᾗ μοναρχεῖται ὁ κόσμος· περὶ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων χειροκμήτων· περὶ τοῦ μὴ λαμβάνειν ἐπὶ ματαίῳ θεοῦ πρόσρησιν· περὶ τοῦ τὴν ἱερὰν ἑβδόμην ἄγειν ἱεροπρεπῶς· περὶ γονέων τιμῆς καὶ ἰδίᾳ ἑκατέρου καὶ ἀμφοτέρων κοινῇ· ὡς εἶναι τῆς μιᾶς γραφῆς τὴν μὲν ἀρχὴν θεὸν καὶ πατέρα καὶ ποιητὴν τοῦ παντός, τὸ δὲ τέλος γονεῖς, οἳ μιμούμενοι τὴν ἐκείνου φύσιν γεννῶσι τοὺς ἐπὶ μέρους. ἡ δ’ ἑτέρα πεντὰς τὰς πάσας ἀπαγορεύσεις περιέχει· μοιχείας, φόνου, κλοπῆς, ψευδομαρτυριῶν, ἐπιθυμιῶν.
Ἐπισκεπτέον δὲ μετὰ πάσης ἀκριβείας τῶν λογίων ἕκαστον μηδὲν πάρεργον αὐτῶν ποιουμένους. ἀρχὴ δ’ ἀρίστη πάντων μὲν τῶν ὄντων θεός, ἀρετῶν δ’ εὐσέβεια· περὶ ὧν ἀναγκαιότατον πρῶτον διεξελθεῖν. πλάνος τις οὐ μικρὸς τὸ πλεῖστον τῶν ἀνθρώπων γένος κατέσχηκε περὶ πράγματος, ὅπερ ἢ μόνον ἢ μάλιστα ἦν εἰκὸς ἀπλανέστατον ταῖς ἑκάστων διανοίαις ἐνιδρῦσθαι.
ἐκτεθειώκασι γὰρ οἱ μὲν τὰς τέσσαρας 1 ἦν ἀναγκαῖον transp. H (v), ἦν om. M ταῦτά ἐστιν M 2 δὲ M: δ’ ceteri 4 ἐχάραξε H (Turn.) προτέρα] ἑτέρα M, om. Arm ἡ δ’ ἑτέρα] ἡ δὲ δευτέρα H (v) 5 δευτερείων] τῶν ἡσσόνων H (v) καλαὶ] καλεῖς M δὲ AP 6 ἑνὶ] ἐν M ἀνατέλλουσαι H (Turn.), ἀναγγέλλουσαι M Arm 7 ἐφιεμένου M αἰεὶ GH 9 χειροτμήτων M, χειροδμήτων F 10 ἐπὶ] ἐν AP θεοῦ πρόσρησιν M Arm: πρόσρησιν θεοῦ ceteri (v) 11 pr. καὶ om. M ἐδίας M 12 κοινῆ M τῆς] τῆς μέν H (Turn.) γραφῆς] πεντάδος coni. Mang. μὲν om. H (Turn.) 14 πεντὰς τὰς om. M 15 post περιέγει add. τούτων M (Mang.) μοιχείας M: μοιχειῶν ceteri (Turn.) 18 ποιουμένους corr. ex ποιούμενος H δ’ om. Arm μὲν om. Turn. 19 δὲ APDR ὦν] ἦς Arm 20 πλεῖστον] πρῶτον D 21 περὶ — ἐνιδρῦσθαι (22) om. D ἢ μόνον ἢ] ἡ μόνη M 22 ἐνιδρύεσθαι AP, ἐνιδρύσασθαι M ἐκτεθείκασι M, ἐκτεθεάκασι DR, ἐντεθεάκασι DP τὰς om. D 18. 19 DR fol. 234r τοῦ αὐτοῦ: ἀρχὴ ἀρίστη πάντων μὲν θεός, ἀρετῶν δὲ εὐσέβεια. 20 — 281,6 DP fol. 266v DR fol. 230r Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον: πλάνος τις— παρεκαλύψαντο. ἀρχάς, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, οἱ δ’ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους πλανήτας καὶ ἀπλανεῖς ἀστέρας, οἱ δὲ μόνον τὸν οὐρανόν, οἱ δὲ τὸν σύμπαντα κόσμον· τὸν δ’ ἀνωτάτω καὶ πρεσβύτατον, τὸν γεννητήν, τὸν ἄρχοντα τῆς μεγαλοπόλεως, τὸν στρατάρχην τῆς ἀηττήτου στρατιᾶς, τὸν κυβερνήτην, ὃς οἰκονομεῖ σωτηρίως ἀεὶ τὰ σύμπαντα, παρεκαλύψαντο ψευδωνύμους προσρήσεις ἐκείνοις ἐπιφημίσαντες ἑτέρας ἕτεροι.
καλοῦσι γὰρ οἱ μὲν τὴν γῆν Κόρην, Δήμητραν, Πλούτωνα, τὴν δὲ θάλατταν Ποσειδῶνα, δαίμονας ἐναλίους ὑπάρχους αὐτῷ προσαναπλάττοντες καὶ θεραπείας ὁμίλους μεγάλους ἀρρένων τε καὶ θηλειῶν, Ἥραν δὲ τὸν ἀέρα καὶ τὸ πῦρ Ἥφαιστον καὶ ἥλιον Ἀπόλλωνα καὶ σελήνην Ἄρτεμιν καὶ ἑωσφόρον Ἀφροδίτην καὶ στίλβοντα Ἑρμῆν·
καὶ τῶν ἄλλων ἀστέρων ἑκάστου τὰς ἐπωνυμίας μυθογράφοι παρέδοσαν, οἳ πρὸς ἀπάτην ἀκοῆς εὖ τετεχνασμένα πλάσματα συνυφήναντες ἔδοξαν περὶ τὴν τῶν ὀνομάτων θέσιν κεκομψεῦσθαι·
τόν τε οὐρανὸν εἰς ἡμισφαίρια τῷ λόγῳ διχῇ διανείμαντες, τὸ μὲν ὑπὲρ γῆς, τὸ δ’ ὑπὸ γῆς, Διοσκόρους ἐκάλεσαν τὸ περὶ τῆς ἑτερημέρου ζωῆς αὐτῶν προστερατευσάμενοι διήγημα.
τοῦ γὰρ οὐρανοῦ συνεχῶς καὶ ἀπαύστως ἀεὶ κύκλῳ περιπολοῦντος, ἀνάγκη τῶν ἡμισφαιρίων ἑκάτερον ἀντιμεθίστασθαι παρ’ ἡμέραν ἄνω τε καὶ κάτω γινόμενον ὅσα τῷ δοκεῖν· ἄνω γὰρ καὶ κάτω πρὸς ἀλήθειαν οὐδὲν ἐν σφαίρᾳ, πρὸς δὲ τὴν ἡμετέραν σχέσιν αὐτὸ μόνον εἴωθε λέγεσθαι τὸ μὲν ὑπὲρ κεφαλῆς ἄνω, κάτω δὲ τοὐναντίον.
τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας 1 γῆν om. DR δὲ D 2 ἄλλους om. D οἱ δὲ μόνον τὸν οὐρανόν om. Richt. 3 primum τὸν om. M σύμπαντα τὸν κόσμον DP τὸ δ’ M δὲ D ἀνώτατον M 3. 4 τόν γεννητήν] τὸν γενέτην F, τὸν ἀγένητον M (Mang.) καὶ γεννητήν DP, καὶ ἀγέννητον DR 4 μεγαλοπόλεως MD Arm : μεγάλης πόλεως ceteri (Tura.) στρατάρχην M : στρατιάρχην ceteri (Turn.) ἀηττήτου] ἀνωτάτω D b οἰακονομεῖ coni. Mang. σωτηριωδῶς D αἰεὶ FGII 7 οἱ μὲν post τὴν γῆν transp. H, om. L (Turn.) δήμητραν codd. : Δήμητρα v 8 θάλασσαν APH 9 post θεραπείας add. αὐτοῦ Ann μεγάλων F 12 τἀς ἐπωνυμίας ἑκάστου transp. M μυθογράφοι Christophorson (Mang.): μυθογράφους M, μυθογράφοις ceteri, τοῖς μυθογράφοις Arm 13 τετεχνιτευμένα M (Mang.) συνυφάναντες FG, συνυφαίνοντες H (Turn.) 14 τόν τε] τὸν ὄντα τὲ Α ἡμισφαίρια MG Arm: ἡμισφαίριον ceteri (v) τῷ λόγῳ om. M Arm (fort. recte) 15 διχῇ] δύο Arm δὲ M ὑπὸ γῆν AP διοσκούρους Α 15. 16 ἐκάλεσαν τὸ codd.: ἐκαλέσαντο Turu. 16 ἑτερημερίας (om. ζωῆς) AP, ζωῆς ss. P2 19 γινόμενον — κάτω om. M γινόμενον APF: γινομένων GH (v) ; κινούμενον coni. Mang. alt. καὶ] ἢ Arm 20 σφαίρα M Arm: σφαίραις ceteri (v) 21 τῷ] τὸ M 22 ἀνοθεύτως M μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό
τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως.
ψυχῇ γὰρ ζῶντες καὶ βουλευόμενοι καὶ πάνθ’ ὅσα κατὰ τὸν ἀνθρώπινον βίον δρῶντες οὐδέποτε ψυχὴν ὀφθαλμοῖς σώματος ἴσχυσαν θεάσασθαι, καίτοι φιλοτιμηθέντες ἂν πάσας φιλοτιμίας, εἴ πως ἰδεῖν οἷόν τε ἦν τὸ ἄγαλμα τὸ πάντων ἱεροπρεπέστατον, ἀφ’ οὗ κατὰ μετάβασιν εἰκὸς ἦν ἔννοιαν τοῦ ἀγενήτου καὶ ἀιδίου λαβεῖν, ὃς ἅπαντα τὸν κόσμον ἡνιοχῶν σωτηρίως ἀόρατος ὢν κατευθύνει.
καθάπερ οὖν τοῦ μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν, ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος.
εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ 1 ἀντιποιουμένῳ F 2 αὐτοκρατῆ θεὸν M Arm: αὐτοκρατὲς ceteri (Turn.) 3 κἀν APFH: καὶ MG ἀθανατίζονται G; ἀπαθανατίζηται Mang. 4 post πρότερον add. μὲν HP2 (v) 5 γινόμενον M 6 ἀπονοίᾳ] ἀνοίᾳ coni. Mang. ὡς] ὥστε M (Mang.) μόνα M 7 προειρημένα M νομίζουσιν M 8 θεόν et τὸν oin. M ὄντα ὄντως Η, ὄντως om. M ἢ om. Arm ἀδιδάκτῳ τῆ φύσει M Arm: ἀδιδακτωτάτη φύσει F, ἀδιδακτοτάτη φύσει GH (Turn.), ὰδιδακτοτάτω φύσει AP 10 αἴτιον] ἕτερον M 11 post ζῶντες add. ἄνθρωποι Arm βουλόμενοι coni. Mang. 13 πάσαις φιλοτιμίαις Richt. 14 τὸ ἄγαλμα τὸ πάντων (om. Arm) ἱεροπρεπέστατον M Arm: ἀγαλμάτων ἱεροπρεπέστατον ceteri (Turn.) 14. 15 μετανάβασιν coni. Mang. 15 ἀγεννήτου MFH ὃς] ὡς M 17 ὑπάρχοις σατράπαις MF: ὑπάρχοις καὶ σατράπαις ceteri (v) 18 εἶναι ante μόνον add. Η (Turn.), post μόνον M ῥιψοκινδυνώτατος AP εἶναι h. 1. om. H (Turn.) 19 ἂν seclusi 19.20 εἴ τις M: om. ceteri (v) 20 γεραίρει MAP: γεραίρῃ ex γεραίρει corr. H, γεραίρῃ FG (v) ἀβουλώτατος H 20. 21 ἀδικώτατος ὢν καὶ ἀβουλότατος transp. F 22 καὶ om. Arm 23 μηδὲ MA Arm: μηδὲν ceteri (Turn.) τὸ ἴσον ἀποδιδόντες M: τῶν ἴσων μεταδιδόντες ceteri (Turn.) ; τὸ ἴσον διδόντες Mang. πάντα τῶν] πάντων G τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ…
ἔν…
The complete text is available when the reading interface loads.